διὸ καὶ πρὸς ταῦτα συνεθιστέον αὑτούς, ἐπιστολὴν κομισθεῖσαν μὴ ταχὺ μηδὲ κατεσπευσμένως λῦσαι, καθάπερ οἱ πολλοὶ ποιοῦσιν, ἂν αἱ χεῖρες βραδύνωσι, τοῖς ὀδοῦσι τοὺς δεσμοὺς διαβιβρώσκοντες· ἀγγέλου ποθὲν ἥκοντος, μὴ προσδραμεῖν μηδʼ ἐξαναστῆναι· φίλου τινὸς εἰπόντος ἔχω σοί τι καινὸν εἰπεῖν πρᾶγμα μᾶλλον, εἴ τι εἴ τι ] εἰπεῖν εἴ τι ? χρήσιμον ἔχεις ὠφέλιμον. ἐμοῦ ποτʼ ἐν Ῥώμῃ διαλεγομένου, Ῥούστικος ἐκεῖνος, ὃν ὕστερον ἀπέκτεινε Δομετιανὸς τῇ δόξῃ φθονήσας, ἠκροᾶτο, καὶ διὰ μέσου στρατιώτης παρελθὼν ἐπιστολὴν αὐτῷ Καίσαρος ἐπέδωκε· γενομένης δὲ σιωπῆς κἀμοῦ διαλιπόντος, ὅπως ἀναγνῷ τὴν ἐπιστολήν, οὐκ ἠθέλησεν οὐδʼ ἔλυσε πρότερον ἢ διεξελθεῖν ἐμὲ τὸν λόγον καὶ διαλυθῆναι τὸ ἀκροατήριον ἐφʼ ᾧ πάντες ἐθαύμασαν τὸ βάρος τἀνδρός. τἀνδρός *: τοῦ ἀνδρός ὅταν δέ τις οἷς ἔξεστι τρέφων τὸ πολύπραγμον, ἰσχυρὸν ἀπεργάσηται καὶ βίαιον, οὐκέτι ῥᾳδίως, πρὸς ἃ κεκώλυται φερομένου διὰ συνήθειαν, κρατεῖν δυνατός ἐστιν· ἀλλʼ ἐπιστόλια παραλύουσιν οὗτοι φίλων, συνεδρίοις ἀπορρήτοις ἑαυτοὺς παρεμβάλλουσιν, ἱερῶν, ἃ μὴ θέμις ὁρᾶν, γίγνονται θεαταί, τόπους ἀβάτους πατοῦσι, πράγματα καὶ λόγους βασιλικοὺς ἀνερευνῶσι.