ἄπνουν ἢ σκοτεινὴν ἢ δυσχείμερον οἰκίαν ἢ νοσώδη φυγεῖν μὲν ἴσως ἄριστον· ἂν δὲ φιλοχωρῇ τις ὑπὸ συνηθείας, ἔστι καὶ φῶτα μεταθέντα καὶ κλίμακα μεταβαλόντα καὶ θύρας τινὰς ἀνοίξαντα τὰς δὲ κλείσαντα, λαμπροτέραν εὐπνουστέραν ὑγιεινοτέραν ἐργάσασθαι. καὶ πόλεις τινὲς οὕτω μεταθέντες ὠφέλησαν ὥσπερ τὴν ἐμὴν πατρίδα πρὸς ζέφυρον ἄνεμον κεκλιμένην, καὶ τὸν ἥλιον ἐρείδοντα δείλης ἀπὸ τοῦ Παρνασοῦ δεχομένην ἐπὶ τὰς ἀνατολὰς; τραπῆναι λέγουσιν ὑπὸ τοῦ Χαίρωνος. ὁ δὲ φυσικὸς Ἐμπεδοκλῆς ὄρους τινὰ διασφάγα βαρὺν καὶ νοσώδη κατὰ τῶν πεδίων τὸν νότον ἐμπνέουσαν ἐκπνέουσαν R ἐμφράξας, λοιμὸν ἔδοξεν ἐκκλεῖσαι τῆς χώρας. ἐπεὶ τοίνυν ἔστι τινὰ πάθη νοσώδη καὶ βλαβερὰ καὶ χειμῶνα παρέχοντα τῇ ψυχῇ καὶ σκότος, ἄριστον μὲν ἐξωθεῖν ταῦτα καὶ καταλύειν εἰς ἔδαφος, αἰθρίαν καὶ φῶς καὶ πνεῦμα καθαρὸν διδόντας ἑαυτοῖς· εἰ δὲ μή, μεταλαμβάνειν γε καὶ μεθαρμόττειν ἁμωσγέπως ἀμωσγέπως R: ἄλλως γέ πως περιάγοντας ἢ στρέφοντας. οἷον εὐθὺς ἡ πολυπραγμοσύνη φιλομάθειὰ τίς ἐστιν ἀλλοτρίων κακῶν, οὔτε φθόνου δοκοῦσα καθαρεύειν νόσος οὔτε κακοηθείας. τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε, Kock. 3 p. 476 κακὸν ὀξυδορκεῖς τὸ δʼ ἴδιον παραβλέπεις; μετάθες ἔξωθεν καὶ μετάστρεψον εἴσω τὴν πολυπραγμοσύνην εἰ χαίρεις κακῶν μεταχειριζόμενος ἱστορίαν, ἔχεις οἴκοι πολλὴν διατριβήν· ὅσσον ὕδωρ κατʼ Ἀλιζόνος ἢ ὅσσος ὕδωρ καθʼ ἁλὸς στόνος ἢ δρ. ἀμφι πέτ. Madvigius δρυὸς ἀμφὶ πέτηλα,ʼ versus ignoti poetae τοσοῦτον πλῆθος εὑρήσεις ἁμαρτημάτων ἐν τῷ βίῳ ἐν τῷ σῷ βίῳ R καὶ παθῶν ἐν τῇ ψυχῇ καὶ παροραμάτων ἐν τοῖς καθήκουσιν. ὡς γὰρ ὁ Ξενοφῶν Ξενοφῶν ] Oecon. c. 8 λέγει τοῖς οἰκονομικοῖς ἴδιον εἶναι τῶν ἀμφὶ θυσίαν σκευῶν, ἴδιον τῶν ἀμφὶ δεῖπνα τόπον, ἀλλαχοῦ κεῖσθαι τὰ γεωργικά, χωρὶς τὰ πρὸς πόλεμον· οὕτω σοὶ τὰ μέν ἐστιν ἀπὸ φθόνου κακὰ κείμενα τὰ δʼ ἀπὸ ζηλοτυπίας τὰ δʼ ἀπὸ δειλίας τὰ δʼ ἀπὸ μικρολογίας· ταῦτʼ ἔπελθε, ταῦτʼ ἀναθεώρησον τὰς εἰς γειτόνων θυρίδας καὶ τὰς παρόδους τῆς πολυπραγμοσύνης ἔμφραξον, ἑτέρας δʼ ἄνοιξον εἰς τὴν ἀνδρωνῖτιν τὴν σεαυτοῦ φερούσας, εἰς τὴν γυναικωνῖτιν, εἰς τὰς τῶν θεραπόντων διαίτας· ἐνταῦθʼ ἔχει διατριβὰς οὐκ ἀχρήστους οὐδὲ κακοήθεις ἀλλʼ ὠφελίμους καὶ σωτηρίους τὸ φιλοπευθὲς τοῦτο καὶ φιλόπραγμον, ἑκάστου πρὸς ἑαυτὸν λέγοντος πῆ παρέβην; παρέβην ] τραπόμην mei codd. cf. p. 168 b τί δʼ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη; νῦν δʼ ὥσπερ ἐν τῷ μύθῳ τὴν Λάμιαν λέγουσιν οἴκοι μὲν εὕδειν εὔδειν X: ᾄδειν τυφλήν, ἐν ἀγγείῳ τινὶ τοὺς ὀφθαλμοὺς ἔχουσαν ἀποκειμένους, ἔξω δὲ προϊοῦσαν ἐπιτίθεσθαι καὶ βλέπειν· οὕτως ἡμῶν ἕκαστος ἔξω καὶ πρὸς ἑτέρους τῇ κακονοίᾳ τὴν περιεργίαν ὥσπερ ὀφθαλμὸν ἐντίθησι· τοῖς δʼ ἑαυτῶν ἁμαρτήμασι καὶ κακοῖς πολλάκις περιπταίομεν ὑπʼ ἀγνοίας, ὄψιν ἐπʼ αὐτὰ καὶ φῶς οὐ ποριζόμενοι. διὸ καὶ τοῖς ἐχθροῖς ὠφελιμώτερός ἐστιν ὁ πολυπράγμων· τὰ γὰρ ἐκείνων ἐλέγχει καὶ προφέρεται καὶ δείκνυσιν αὐτοῖς ἃ δεῖ φυλάξασθαι καὶ διορθῶσαι, τῶν δʼ οἴκοι τὰ πλεῖστα παρορᾷ διὰ τὴν περὶ τὰ ἔξω πτόησιν. ὁ μὲν γὰρ Ὀδυσσεὺς Ὀδυσσεὺς ] Hom. λ 88. 153 sqq. 235, 281 οὐδὲ τῇ μητρὶ διαλεχθῆναι πρότερον ὑπέμεινεν ἢ πυθέσθαι παρὰ τοῦ μάντεως, ὧν ἕνεκʼ ἦλθεν εἰς Ἅιδου· πυθόμενος δὲ τοῦτο πρός τε ταύτην ἔτρεψεν αὑτόν, καὶ τὰς ἄλλας γυναῖκας ἀνέκρινε, τίς ἡ Τυρὼ καί τίς ἡ καλὴ Χλωρὶς Χλωρὶς ] Χλῶριν vocat Homerus καὶ διὰ τί Ἐπικάστη Ἐπικάστη ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου Hom. λ 278 ἡμεῖς δὲ τὰ καθʼ αὑτοὺς ἐν πολλῇ ῥᾳθυμίᾳ καὶ ἀγνοίᾳ θέμενοι καὶ ἀμελήσαντες ἑτέρους γενεαλογοῦμεν, ὅτι τοῦ γείτονος ὁ πάππος ἦν Σύρος, Θρᾷττα δʼ ἡ τήθη· ὁ δεῖνα δʼ ὀφείλει τάλαντα τρία καὶ τοὺς τόκους οὐκ ἀπέδωκεν. ἐξετάζομεν δὲ καὶ τὰ τοιαῦτα πόθεν ἡ γυνὴ τοῦ δεῖνος ἐπανήρχετο, τί δʼ ὁ δεῖνα καὶ ὁ δεῖνα καθʼ ἑαυτοὺς καθʼ αὑτοὺς ? ἐν τῇ γωνίᾳ διελέγοντο. Σωκράτης δὲ περιῄει διαπορῶν, τί Πυθαγόρας λὲγων ἔπειθε· καὶ Ἀρίστιππος Ὀλυμπίασιν Ἰσχομάχῳ συμβαλὼν ἠρώτα τί Σωκράτης διαλεγόμενος οὕτω τοὺς Ἀθηναίους διατίθησι· καὶ μίκρʼ ἄττα τῶν λόγων αὐτοῦ σπέρματα καὶ δείγματα λαβὼν οὕτως ἐμπαθῶς ἔσχεν, ὥστε τῷ σώματι συμπεσεῖν καὶ γενέσθαι παντάπασιν ὠχρὸς καὶ ἰσχνός ἄχρι οὗ πλεύσας Ἀθήναζε διψῶν καὶ διακεκαυμένος ἠρύσατο τῆς πηγῆς, καὶ τὸν ἄνδρα καὶ τοὺς λόγους αὐτοῦ καὶ τὴν φιλοσοφίαν ἱστόρησεν, ἧς ἦν τέλος ἐπιγνῶναι τὰ ἑαυτοῦ κακὰ καὶ ἀπαλλαγῆναι. ἀλλʼ ἔνιοι τὸν ἴδιον βίον ὡς ἀτερπέστατον θέαμα προσιδεῖν οὐχ ὑπομένουσιν οὐδʼ ἀνακλάσαι τὸν λογισμὸν ὡς φῶς ἐφʼ ἑαυτοὺς καὶ περιαγαγεῖν, ἀλλʼ ἡ ψυχὴ γέμουσα κακῶν παντοδαπῶν καὶ φρίττουσα καὶ φοβουμένη τὰ ἔνδον ἐκπηδᾷ θύραζε καὶ πλανᾶται περὶ τἀλλότρια, βόσκουσα καὶ πιαίνουσα τὸ κακόηθες. ὡς γὰρ ὄρνις ἐν οἰκίᾳ οἰκίᾳ ] οἰκίσκῳ Valckenarius πολλάκις, τροφῆς πολλῆς πολλάκις τροφῆς πολλῆς *: πολλάκις τροφῆς aut τροφῆς πολλῆς παρακειμένης, εἰς γωνίαν καταδῦσα σκαλεύει ἔνθα γέ που διαφαίνεθʼ ἅτʼ ἐν κοπρίῃ κοπρίῃ idem: κοπρίᾳ μία κριθή· versum Callimacho tribuit Schneiderus παραπλησίως οἱ πολυπράγμονες, ὑπερβάντες τοὺς ἐν μέσῳ λόγους καὶ ἱστορίας καὶ ἃ μηδεὶς κωλύει πυνθάνεσθαι μηδʼ ἄχθεται πυνθανομένοις, τὰ κρυπτόμενα καὶ λανθάνοντα κακὰ πάσης οἰκίας ἐκλέγουσι. καίτοι γε τὸ τοῦ Αἰγυπτίου χάριεν πρὸς τὸν ἐρωτῶντα τί φέρει συγκεκαλυμμένον, διὰ τοῦτο συγκεκάλυπται καὶ σὺ δὴ τί πολυπραγμονεῖς τὸ ἀποκρυπτόμενον; εἰ μή τι κακὸν ἦν, οὐκ ἂν ἀπεκρύπτετο. καίτοι μὴ κόψαντά γε θύραν εἰς οἰκίαν ἀλλοτρίαν οὐ νομίζεται παρελθεῖν ἀλλὰ νῦν μὲν εἰσὶ θυρωροί, πάλαι δὲ ῥόπτρα κρουόμενα πρὸς ταῖς θύραις αἴσθησιν παρεῖχεν, ἵνα μὴ τὴν οἰκοδέσποιναν ἐν μέσῳ καταλάβῃ ὁ ἀλλότριος ἢ τὴν παρθένον ἢ κολαζόμενον οἰκέτην ἢ κεκραγυίας τὰς θεραπαινίδας· ὁ δὲ πολυπράγμων ἐπʼ αὐτὰ ταῦτα παραδύεται, σώφρονος μὲν οἰκίας καὶ καθεστώσης οὐδʼ ἂν παρακαλῇ τις ἡδέως γιγνόμενος θεατής· ὧν δʼ ἕνεκα κλεὶς καὶ μοχλὸς καὶ αὔλειος, ταῦτʼ ἀνακαλύπτων καὶ φέρων εἰς τὸ μέσον ἑτέροις. καίτοι καὶ τῶν ἀνέμων μάλιστα δυσχεραίνομεν ὡς Ἀρίστων φησὶν ὅσοι τὰς περιβολὰς ἀναστέλλουσιν ἡμῶν· ὁ δὲ πολυπράγμων οὐ τὰ ἱμάτια τῶν πέλας οὐδὲ τοὺς χιτῶνας, ἀλλὰ τοὺς τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάννυσι, καὶ διὰ παρθενικῆς ἁπαλόχροος Hes. OD 519 ὡς πνεῦμα διαδύεται καὶ διέρπει, βακχεῖα καὶ χοροὺς καὶ παννυχίδας ἐξετάζων καὶ συκοφαντῶν. καὶ καθάπερ τοῦ κωμῳδουμένου Κλέωνος τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν. Arist. Equ . 79 οὕτω τοῦ πολυπράγμονος ὁ νοῦς νοῦς δʼ idem: δὲ νοῦς ἅμʼ ἐν πλουσίων οἴκοις ἐστὶν ἐν δωματίοις πενήτων ἐν αὐλαῖς βασιλέων ἐν θαλάμοις νεογάμων · πάντα πάντα ] παντοῖᾳ R πράγματα ζητεῖ, τὰ ξένων τὰ ἡγεμόνων· οὐδʼ ἀκινδύνως ταῦτα ζητῶν· ἀλλʼ οἷον, εἴ τις ἀκονίτου γεύοιτο γεύοιτο ] additamentum librarii vid. πολυπραγμονῶν τὴν ποιότητα, φθάσει τῆς αἰσθήσεως προανελὼν τὸν προαισθανόμενον· malim τό προαισθανόμενον (R) οὕτως οἱ τὰ τῶν μειζόνων κακὰ ζητοῦντες προαναλίσκουσι τῆς γνώσεως ἑαυτούς. καὶ γὰρ οἱ τοῦ ἡλίου τὴν ἄφθονόν γε ταύτην καὶ κατακεχυμένην ἅπασιν ἀκτῖνα παρορῶντες, αὐτὸν δὲ τὸν κύκλον ἀναιδῶς καταβλέπειν καὶ διαστέλλειν τὸ φῶς εἴσω βιαζόμενοι καὶ τολμῶντες, ἀποτυφλοῦνται. διὸ καλῶς Φιλιππίδης ὁ κωμῳδιοποιός, εἰπόντος αὐτῷ ποτε Λυσιμάχου τοῦ βασιλέως τίνος σοι τῶν ἐμῶν μεταδῶ; μόνον εἶπεν ὦ βασιλεῦ, μὴ τῶν ἀπορρήτων τὰ γὰρ ἥδιστα καὶ κάλλιστα τῶν βασιλέων ἔξω πρόκειται, τὰ δεῖπνα, οἱ πλοῦτοι, αἱ πανηγύρεις, αἱ χάριτες· εἰ δέ τι ἀπόρρητον ἐστι, μὴ προσέλθῃς μηδὲ κινήσῃς;. οὐ κρύπτεται χαρὰ βασιλέως εὐτυχοῦντος οὐδὲ γέλως παίζοντος οὐδὲ φιλανθρωπίας; παρασκευὴ καὶ χάριτος· φοβερόν ἐστι τὸ κρυπτόμενον, σκυθρωπὸν ἀγέλαστον δυσπρόσιτον, ὀργῆς τινος ὑπούλου θησαυρὸς ἢ τιμωρίας βαρυθύμου σκέψις ἢ ζηλοτυπία γυναικὸς ἢ πρὸς υἱὸν ὑποψία τις ἢ πρὸς φίλον ἀπιστία. φεῦγε τὸ μελαῖνον τοῦτο καὶ συνιστάμενον νέφος· οὐ λήσεταί σε βροντῆσαν οὐδʼ ἀστράψαν, ὅταν ἐκραγῇ τὸ νῦν κρυπτόμενον. τίς οὖν ἡ φυγή; περισπασμός, ὡς εἴρηται, καὶ μεθολκὴ τῆς πολυπραγμοσύνης μάλιστα μὲν μὲν ] opponitur ἀλλʼ εἰ δεῖ κἑ p. 340, 21 ἐπὶ τὰ βελτίω καὶ τὰ ἡδίω τρέψαντι τὴν ψυχήν. τὰ ἐν οὐρανῷ πολυπραγμόνει τὰ ἐν γῇ τὰ ἐν ἀέρι τὰ ἐν θαλάττῃ. μικρῶν μικρῶν ] malim ἢ μικρῶν πέφυκας ἢ μεγάλων φιλοθεάμων εἰ μεγάλων, ἥλιον πολυπραγμόνει ποῦ ποῦ ] ποι ? κάτεισι καὶ πόθεν ἄνεισι· ζήτει τὰς ἐν σελήνῃ καθάπερ ἐν ἀνθρώπῳ μεταβολάς, ποῦ τοσοῦτον κατανάλωσε φῶς πόθεν αὖθις, ἐκτήσατο, πῶς ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα Nauck. p. 315 πρόσωπα καλλύνουσα καὶ πληρουμένη· χὤταν περ αὑτῆς εὐπρεπεστάτη φανῇ, πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται. καὶ ταῦτʼ ἀπόρρητʼ ἐστὶ φύσεως, ἀλλʼ οὐκ ἄχθεται τοῖς ἐλέγχουσιν. ἀλλὰ τῶν μεγάλων ἀπέγνωκας; πολυπραγμόνει τὰ μικρότερα, πῶς τῶν φυτῶν τὰ μὲν ἀεὶ τέθηλε καὶ χλοάζει καὶ ἀγάλλεται παντὶ καιρῷ τὸν ἑαυτῶν ἐπιδεικνύμενα πλοῦτον, τὰ δὲ νῦν μέν ἐστιν ὅμοια τούτοις, νῦν δʼ ὥσπερ ἀνοικονόμητος ἄνθρωπος ἐκχέαντʼ ἀθρόως τὴν περιουσίαν γυμνὰ καὶ πτωχὰ καταλείπεται· διὰ τί δὲ τὰ μὲν προμήκεις τὰ δὲ γωνιώδεις τὰ δὲ στρογγύλους καὶ περιφερεῖς ἐκδίδωσι καρπούς. ἴσως δὲ ταῦτʼ οὐ πολυπραγμονήσεις, ὅτι τούτοις οὐδὲν κακὸν ἔστιν. ἀλλʼ εἰ δεῖ πάντως τὸ περίεργον ἐν φαύλοις τισὶν ὥσπερ ἑρπετὸν ἐν θανασίμοις ὕλαις ἀεὶ νέμεσθαι καὶ διατρίβειν, ἐπὶ τὰς ἱστορίας ἀγάγωμεν αὐτὸ καὶ παραβάλωμεν ἀφθονίαν κακῶν καὶ περιουσίαν· ἐνταῦθα γὰρ ἔνεισι πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ πεσήματʼ - κἀπολακτισμοὶ Duebnerus: πεσήματα - καὶ ἀπολακτισμοὶ βίων· βίου Aeschylus Aesch. Suppl . 937 φθοραὶ γυναικῶν, ἐπιθέσεις οἰκετῶν, διαβολαὶ φίλων, παρασκευαὶ φαρμάκων, φθόνοι, ζηλοτυπίαι, ναυάγιʼ οἴκων, ναυάγιʼ οἴκων distinxit Duebnerus ἐκπτώσεις ἡγεμονιῶν ἐμπίπλασο καὶ τέρπε σαυτόν, ἐνοχλῶν μηδενὶ τῶν συνόντων μηδὲ λυπῶν.