τοῦτο τοίνυν πρῶτον ὑπομιμνήσκωμεν αὐτούς, ὅτι, καθάπερ τὸν οἶνον ἡδονῆς ἕνεκα καὶ φιλοφροσύνης εὑρημένον οἱ προσβιαζόμενοι πολὺν πίνειν καὶ ἄκρατον ἐνίους εἰς ἀηδίαν καὶ παροινίαν τρέπουσιν, οὕτω τὸν λόγον ἣδιστον ὄντα καὶ φιλανθρωπότατον συμβόλαιον οἱ χρώμενοι κακῶς καὶ προχείρως ἀπάνθρωπον ποιοῦσι καὶ ἄμικτον, οἷς οἴονται χαρίζεσθαι λυποῦντες καὶ ἀφʼ ὧν ἀφʼ ὦν ] cf. Symbolas meas θαυμάζεσθαι καταγελώμενοι καὶ διʼ ὧν φιλεῖσθαι δυσχεραινόμενοι. ὥσπερ οὖν ὁ τῷ κεστῷ τοὺς ὁμιλοῦντας ἀποστρέφων καὶ ἀπελαύνων ἀναφρόδιτος, οὕτως τῷ λόγῳ λυπῶν καὶ ἀπεχθανόμενος ἄμουσός τις καὶ ἄτεχνός ἐστι. τῶν δʼ ἄλλων παθῶν καὶ νοσημάτων τὰ μέν ἐστιν ἐπικίνδυνα τὰ δὲ μισητὰ τὰ δὲ καταγέλαστα, τῇ δʼ ἀδολεσχίᾳ πάντα συμβέβηκε. χλευάζονται μὲν γὰρ ἐν ταῖς κοιναῖς διηγήσεσι, μισοῦνται δὲ διὰ τὰς τῶν κακῶν προσαγγελίας, κινδυνεύουσι δὲ τῶν ἀπορρήτων μὴ κρατοῦντες, ὅθεν Ἀνάχαρσις ἑστιαθεὶς παρὰ Σόλωνι καὶ κοιμώμενος, ὤφθη τὴν μὲν ἀριστερὰν χεῖρα τοῖς μορίοις τὴν δὲ δεξιὰν τῷ στόματι προσκειμένην ἔχων· ἐγκρατεστέρου γὰρ ᾤετο χαλινοῦ δεῖσθαι τὴν γλῶτταν, ὀρθῶς οἰόμενος. οὐ γὰρ ἄν τις ἐξαριθμήσαιτο ῥᾳδίως ἄνδρας τοσούτους ἀφροδισίων ἀκρασίᾳ πεπτωκότας, ὅσας πόλεις καὶ ἡγεμονίας λόγος ἐξενεχθεὶς ἀπόρρητος ἀναστάτους ἐποίησε. Σύλλας ἐπολιόρκει τὰς Ἀθήνας, οὐκ ἔχων σχολὴν ἐνδιατρῖψαι χρόνον πολὺν ἐπεὶ πόνος ἄλλος ἔπειγεν Hom. λ 54 ἡρπακότος μὲν Ἀσίαν Μιθριδάτου τῶν δὲ περὶ Μάριον αὖθις ἐν Ῥώμῃ κρατούντων· ἀλλὰ πρεσβυτῶν τινων ἐπὶ κουρείου διαλεγομένων ὡς οὐ φυλάττεται τὸ Ἑπτάχαλκον καὶ κινδυνεύει τὸ ἄστυ κατʼ ἐκεῖνο ληφθῆναι τὸ μέρος, ἀκούσαντες οἱ κατάσκοποι πρὸς τὸν Σύλλαν ἐξήγγειλαν. ὁ δʼ εὐθὺς τὴν δύναμιν προσαγαγὼν περὶ μέσας νύκτας εἰσήγαγε τὸ στράτευμα, καὶ μικροῦ μὲν κατέσκαψε τὴν πόλιν τὴν πόλιν ] om. mei codd. ἐνέπλησε δὲ φόνου καὶ νεκρῶν, ὥστε τὸν Κεραμεικὸν αἵματι ῥυῆναι. χαλεπῶς δὲ πρὸς τοὺς Ἀθηναίους ἔσχε διὰ τοὺς λόγους μᾶλλον ἢ τὰ ἔργα· κακῶς γὰρ αὐτὸν ἔλεγον καὶ τὴν Μετέλλαν, ἀναπηδῶντες ἐπὶ τὰ τείχη καὶ σκώπτοντες συκάμινον ἔσθʼ ὁ Σύλλας ἀλφίτῳ πεπασμένον,ʼ cf. Vit. Sull. c. 2 καὶ τοιαῦτα πολλὰ φλυαροῦντες ἐπεσπάσαντο κουφοτάτου πράγματος λόγων ὥς φησιν ὁ Πλάτων Πλάτων ] de Legg. p. 717 c βαρυτάτην ζημίαν τὴν δὲ Ῥωμαίων πόλιν ἐκώλυσεν ἐλευθέραν γενέσθαι, Νέρωνος ἀπαλλαγεῖσαν, ἑνὸς ἀνδρὸς ἀδολεσχία. μία γὰρ ἦν νύξ, μεθʼ ἣν ἔδει τὸν τύραννον ἀπολωλέναι, παρεσκευασμένων ἀπάντων · ὁ δὲ μέλλων αὐτὸν ἀποκτιννύναι, πορευόμενος εἰς θέατρον ἰδών τινα τῶν δεδεμένων ἐπὶ θύραις μέλλοντα προσάγεσθαι τῷ Νέρωνι καὶ τὴν αὑτοῦ τύχην ἀποδυρόμενον, ἐγγὺς προσῆλθεν αὐτῷ καὶ προσψιθυρίσας εὔχου φησὶν ὦ ἄνθρωπε, τὴν σήμερον ἡμέραν παρελθεῖν μόνον, αὔριον δέ μοι εὐχαριστήσεις. ἁρπάσας οὖν τὸ αἰνιχθὲν ἐκεῖνος καὶ νοήσας, οἶμαι, ὅτι νήπιος, ὃς τὰ ἕτοιμα λιπὼν ἀνέτοιμα διώκει Hesiodo tribuitur; cf. fr. 245 ed. Rzach. τὴν βεβαιοτέραν εἵλετο σωτηρίαν πρὸ τῆς δικαιοτέρας. ἐμήνυσε γὰρ τῷ Νέρωνι τὴν φωνὴν τἀνθρώπου· τἀνθρώπου *: τοῦ ἀνθρωπου κἀκεῖνος εὐθὺς ἀνήρπαστο, καὶ βάσανοι καὶ πῦρ καὶ μάστιγες ἐπʼ αὐτόν, ἀρνούμενον πρὸς τὴν ἀνάγκην ἃ χωρὶς ἀνάγκης ἐμήνυσε. Ζήνων δʼ ὁ φιλόσοφος, ἵνα μηδʼ ἄκοντος αὐτοῦ πρόηταί τι τῶν ἀπορρήτων ἐκβιαζόμενον τὸ σῶμα σῶμα ] στόμα P. Papageorgiu ταῖς ἀνάγκαις, διαφαγὼν τὴν γλῶτταν προσέπτυσε τῷ τυράννῳ. καλὸν δὲ καὶ Λέαινα τῆς ἐγκρατείας ἔχει γέρας· ἑταίρα τῶν περὶ Ἁρμόδιον ἦν καὶ Ἀριστογείτονα καὶ τῆς ἐπὶ τοὺς τυράννους συνωμοσίας ἐκοινώνει ταῖς ἐλπίσιν ὡς γυνή· καὶ γὰρ αὕτη περὶ τὸν καλὸν ἐκεῖνον ἐβάκχευσε κρατῆρα τοῦ ἔρωτος, καὶ κατωργίαστο διὰ τοῦ θεοῦ τοῖς ἀπορρήτοις. ὡς οὖν ἐκεῖνοι πταίσαντες ἀνῃρέθησαν, ἀνακρινομένη καὶ κελευομένη κελευομένη ] κολαζομένη codex D φράσαι τοὺς ἔτι λανθάνοντας οὐκ ἔφρασεν, ἀλλʼ ἐνεκαρτέρησεν, ἐπιδείξασα τοὺς ἄνδρας οὐδὲν ἀνάξιον ἑαυτῶν παθόντας, εἰ τοιαύτην ἠγάπησαν. Ἀθηναῖοι δὲ χαλκῆν ποιησάμενοι, λέαιναν ἄγλωσσον ἐν πύλαις τῆς ἀκροπόλεως ἀνέθηκαν, τῷ μὲν θυμοειδεῖ τοῦ ζῴου τὸ ἀήττητον αὐτῆς τῷ δʼ ἀγλώσσῳ τὸ σιωπηρὸν καὶ μυστηριῶδες ἐμφαίνοντες οὐδεὶς γὰρ οὕτω λόγος ὠφέλησε ῥηθεὶς ὡς πολλοὶ σιωπηθέντες· ἔστι γὰρ εἰπεῖν ποτε τὸ σιγηθέν, οὐ μὴν σιωπῆσαί γε τὸ λεχθέν, ἀλλʼ ἐκκέχυται καὶ διαπεφοίτηκεν. ὅθεν οἶμαι τοῦ μὲν λέγειν ἀνθρώπους τοῦ δὲ σιωπᾶν θεοὺς διδασκάλους ἔχομεν, ἐν τελεταῖς καὶ μυστηρίοις σιωπὴν παραλαμβάνοντες. ὁ δὲ ποιητὴς τὸν λογιώτατον Ὀδυσσέα σιωπηλότατον πεποίηκε, καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὴν γυναῖκα καὶ τὴν τροφόν· ἀκούεις γὰρ λεγούσης ἕξω δʼ ἠύτε περ κρατερὴ δρῦς ἠύτε - δρῦς ] ὡς ὅτε τις στερεὴ λίθος Homerus ἠὲ σίδηρος Hom. τ 494 αὐτὸς δὲ τῇ Πηνελόπῃ παρακαθήμενος θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, idem τ 210 ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος, ἀτρέμας ἐν βλεφάροισιν. οὕτω τὸ σῶμα μεστὸν ἦν αὐτῷ πανταχόθεν ἐγκρατείας , καὶ πάντʼ ἔχων ὁ λόγος εὐπειθῆ καὶ ὑποχείρια προσέταττε τοῖς ὄμμασι μὴ δακρύειν, τῇ γλώττῃ μὴ φθέγγεσθαι, τῇ καρδίᾳ μὴ τρέμειν μηδʼ ὑλακτεῖν. τῷ δʼ αὖτʼ δʼ αὖτʼ ] δὲ μάλʼ idem ἐν πείσῃ κραδίη μένε τετληυῖα Hom. υ 23 μέχρι τῶν ἀλόγων κινημάτων διήκοντος τοῦ λογισμοῦ καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα πεποιημένου κατήκοον ἑαυτῷ καὶ χειρόηθες. τοιοῦτοι δὲ καὶ οἱ πολλοὶ τῶν ἑταίρων· τὸ γὰρ ἑλκομένους καὶ προσουδιζομένους ὑπὸ τοῦ Κύκλωπος μὴ κατειπεῖν τοῦ Ὀδυσσέως μηδὲ δεῖξαι τὸ πεπυρακτωμένον ἐκεῖνο καὶ παρεσκευασμένον ὄργανον ἐπὶ τὸν ὀφθαλμόν, ἀλλʼ ὠμοὺς ἐσθίεσθαι μᾶλλον ἢ φράσαι τι τῶν ἀπορρήτων, ὑπερβολὴν ἐγκρατείας καὶ πίστεως οὐκ ἀπολέλοιπεν. ἀπολέλοιπεν R: ἐκλέλοιπεν ὅθεν ὁ Πιττακὸς οὐ κακῶς, τοῦ Αἰγυπτίων βασιλέως πέμψαντος ἱερεῖον αὐτῷ καὶ κελεύσαντος τὸ κάλλιστον καὶ χείριστον ἐξελεῖν κρέας, ἐξέπεμψεν ἐξελὼν τὴν γλῶτταν ὡς ὄργανον μὲν ἀγαθῶν ὄργανον δὲ κακῶν. τῶν μεγίστων οὖσαν. ἡ δʼ Εὐριπίδειος Ἰνὼ παρρησίαν ἄγουσα περὶ αὑτῆς εἰδέναι φησὶ σιγᾶν θʼ ὅπου ὅπου Stobaeus 89, 9: ὅποι δεῖ καὶ λέγειν ἵνʼ ἀσφαλές. Nauck. p. 486 οἱ γὰρ εὐγενοῦς καὶ βασιλικῆς τῷ ὄντι παιδείας τυχόντες πρῶτον σιγᾶν εἶτα λαλεῖν μανθάνουσιν. Ἀντίγονος γοῦν ὁ βασιλεὺς ἐκεῖνος, ἐρωτήσαντος αὐτὸν τοῦ υἱοῦ πηνίκα μέλλουσιν ἀναζευγνύειν, τί δέδοικας; εἶπε μὴ μόνος οὐκ ἀκούσῃς τῆς σάλπιγγος; οὐκ ἄρα φωνὴν ἐπίστευεν ἀπόρρητον ᾧ τὴν βασιλείαν ἀπολείπειν ἔμελλεν; ἐδίδασκε μὲν οὖν αὐτὸν ἐγκρατῶς ἔχειν πρὸς τὰ τοιαῦτα καὶ πεφυλαγμένως. Μέτελλος δʼ ὁ γέρων ἕτερόν τι τοιοῦτον τοιοῦτον *: τοιοῦτο ἐπερωτώμενος ἐπὶ στρατείας εἰ φησὶν ᾤμην τὸν χιτῶνά μοι συνειδέναι τοῦτο τἀπόρρητον, τἀπόρρητον * hic et infra: τὸ ἀπόρρητον ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ τὸ πῦρ ἔθηκα Εὐμένης δʼ ἀκούσας ἐπέρχεσθαι Κρατερὸν οὐδενὶ τῶν τὸ p. 202 a φίλων ἔφρασεν, ἀλλʼ ἐψεύσατο Νεοπτόλεμον εἶναι· τούτου γὰρ οἱ στρατιῶται κατεφρόνουν, ἐκείνου δὲ καὶ τὴν δόξαν ἐθαύμαζον καὶ τὴν ἀρετὴν ἠγάπων. ἔγνω δʼ οὐδεὶς ἄλλος, ἀλλὰ συμβαλόντες ἐκράτησαν καὶ ἀπέκτειναν αὐτὸν ἀγνοοῦντες καὶ νεκρὸν ἐπέγνωσαν. οὕτως ἐστρατήγησεν ἡ σιωπὴ τὸν ἀγῶνα καὶ τηλικοῦτον ἀνταγωνιστὴν ἀπέκρυψεν· ὥστʼ αὐτὸν τοὺς φίλους μὴ προειπόντα θαυμάζειν μᾶλλον ἢ μέμφεσθαι· κἂν μέμφηται δέ τις, ἐγκαλεῖσθαι βέλτιόν ἐστι σωθέντα διʼ ἀπιστίαν ἢ κατηγορεῖν ἀπολλύμενον διὰ τὸ πιστεῦσαι. τίς δʼ ὅλως ἑαυτῷ παρρησίαν ἀπολέλοιπε κατὰ τοῦ μὴ σιωπήσαντος; εἰ γὰρ ἀγνοεῖσθαι τὸν λόγον ἔδει, κακῶς ἐλέχθη πρὸς ἄλλον· εἰ δʼ ἀφεὶς ἐκ σεαυτοῦ κατέχεις ἐν ἑτέρῳ τἀπόρρητον, εἰς ἀλλοτρίαν πίστιν καταπέφευγας τὴν σεαυτοῦ προέμενος. κἂν μὲν ἐκεῖνος ὅμοιός σοι γένηται, δικαίως ἀπόλωλας· ἂν δὲ βελτίων, σῴζῃ παραλόγως ἕτερον εὑρὼν ὑπὲρ σεαυτὸν πιστότερον. ἀλλὰ φίλος οὗτος ἐμοί. τούτῳ δʼ ἕτερός τις, ᾧ πιστεύσει καὶ οὗτος ὡς ἐγὼ τούτῳ· κἀκεῖνος ἄλλῳ πάλιν· εἶθʼ οὕτως ἐπιγονὴν λαμβάνει καὶ πολλαπλασιασμόν, εἰρομένης τῆς ἀκρασίας, ὁ λόγος. ὡς γὰρ ἡ μονὰς οὐκ ἐκβαίνει τὸν ἑαυτῆς ὅρον ἀλλʼ ἅπαξ τὸ ἓν μένει, διὸ κέκληται μονάς· ἡ δὲ δυὰς ἀρχὴ διαφορᾶς ἀόριστος· εὐθὺς γὰρ ἑαυτὴν ἐξίστησι τῷ διπλασιασμῷ εἰς τὸ πλῆθος τρεπομένη· οὕτω λόγος ἐν τῷ πρώτῳ καταμένων ἀπόρρητος ὡς ἀληθῶς ἐστιν· ἂν δʼ εἰς ἕτερον ἐκβῇ φήμης ἔσχε τάξιν. ἔπεα Hom. B 7. Φ 73. passim γάρ πτερόεντα φησὶν ὁ ποιητής οὔτε γὰρ πτηνὸν οὔτε γὰρ πτηνὸν κἑ ] cf. Nauck. p. 691 ἐκ τῶν χειρῶν ἀφέντα ῥᾴδιόν ἐστιν αὖθις κατασχεῖν, οὔτε λόγον ἐκ τοῦ στόματος προέμενον κρατῆσαι καὶ συλλαβεῖν δυνατόν, ἀλλὰ φέρεται λαιψηρὰ κυκλώσας πτερά cf. p. 750 b διʼ ἄλλων διʼ ἄλλων ] διʼ ἄμενων codex D, unde fort. διʼ ἀνέμων corrigendum ἐπʼ ἄλλους σκιδνάμενος. νεὼς μὲν γὰρ ἁρπαγείσης ὑπὸ πνεύματος ἐπιλαμβάνονται, σπείραις καὶ ἀγκύραις τὸ τάχος ἀμβλύνοντες· τοῦ λόγου δʼ ὥσπερ ἐκ λιμένων ἐκδραμόντος οὐκ ἔστιν ὅρμος οὐδʼ ἀγκυροβόλιον, ἀλλὰ ψόφῳ πολλῷ καὶ ἤχῳ φερόμενος προσέρρηξε καὶ κατέδυσεν εἰς μέγαν τινὰ καὶ δεινὸν τὸν φθεγξάμενον κίνδυνον. μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας Nauck. p. 486 πρήσειεν ἄν τις· καὶ πρὸς ἄνδρʼ εἰπὼν ἕνα, πύθοιντʼ ἂν ἀστοὶ πάντες.