<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2" type="edition" xml:lang="grc"><div n="16" subtype="section" type="textpart"><p rend="indent">ταῦτα δʼ οὐ κατηγορίαν ἡγητέον ἀλλʼ ἰατρείαν <milestone n="25" unit="tlnum"/> <milestone n="510d" unit="stephpage" xml:id="stephpage-510d"/> τῆς ἀδολεσχίας· τῶν γὰρ παθῶν κρίσει καὶ ἀσκήσει περιγιγνόμεθα, προτέρα δʼ ἡ κρίσις ἐστίν. <pb xml:id="v.3.p.323"/> οὐδεὶς γὰρ ἐθίζεται φεύγειν καὶ ἀποτρίβεσθαι τῆς ψυχῆς ὃ μὴ δυσχεραίνει. δυσχεραίνομεν δὲ τὰ πάθη, ὅταν τὰς βλάβας καὶ τὰς αἰσχύνας τὰς ἀπʼ αὐτῶν τῷ λόγῳ κατανοήσωμεν ὥσπερ νῦν κατανοοῦμεν ἐπὶ <milestone n="5" unit="tlnum"/> τῶν ἀδολέσχων, ὅτι φιλεῖσθαι βουλόμενοι μισοῦνται, χαρίζεσθαι θέλοντες ἐνοχλοῦσι, θαυμάζεσθαι δοκοῦντες καταγελῶνται, κερδαίνοντες οὐδὲν ἀναλίσκουσιν· <milestone n="510e" unit="stephpage" xml:id="stephpage-510e"/> ἀδικοῦσι τοὺς φίλους, ὠφελοῦσι τοὺς ἐχθρούς, ἑαυτοὺς ἀπολλύουσιν. ὥστε τοῦτο πρῶτον <milestone n="10" unit="tlnum"/> ἴαμα καὶ φάρμακόν ἐστι τοῦ πάθους, ὁ τῶν ἀπʼ αὐτοῦ γιγνομένων αἰσχρῶν καὶ ὀδυνηρῶν ἐπιλογισμός.</p></div><div n="17" subtype="section" type="textpart"><p rend="indent">δευτέρῳ δὲ χρηστέον ἐπιλογισμῷ τῷ τῶν ἐναντίων, ἀκούοντας ἀεὶ καὶ μεμνημένους καὶ πρόχειρʼ ἔχοντας τὰ τῆς ἐχεμυθίας ἐγκώμια, καὶ τὸ σεμνὸν <milestone n="15" unit="tlnum"/> καὶ τὸ ἅγιον καὶ τὸ μυστηριῶδες τῆς σιωπῆς, καὶ ὅτι θαυμάζονται μᾶλλον καὶ ἀγαπῶνται καὶ σοφώτεροι δοκοῦσι τῶν ἐξηνίων τούτων καὶ φερομένων οἱ στρογγύλοι καὶ βραχυλόγοι, καὶ ὧν πολὺς νοῦς ἐν ὀλίγῃ λέξει συνέσταλται. καὶ γὰρ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>Protag.</title> p. 342 e</note> τοὺς <milestone n="20" unit="tlnum"/> <milestone n="510f" unit="stephpage" xml:id="stephpage-510f"/> τοιούτους ἐπαινεῖ, δεινοῖς ἀκοντισταῖς ἐοικέναι λέγων, οὖλα καὶ πυκνὰ καὶ συνεστραμμένα φθεγγομένους. καὶ ὁ Λυκοῦργος εἰς ταύτην τὴν δεινότητα τοὺς πολίτας εὐθὺς ἐκ παίδων τῇ σιωπῇ πιέζων συνῆγε καὶ κατεπύκνου. καθάπερ γὰρ οἱ Κελτίβηρες <milestone n="25" unit="tlnum"/> ἐκ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκ</foreign>] del. W</note> τοῦ σιδήρου τὸ στόμωμα ποιοῦσιν, ὅταν· κατορύξαντες εἰς τὴν γῆν τὸ πολὺ καὶ γεῶδες ἀποκαθήρωσιν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀποκαθήρωσιν</foreign> *: <foreign xml:lang="grc">ἀποκαθάρωσιν</foreign> </note> οὕτως ὁ Λακωνικὸς λόγος οὐκ ἔχει <pb xml:id="v.3.p.324"/> φλοιόν, ἀλλʼ εἰς αὐτὸ τὸ δραστήριον ἀφαιρέσει τοῦ περιττοῦ διωκόμενος στομοῦται· τὸ γὰρ ἀποφθεγματικὸν αὐτοῖς τοῦτο καὶ τὸ μετʼ εὐστροφίας ὀξὺ πρὸς <milestone n="511a" unit="stephpage" xml:id="stephpage-511a"/> τὰς ἀπαντήσεις ἐκ τῆς πολλῆς περιγίγνεται σιωπῆς. <milestone n="5" unit="tlnum"/> καὶ δεῖ τὰ τοιαῦτα μάλιστα τοῖς ἀδολέσχοις προβάλλειν ὅσην χάριν ἔχει καὶ δύναμιν, οἷόν ἐστι τὸ <q>Λακεδαιμόνιοι Φιλίππῳ Διονύσιος ἐν Κορίνθῳ</q> καὶ πάλιν γράψαντος αὐτοῖς τοῦ Φιλίππου <q>ἂν ἐμβάλω εἰς τὴν Λακωνικήν, ἀναστάτους ὑμᾶς ποιήσω, <milestone n="10" unit="tlnum"/></q> ἀντέγραψαν <q>αἴκα.</q> Δημητρίου δὲ τοῦ βασιλέως ἀγανακτοῦντος καὶ βοῶντος <q>ἕνα πρὸς ἐμὲ Λακεδαιμόνιοι πρεσβευτὴν ἔπεμψαν</q> οὐ καταπλαγεὶς ὁ πρεσβευτής <q>ἕνʼ</q> εἶπε <q>ποτὶ ἕνα</q> θαυμάζονται δὲ καὶ <milestone n="511b" unit="stephpage" xml:id="stephpage-511b"/> τῶν παλαιῶν οἱ βραχυλόγοι. καὶ τῷ ἱερῷ τοῦ Πυθίου <milestone n="15" unit="tlnum"/>Ἀπόλλωνος οὐ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν οὐδὲ τοὺς Πινδάρου παιᾶνας ἐπέγραψαν οἱ Ἀμφικτύονες, ἀλλὰ τὸ <q>γνῶθι σαυτόν</q> καὶ τὸ <q>μηδὲν ἄγαν</q> καὶ τὸ <q>ἐγγύα πάρα δʼ ἄτα,</q> θαυμάσαντες τῆς λέξεως τὸ εὔογκον καὶ τὸ λιτόν, ἐν βραχεῖ σφυρήλατον νοῦν <milestone n="20" unit="tlnum"/> περιεχούσης. αὐτὸς δʼ ὁ θεὸς οὐ φιλοσύντομός ἐστι καὶ βραχυλόγος ἐν τοῖς χρησμοῖς, καὶ Λοξίας καλεῖται διὰ τὸ φεύγειν τὴν ἀδολεσχίαν μᾶλλον ἢ τὴν ἀσάφειαν; οἱ δὲ συμβολικῶς ἄνευ φωνῆς ἃ δεῖ φράζοντες οὐκ ἐπαινοῦνται καὶ θαυμάζονται διαφερόντως; <milestone n="25" unit="tlnum"/> <milestone n="511c" unit="stephpage" xml:id="stephpage-511c"/> ὡς Ἡράκλειτος, ἀξιούντων αὐτὸν τῶν πολιτῶν γνώμην τινʼ εἰπεῖν περὶ ὁμονοίας, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ λαβὼν ψυχροῦ κύλικα καὶ τῶν ἀλφίτων ἐπιπάσας καὶ τῷ γλήχωνι κινήσας, ἐκπιὼν ἀπῆλθεν ἐπιδειξάμενος αὐτοῖς, ὅτι τὸ τοῖς τυχοῦσιν ἀρκεῖσθαι <pb xml:id="v.3.p.325"/> καὶ μὴ δεῖσθαι τῶν πολυτελῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατηρεῖ τὰς πόλεις. Σκιλοῦρος δὲ καταλιπὼν ὀγδοήκοντα παῖδας, ὁ Σκυθῶν βασιλεύς, ᾔτησε δέσμην δορατίων, ὅτʼ ἀπέθνῃσκε, καὶ λαβόντας ἐκέλευσε <milestone n="5" unit="tlnum"/> καταθραῦσαι καὶ κατεάξαι συνδεδεμένην καὶ ἀθρόαν ὡς δʼ ἀπεῖπον, αὐτὸς ἓν καθʼ ἓν ἕλκων πάντα ῥᾳδίως διέκλασε· τὴν συμφωνίαν αὐτῶν καὶ <milestone n="511d" unit="stephpage" xml:id="stephpage-511d"/> τὴν ὁμόνοιαν ἰσχυρὸν ἀποφαίνων καὶ δυσκαθαίρετον, ἀσθενὲς δὲ τὴν διάλυσιν καὶ οὐ μόνιμον. <milestone n="10" unit="tlnum"/> </p></div><div n="18" subtype="section" type="textpart"><p rend="indent">εἰ δὴ ταῦτα καὶ τὰ τοιαῦτα συνεχῶς τις σκοποῖ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σκοποῖ</foreign> *: <foreign xml:lang="grc">σκοπεῖ</foreign> </note> καὶ ἀναλαμβάνοι, παύσαιτʼ ἂν ἴσως ἡδόμενος τῷ φλυαρεῖν. ἐμὲ δὲ κἀκεῖνος ὁ οἰκέτης εὖ μάλα δυσωπεῖ, τὸ προσέχειν τῷ λόγῳ καὶ κρατεῖν προαιρέσεως ἡλίκον ἐστὶν ἐνθυμούμενον. Πούπιος Πείσων <milestone n="15" unit="tlnum"/> ὁ ῥήτωρ μὴ βουλόμενος ἐνοχλεῖσθαι προσέταξε τοῖς οἰκέταις πρὸς τὰ ἐρωτώμενα λαλεῖν καὶ μηδὲν πλέον. εἶτα Κλώδιον ἄρχοντα δεξιώσασθαι βουλόμενος ἐκέλευσε κληθῆναι, καὶ παρεσκευάσατο λαμπρὰν ὡς <milestone n="511e" unit="stephpage" xml:id="stephpage-511e"/> εἰκὸς ἑστίασιν. ἐνστάσης δὲ τῆς ὥρας, οἱ μὲν ἄλλοι <milestone n="20" unit="tlnum"/> παρῆσαν ὁ δὲ Κλώδιος; προσεδοκᾶτο· καὶ πολλάκις ἔπεμψε τὸν εἰωθότα καλεῖν οἰκέτην, ἐποψόμενον εἰ πρόσεισιν. ὡς δʼ ἦν ἑσπέρα καὶ ἀπέγνωστο <q>τί δʼ;</q> ἔφη πρὸς τὸν οἰκέτην <q>ἐκάλεσας αὐτόν;</q> <q>ἔγωγʼ</q> εἶπε. <q>διὰ οὖν οὐκ ἀφῖκται;</q> κἀκεῖνος <q>ὅτι ἠρνήσατο.</q> <q><milestone n="25" unit="tlnum"/> πῶς οὖν οὐκ εὐθὺς ἔφρασας;</q> <q>ὅτι τοῦτὸ μʼ οὐκ ἠρώτησας.</q> οὕτω μὲν Ῥωμαϊκὸς οἰκέτης, ὁ δʼ Ἀττικὸς ἐρεῖ τῷ δεσπότῃ σκάπτων <quote rend="blockquote"> ἐφʼ οἷς γεγόνασιν αἱ διαλύσεις. </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kock. 3 p. 473. cf. p. 518 f.</note> <pb xml:id="v.3.p.326"/> οὕτω μέγα πρὸς πάνθʼ ὁ ἐθισμός ἐστι, καὶ περὶ τούτου γʼ ἤδη λέγωμεν. </p></div><div n="19" subtype="section" type="textpart"><milestone n="511f" unit="stephpage" xml:id="stephpage-511f"/><p rend="indent">οὐ γὰρ ἔστιν ὡς χαλινῶν ἐφαψαμένους ἐπισχεῖν τὸν ἀδολέσχην, ἀλλʼ ἔθει δεῖ κρατῆσαι τοῦ <milestone n="5" unit="tlnum"/> νοσήματος. πρῶτον μὲν οὖν ἐν ταῖς τῶν πέλας ἐρωτήσεσι σαυτὸν ἔθιζε σιωπᾶν, μέχρι οὗ πάντες ἀπείπωνται τὴν ἀπόκρισιν · <quote rend="blockquote"> οὐ γάρ τι βουλῆς ταὐτὸ καὶ δρόμου τέλος </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 312</note> ὥς φησι Σοφοκλῆς, οὐδέ γε φωνῆς καὶ ἀποκρίσεως <milestone n="10" unit="tlnum"/> ἀλλʼ ἐκεῖ μὲν ἡ νίκη τοῦ φθάσαντός ἐστιν, ἐνταῦθα δέ, ἐὰν μὲν ἱκανῶς ἕτερος ἀποκρίνηται, καλῶς ἔχει; συνεπαινέσαντα καὶ συνεπιφήσαντα δόξαν εὐμενοῦς <milestone n="512a" unit="stephpage" xml:id="stephpage-512a"/> ἀνθρώπου λαβεῖν· ἐὰν δὲ μή, τότε καὶ διδάξαι τὸ ἠγνοημένον καὶ ἀναπληρῶσαι τὸ ἐλλεῖπον, ἀνεπίφθονον <milestone n="15" unit="tlnum"/> καὶ οὐκ ἄκαιρόν ἐστι;. μάλιστα δὲ φυλάττωμεν ἑαυτούς, ὅπως μὴ ἑτέρου τινὸς ἐρωτηθέντος αὐτοὶ προλαμβάνωμεν ὑποφθάνοντες τὴν ἀπόκρισιν. ἴσως μὲν γὰρ οὐδʼ ἄλλο τι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλο τι</foreign>] <foreign xml:lang="grc">ἄλλοθι</foreign> Duebnerus</note> καλῶς ἔχον ἐστίν, αἰτηθέντος ἑτέρου, παρωσαμένους ἐκεῖνον αὐτοὺς; ἐπαγγέλλεσθαι· <milestone n="20" unit="tlnum"/> δόξομεν γὰρ ἅμα καὶ τοῦτον ὡς παρασχεῖν ὃ αἰτεῖται μὴ δυνάμενον, κἀκεῖνον ὡς αἰτεῖν παρʼ ὧν δύναται λαβεῖν οὐκ ἐπιστάμενον, ὀνειδίζειν μάλιστα δʼ ὕβριν φέρει περὶ τὰς ἀποκρίσεις ἡ τοιαύτη <milestone n="512b" unit="stephpage" xml:id="stephpage-512b"/> προπέτεια καὶ θρασύτης· συνεμφαίνει γὰρ ὁ φθάνων <milestone n="25" unit="tlnum"/> ἐν τῷ ἀποκρίνασθαι τὸν ἐρωτώμενον τὸ <q>τί τούτου δέῃ;</q> καὶ <q>ʽτί οὗτος οἶδε; κἀμοῦ παρόντος, περὶ τούτων οὐδένα δεῖ ἄλλον ἐρωτᾶν</q> καίτοι πολλάκις <pb xml:id="v.3.p.327"/> τινὰς ἐρωτῶμεν οὐ τοῦ λόγου δεόμενοι, φωνὴν δέ τινα καὶ φιλοφροσύνην ἐκκαλούμενοι παρʼ αὐτῶν, καὶ προαγαγεῖν εἰς ὁμιλίαν ἐθέλοντες, ὡς Σωκράτης Θεαίτητον καὶ Χαρμίδην. ὅμοιον οὖν τῷ τὸν ὑφʼ <milestone n="5" unit="tlnum"/> ἑτέρου βουλόμενον φιληθῆναι προδραμόντα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προδραμόντα</foreign> R praeter necessitatem</note> φιλεῖν αὐτὸν ἢ τὸν ἑτέρῳ προσβλέποντα μεταστρέφειν εἰς ἑαυτὸν τὸ προλαμβάνειν τὰς ἀποκρίσεις καὶ τὰ ὦτα μετάγειν, καὶ τὴν διάνοιαν ἕλκειν καὶ ἀποστρέφειν <milestone n="512c" unit="stephpage" xml:id="stephpage-512c"/> πρὸς ἑαυτόν· ὅπου, κἂν ἀπείπηται τὸν λόγον ὁ αἰτηθείς, <milestone n="10" unit="tlnum"/> ἐπισχόντα καλῶς ἔχει καὶ πρὸς τὸ βουλόμενον τοῦ ἐρωτῶντος ἁρμοσάμενον ὡς ἐπὶ κλῆσιν ἀλλοτρίαν τὴν ἀπόκρισιν, αἰδημόνως καὶ κοσμίως ἀπαντᾶν, καὶ γὰρ οἱ μὲν ἐρωτηθέντες, ἂν σφαλῶσιν ἐν τῷ ἀποκρίνεσθαι, συγγνώμης δικαίας τυγχάνουσιν· <milestone n="15" unit="tlnum"/> ὁ δʼ αὐθαιρέτως ὑφιστάμενος καὶ προλαμβάνων τὸν λόγον ἀηδὴς μέν ἐστι καὶ κατορθῶν, διαμαρτάνων δὲ παντάπασιν ἐπίχαρτος γίγνεται καὶ καταγέλαστος. </p></div><div n="20" subtype="section" type="textpart"><p rend="indent">δεύτερον τοίνυν ἄσκημα πρὸς τὰς ἰδίας ἀποκρίσεις ἐστίν, αἷς οὐχ ἣκιστα δεῖ προσέχειν τὸν ἀδόλεσχον· <milestone n="20" unit="tlnum"/> πρῶτον μέν, ἵνα μὴ λάθῃ τοῖς ἐπὶ γέλωτι <milestone n="512d" unit="stephpage" xml:id="stephpage-512d"/> καὶ ὕβρει προκαλουμένοις εἰς λόγους αὐτὸν ἀποκρινόμενος μετὰ σπουδῆς. ἔνιοι γὰρ οὐδὲν δεόμενοι διατριβῆς δὲ καὶ παιδιᾶς ἕνεκα συνθέντες τινὰς ἐρωτήσεις προβάλλουσι τοῖς τοιούτοις καὶ ἀνακινοῦσιν <milestone n="25" unit="tlnum"/> αὐτῶν τὸν λῆρον· ὃ δεῖ φυλάττεσθαι, καὶ μὴ ταχὺ τῷ λόγῳ μηδʼ ὥσπερ χάριν ἔχοντας ἐπιπηδᾶν, ἀλλὰ καὶ τὸν τρόπον τοῦ πυνθανομένου σκοπεῖν καὶ τὴν χρείαν. ὅταν δὲ φαίνηται τῷ ὄντι βουλόμενος <pb xml:id="v.3.p.328"/> μαθεῖν, ἐθιστέον ἐφιστάναι καὶ ποιεῖν τι διάλειμμα μεταξὺ τῆς ἐρωτήσεως καὶ τῆς ἀποκρίσεως· ἐν ᾧ προσθεῖναι μὲν ὁ ἐρωτῶν, εἴ τι βούλεται, δύναται, <milestone n="512e" unit="stephpage" xml:id="stephpage-512e"/> σκέψασθαι δʼ αὐτὸς περὶ ὧν ἀποκρινεῖται, καὶ μὴ <milestone n="5" unit="tlnum"/> κατατρέχειν μηδὲ καταχωννύναι τὴν ἐρώτησιν, ἔτι πυνθανομένοις πολλάκις ὑπὸ σπουδῆς ἄλλας ἀντʼ ἄλλων ἀποκρίσεις διδόντα.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διδόντα</foreign> R: <foreign xml:lang="grc">διδόντας</foreign> </note> ἡ μὲν γὰρ Πυθία καὶ πρὸ ἐρωτήσεως αὐθωρὶ χρησμοὺς εἴωθέ τινας ἐκφέρειν· ὁ γὰρ θεός, ᾧ λατρεύει, <milestone n="10" unit="tlnum"/> <quote rend="blockquote"> καὶ κωφοῦ ξυνίησι καὶ οὐ λαλέοντος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λαλέοντος</foreign>] <foreign xml:lang="grc">φωνεῦντος</foreign> Herodotus 1, 47</note> ἀκούει. </quote> τὸν δὲ βουλόμενον ἐμμελῶς ἀποκρίνασθαι δεῖ τὴν, διάνοιαν ἀναμεῖναι καὶ τὴν προαίρεσιν ἀκριβῶς καταμαθεῖν <milestone n="512f" unit="stephpage" xml:id="stephpage-512f"/> τοῦ πυνθανομένου, μὴ γένηται τὸ κατὰ τὴν παροιμίαν <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"> ἄμας ἀπῄτουν, οἱ δʼ ἀπηρνοῦντο σκάφας.</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κοξκ. 3 π. 494</foreign></note> ἄλλως δὲ τὸ λάβρον τοῦτο καὶ πρὸς τοὺς λόγους ὀξύπεινον ἀνακρουστέον, ἵνα μὴ δοκῇ καθάπερ ῥεῦμα τῇ γλώττῃ πάλαι προσιστάμενον ἀσμένως ὑπὸ τῆς ἐρωτήσεως ἐξερᾶσθαι.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξερᾶσθαι</foreign> Emperius: <foreign xml:lang="grc">ἐξορᾶσθαι</foreign> </note> καὶ γὰρ ὁ Σωκράτης οὕτως <milestone n="20" unit="tlnum"/> ἐκόλουε τὴν δίψαν, οὐκ ἐφιεὶς ἑαυτῷ πιεῖν μετὰ γυμνάσιον, εἰ μὴ τὸν πρῶτον ἐκχέοι κάδον ἀνιμήσας, ὅπως ἐθίζηται τὸν τοῦ λόγου καιρὸν ἀναμένειν τὸ ἄλογον. <milestone n="513a" unit="stephpage" xml:id="stephpage-513a"/> </p></div></div></body></text></TEI>