καίτοι γε τοὺς τυράννους, οἷς ἀνάγκη πάντα γιγνώσκειν, ἐπαχθεστάτους ποιεῖ τὸ τῶν λεγομένων ὤτων καὶ προσαγωγέων γένος. ὠτακουστὰς μὲν οὖν πρῶτος ἔσχεν ὁ νέος Δαρεῖος ἀπιστῶν ἑαυτῷ καὶ πάντας ὑφορώμενος καὶ δεδοικώς· τοὺς δὲ προσαγωγίδας οἱ Διονύσιοι τοῖς Συρακοσίοις Συρακοσίοις hic et infra *: συρακουσίοις κατέμιξαν· ὅθεν ἐν τῇ μεταβολῇ τῶν πραγμάτων τούτους πρώτους οἱ Συρακόσιοι συλλαμβάνοντες ἀπετυμπάνιζον. καὶ γὰρ τὸ τῶν συκοφαντῶν γένος ἐκ τῆς τῶν πολυπραγμόνων φρατρίας καὶ ἑστίας ἐστίν. ἀλλʼ οἱ μὲν συκοφάνται ζητοῦσιν, εἴ τις τις ] τί τις ? ἢ βεβούλευται κακὸν ἢ πεποίηκεν· οἱ δὲ πολυπράγμονες καὶ τὰς ἀβουλήτους ἀτυχίας τῶν πέλας ἐλέγχοντες εἰς μέσον ἐκφέρουσι. λέγεται δὲ καὶ τὸν ἀλιτήριον ἐκ φιλοπραγμοσύνης κατονομασθῆναι τὸ πρῶτον· λιμοῦ γὰρ ὡς ἔοικεν Ἀθηναίοις ἰσχυροῦ γενομένου, καὶ τῶν ἐχόντων πυρὸν εἰς μέσον οὐ φερόντων ἀλλὰ κρύφα καὶ νύκτωρ ἐν ταῖς οἰκίαις ἀλούντων, περιιόντες ἐτήρουν τῶν μύλων τὸν ψόφον εἶτʼ ἀλιτήριοι προσηγορεύθησαν. ὁμοίως δὲ καὶ τῷ συκοφάντῃ τοὔνομα γεγενῆσθαι· κεκωλυμένου γὰρ ἐκφέρειν τὰ σῦκα, μηνύοντες καὶ φαίνοντες τοὺς ἐξάγοντας ἐκλήθησαν συκοφάνται. καὶ τοῦτʼ οὖν οὐκ ἄχρηστόν ἐστιν ἐννοεῖν τοὺς πολυπράγμονας, ὅπως αἰσχύνωνται τὴν πρὸς τοὺς μισουμένους μάλιστα καὶ δυσχεραινομένους ὁμοιότητα καὶ συγγένειαν τοῦ ἐπιτηδεύματος.