<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg102.perseus-grc2" type="edition" xml:lang="grc"><div n="15" subtype="section" type="textpart"><p rend="indent">διὸ καὶ πρὸς ταῦτα συνεθιστέον αὑτούς, <milestone n="5" unit="tlnum"/> ἐπιστολὴν κομισθεῖσαν μὴ ταχὺ μηδὲ κατεσπευσμένως λῦσαι, καθάπερ οἱ πολλοὶ ποιοῦσιν, ἂν αἱ χεῖρες βραδύνωσι, τοῖς ὀδοῦσι τοὺς δεσμοὺς διαβιβρώσκοντες· ἀγγέλου ποθὲν ἥκοντος, μὴ προσδραμεῖν μηδʼ ἐξαναστῆναι· φίλου τινὸς εἰπόντος <q>ἔχω σοί τι <milestone n="10" unit="tlnum"/> <milestone n="522e" unit="stephpage" xml:id="stephpage-522e"/> καινὸν εἰπεῖν πρᾶγμα</q> <q>μᾶλλον, εἴ τι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἴ τι</foreign>] <foreign xml:lang="grc">εἰπεῖν εἴ τι</foreign>?</note> χρήσιμον ἔχεις ὠφέλιμον.</q> ἐμοῦ ποτʼ ἐν Ῥώμῃ διαλεγομένου, Ῥούστικος ἐκεῖνος, ὃν ὕστερον ἀπέκτεινε Δομετιανὸς τῇ δόξῃ φθονήσας, ἠκροᾶτο, καὶ διὰ μέσου στρατιώτης παρελθὼν ἐπιστολὴν αὐτῷ Καίσαρος ἐπέδωκε· <milestone n="15" unit="tlnum"/> γενομένης δὲ σιωπῆς κἀμοῦ διαλιπόντος, ὅπως ἀναγνῷ τὴν ἐπιστολήν, οὐκ ἠθέλησεν οὐδʼ ἔλυσε πρότερον ἢ διεξελθεῖν ἐμὲ τὸν λόγον καὶ διαλυθῆναι τὸ ἀκροατήριον ἐφʼ ᾧ πάντες ἐθαύμασαν τὸ βάρος τἀνδρός.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀνδρός</foreign> *: <foreign xml:lang="grc">τοῦ ἀνδρός</foreign> </note> ὅταν δέ τις οἷς ἔξεστι τρέφων τὸ πολύπραγμον, <milestone n="20" unit="tlnum"/> ἰσχυρὸν ἀπεργάσηται καὶ βίαιον, οὐκέτι <milestone n="522f" unit="stephpage" xml:id="stephpage-522f"/> ῥᾳδίως, πρὸς ἃ κεκώλυται φερομένου διὰ συνήθειαν, κρατεῖν δυνατός ἐστιν· ἀλλʼ ἐπιστόλια παραλύουσιν οὗτοι φίλων, συνεδρίοις ἀπορρήτοις ἑαυτοὺς παρεμβάλλουσιν, ἱερῶν, ἃ μὴ θέμις ὁρᾶν, γίγνονται θεαταί, <milestone n="25" unit="tlnum"/> τόπους ἀβάτους πατοῦσι, πράγματα καὶ λόγους βασιλικοὺς ἀνερευνῶσι.</p></div></div></body></text></TEI>