<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg102.perseus-grc2" type="edition" xml:lang="grc"><div n="13" subtype="section" type="textpart"><p rend="indent">ἀλλὰ μὴν οὐδʼ ἐκεῖνο χαλεπὸν καὶ δύσκολον, ἀνθρώπων λοιδορουμένων ἐν ἀγορᾷ καὶ κακῶς λεγόντων ἀλλήλους μὴ προσελθεῖν· ἢ συνδρομῆς ἐπὶ τι πλειόνων γενομένης μεῖναι καθήμενον· ἐὰν δʼ <milestone n="25" unit="tlnum"/> ἀκρατῶς ἔχῃς, ἀπελθεῖν ἀναστάντα χρηστοῦ μὲν γὰρ οὐδενὸς τοῖς πολυπραγμονοῦσιν ἀναμίξας σεαυτὸν ἀπολαύσεις, μεγάλα δʼ ὠφεληθήσῃ τὸ <pb xml:id="v.3.p.351"/> πολύπραγμον ἀποστρέψας βίᾳ καὶ κολούσας ὑπακούειν <milestone n="521f" unit="stephpage" xml:id="stephpage-521f"/> τῷ λογισμῷ συνεθιζόμενον. ἐκ δὲ τούτου μᾶλλον ἐπιτείνοντα τὴν ἄσκησιν ὀρθῶς ἔχει καὶ θέατρον ἀκροάματος εὐημεροῦντος παρελθεῖν, καὶ φίλους ἐπʼ <milestone n="5" unit="tlnum"/> ὀρχηστοῦ τινος ἢ κωμῳδοῦ θέαν παραλαμβάνοντας διώσασθαι, καὶ βοῆς ἐν σταδίῳ γενομένης ἢ ἱπποδρόμῳ μὴ ἐπιστραφῆναι. καθάπερ γὰρ ὁ Σωκράτης παρῄνει φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει, καὶ τῶν πωμάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πωμάτων</foreign> *: <foreign xml:lang="grc">πομάτων</foreign> </note> ὅσα <milestone n="10" unit="tlnum"/> πίνειν μὴ διψῶντας· οὕτω χρὴ καὶ ἡμᾶς τῶν θεαμάτων καὶ ἀκουσμάτων φυλάττεσθαι καὶ φεύγειν ὅσα κρατεῖ καὶ προσάγεται τοὺς μηδὲν δεομένους. ὁ δὲ Κῦρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κῦρος κἑ</foreign>] Xen. <title rend="italic">Cyrop</title>. 5, 1, 8</note> οὐκ ἐβούλετο τὴν Πάνθειαν ἰδεῖν, ἀλλὰ τοῦ Ἀράσπου λέγοντος ὡς ἄξιον θέας εἴη τὸ τῆς <milestone n="15" unit="tlnum"/> <milestone n="522a" unit="stephpage" xml:id="stephpage-522a"/> γυναικὸς εἶδος, <q>οὐκοῦν</q> ἔφη <q>διὰ τοῦτο μᾶλλον αὐτῆς ἀφεκτέον· εἰ γὰρ ὑπὸ σοῦ πεισθεὶς ἀφικοίμην πρὸς αὐτήν, ἴσως ἄν με πάλιν ἀναπείσειεν αὐτὴ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὕτη</foreign> *: <foreign xml:lang="grc">αὐτὴ</foreign> </note> καὶ μὴ σχολάζοντα φοιτᾶν θεᾶσθαι τε καὶ παρακαθῆσθαι προέμενον πολλὰ τῶν σπουδῆς ἀξίων</q> ὁμοίως <milestone n="20" unit="tlnum"/> οὐδʼ Ἀλέξανδρος εἰς ὄψιν ἦλθε τῆς Δαρείου γυναικὸς ἐκπρεπεστάτης εἶναι λεγομένης· ἀλλὰ πρὸς τὴν μητέρα φοιτῶν αὐτῆς πρεσβῦτιν οὖσαν, οὐχ ὑπέμεινε τὴν νέαν καὶ καλὴν ἰδεῖν. ἡμεῖς δὲ τοῖς φορείοις τῶν γυναικῶν ὑποβάλλοντες τοὺς ὀφθαλμοὺς <milestone n="25" unit="tlnum"/> <milestone n="522b" unit="stephpage" xml:id="stephpage-522b"/> καὶ τῶν θυρίδων ἐκκρεμαννύντες, οὐδὲν ἁμαρτάνειν δοκοῦμεν οὕτως ὀλισθηρὰν καὶ ῥευστὴν εἰς ἅπαντα τὴν πολυπραγμοσύνην ποιοῦντες. <pb xml:id="v.3.p.352"/></p></div></div></body></text></TEI>