ἔστι τοίνυν καὶ πρὸς δικαιοσύνην δικαιοσύνην Madvigius: δικαιοσύνης ἄσκησις, ὑπερβῆναί ποτε λῆμμα δίκαιον, ἵνα πόρρω τῶν ἀδίκων ἐθίσῃς σεαυτὸν εἶναι· καὶ πρὸς σωφροσύνην ὁμοίως, ἀποσχέσθαι ποτὲ γυναικὸς ἰδίας, ἵνα μηδέποτε κινηθῇς ὑπʼ ἀλλοτρίας. τοῦτο δὴ τὸ ἔθος ἐπάγων τῇ πολυπραγμοσύνῃ πειρῶ καὶ τῶν ἰδίων ἔνια παρακοῦσαί ποτε καὶ παριδεῖν καί, βουλομένου τινὸς ἀγγεῖλαί τι τῶν ἐπὶ τῆς οἰκίας, ὑπερβαλέσθαι, καὶ λόγους περὶ σοῦ λελέχθαι δοκοῦντας ἀπώσασθαι. καὶ γὰρ τὸν Οἰδίποδα τοῖς μεγίστοις κακοῖς ἡ περιεργία περιέβαλε· ζητῶν γὰρ ἑαυτὸν ὡς οὐκ ὄντα Κορίνθιον ἀλλὰ ξένον, ἀπήντησε τῷ Λαΐῳ, καὶ τοῦτον ἀνελὼν καὶ τὴν μητέρα λαβὼν ἐπὶ τῇ βασιλείᾳ γυναῖκα καὶ δοκῶν εἶναι μακάριος πάλιν ἑαυτὸν ἐζήτει. καὶ τῆς γυναικὸς οὐκ ἐώσης, ἔτι μᾶλλον ἤλεγχε τὸν συνειδότα γέροντα, πᾶσαν προσφέρων ἀνάγκην. τέλος δὲ τοῦ πράγματος ἢδη περιφέροντος αὐτὸν τῇ ὑπονοίᾳ καὶ τοῦ γέροντος ἀναβοήσαντος οἴμοι πρὸς αὐτῷ γʼ εἰμὶ τῷ δεινῷ λέγειν, Soph. OR 1169. 1170 ὅμως ἐξημμένος ὑπὸ τοῦ πάθους καὶ σφαδᾴζων ἀποκρίνεται κἄγωγʼ ἀκούειν· ἀλλʼ ὅμως ἀκουστέον. Soph. OR 1169. 1170 οὕτω τίς ἐστι γλυκύπικρος καὶ ἀκατάσχετος ὁ τῆς πολυπραγμοσύνης γαργαλισμός, ὥσπερ ἕλκος αἱμάσσων ἑαυτόν, ὅταν ἀμύσσηται. ὁ δʼ ἀπηλλαγμένος τῆς νόσου ταύτης καὶ φύσει πρᾶος, ἀγνοήσας τι τῶν δυσχερῶν εἴποι ἄν ἄν ] νὴ Δί’ ἄν ? ὦ πότνια λήθη τῶν κακῶν, ὡς εἶ σοφή. Eur. Or . 213