<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="502b" unit="stephpage" xml:id="stephpage-502b"/> δύσκολον μὲν ἀναλαμβάνει θεράπευμα καὶ χαλεπὸν ἡ φιλοσοφία τὴν ἀδολεσχίαν. τὸ γὰρ φάρμακον αὐτῆς, ὁ λόγος, ἀκουόντων ἐστίν· οἱ δʼ ἀδόλεσχοι <milestone n="502c" unit="stephpage" xml:id="stephpage-502c"/> οὐδενὸς ἁκούουσιν, ἀεὶ γὰρ λαλοῦσι. καὶ τοῦτʼ <milestone n="5" unit="tlnum"/> ἔχει πρῶτον κακὸν ἡ ἀσιγησία, τὴν ἀνηκοΐαν. κωφότης γὰρ αὐθαίρετός ἐστιν, ἀνθρώπων οἶμαι μεμφομένων τὴν φύσιν, ὅτι μίαν μὲν γλῶτταν δύο δʼ ὦτʼ ἔχουσιν. εἴπερ οὖν ὁ Εὐριπίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 649</note> καλῶς εἶπε πρὸς τὸν ἀσύνετον ἀκροατὴν <milestone n="10" unit="tlnum"/> <quote rend="blockquote"><l> οὐκ ἂν δυναίμην μὴ στέγοντα πιμπλάναι, </l><l> σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους </l></quote> δικαιότερον ἄν τις εἴποι πρὸς τὸν ἀδόλεσχον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀδόλεσχον</foreign> Stegmannus: <foreign xml:lang="grc">ἀδόλεσχον μᾶλλον δὲ περὶ τοῦ ἀδολέσχου</foreign> </note> <quote rend="blockquote"><l> οὐκ ἂν δυναίμην μὴ δεχόμενον πιμπλάναι, </l><l> σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους· </l></quote> <milestone n="15" unit="tlnum"/> μᾶλλον δὲ περιαντλῶν λόγους ἀνθρώπῳ λαλοῦντι <milestone n="502d" unit="stephpage" xml:id="stephpage-502d"/> μὲν πρὸς τοὺς οὐκ ἀκούοντας, μὴ ἀκούοντι δὲ τῶν λαλούντων. καὶ γὰρ ἂν ἀκούσῃ τι βραχύ, τῆς ἀδολεσχίας ὥσπερ ἄμπωτιν λαβούσης, τοῦτο παραχρῆμα πολλαπλάσιον ἀνταποδίδωσι. τὴν μὲν γὰρ ἐν Ὀλυμπίᾳ <milestone n="20" unit="tlnum"/> στοὰν ἀπὸ μιᾶς φωνῆς πολλὰς ἀντανακλάσεις <pb xml:id="v.3.p.303"/> ποιοῦσαν ἑπτάφωνον καλοῦσι· τῆς δʼ ἀδολεσχίας ἂν ἐλάχιστος ἅψηται λόγος, εὐθὺς ἀντιπεριηχεῖ <quote rend="blockquote"> κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν. </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p 907</note> μήποτε γὰρ αὐτοῖς οὐκ εἰς τὴν ψυχὴν ἀλλʼ εἰς τὴν <milestone n="5" unit="tlnum"/> γλῶτταν ἡ ἀκοὴ συντέτρηται. διὸ τοῖς μὲν ἄλλοις <milestone n="502e" unit="stephpage" xml:id="stephpage-502e"/> ἐμμένουσιν οἱ λόγοι, τῶν δʼ ἀδολέσχων διαρρέουσιν εἶθʼ ὥσπερ ἀγγεῖα κενοὶ φρενῶν ἤχου δὲ μεστοὶ περιίασιν. </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">εἰ δʼ οὖν δοκεῖ πείρας μηδὲν ἐλλελεῖφθαι, <milestone n="10" unit="tlnum"/> εἴπωμεν πρὸς τὸν ἀδόλεσχον <quote rend="blockquote">ὦ παῖ, σιώπα πόλλʼ ἔχει σιγὴ καλά</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. p. 147</note> δύο δὲ τὰ πρῶτα καὶ μέγιστα, τὸ ἀκοῦσαι καὶ ἀκουσθῆναι· ὧν οὐδʼ ἑτέρου τυχεῖν ἐγγίγνεται τοῖς ἀδολέσχοις, ἀλλὰ καὶ περὶ αὐτὴν τὴν ἐπιθυμίαν ἀποδυσπετοῦσι. <milestone n="15" unit="tlnum"/> τοῖς μὲν γὰρ ἄλλοις νοσήμασι τῆς ψυχῆς, <milestone n="502f" unit="stephpage" xml:id="stephpage-502f"/> οἷον φιλαργυρίᾳ φιλοδοξίᾳ φιληδονίᾳ, τὸ γοῦν τυγχάνειν ὧν ἐφίενται περίεστι· τοῖς δʼ ἀδολέσχοις τοῦτο συμβαίνει χαλεπώτατον, ἐπιθυμοῦντες γὰρ ἀκροατῶν οὐ τυγχάνουσιν, ἀλλὰ πᾶς φεύγει προτροπάδην <milestone n="20" unit="tlnum"/> κἂν ἐν ἡμικυκλίῳ τινὶ καθεζόμενοι, κἂν περιπατοῦντες ἐν ταὐτῷ θεάσωνται προσφοιτῶντα,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσφοιτῶντας</foreign> R</note> ταχέως ἀνάζευξιν αὑτοῖς παρεγγυῶσι. καὶ καθάπερ ὅταν ἐν συλλόγῳ τινὶ σιωπὴ γένηται, τὸν Ἑρμῆν ἐπεισεληλυθέναι λέγουσιν, οὕτως ὅταν εἰς συμπόσιον ἢ συνέδριον <milestone n="25" unit="tlnum"/> <milestone n="503a" unit="stephpage" xml:id="stephpage-503a"/> γνωρίμων λάλος εἰσέλθῃ, πάντες ἀποσιωπῶσι μὴ βουλόμενοι λαβὴν παρασχεῖν ἂν δʼ αὐτὸς ἄρξηται διαίρειν τὸ στόμα <pb xml:id="v.3.p.304"/> <quote rend="blockquote"><l> πρὸ χείματος ὥστʼ ἀνὰ ποντίαν ἄκραν </l><l>βορέου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βορέου</foreign>] <foreign xml:lang="grc">βορέα</foreign> Bergkius</note> πνέοντος </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 3 p. 721</note></quote> ὑφορώμενοι σάλον καὶ ναυτίαν ἐξανέστησαν. ὅθεν αὐτοῖς συμβαίνει μήτε παρὰ δεῖπνον συγκλιτῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συγκλιτῶν</foreign> Huttenus: <foreign xml:lang="grc">συγκλίτων</foreign> </note> <milestone n="5" unit="tlnum"/> μήτε συσκήνων τυγχάνειν προθύμων, ὅταν ὁδοιπορῶσιν ἢ πλέωσιν, ἀλλʼ ἀναγκαστῶν· πρόσκειται γὰρ ἁπανταχοῦ, τῶν ἱματίων ἀντιλαμβανόμενος, τοῦ γενείου,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ γενείου</foreign>] <foreign xml:lang="grc">ἀπτόμενος τοῦ γενείου</foreign> Stegmanus</note> τὴν πλευρὰν θυροκοπῶν τῇ χειρί <quote rend="blockquote"> πόδες δὴ κεῖθι τιμιώτατοι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 2 p. 425</note> <milestone n="10" unit="tlnum"/> </quote> κατὰ τὸν Ἀρχίλοχον, καὶ νὴ Δία κατὰ τὸν σοφὸν Ἀριστοτέλην. καὶ γὰρ αὐτὸς ἐνοχλούμενος ὑπʼ ἀδολέσχου <milestone n="503b" unit="stephpage" xml:id="stephpage-503b"/> καὶ κοπτόμενος ἀτόποις τισὶ διηγήμασι, πολλάκις αὐτοῦ λέγοντος <q>οὐ θαυμαστόν, Ἀριστότελες;</q> οὐ τοῦτο φησί <q>θαυμαστόν, ἀλλʼ εἴ τις πόδας ἔχων <milestone n="15" unit="tlnum"/> σὲ ὑπομένει</q> ἑτέρῳ δέ τινι τοιούτῳ μετὰ πολλοὺς λόγους εἰπόντι <q>κατηδολέσχηκά σου, φιλόσοφε·</q> <q>μὰ Δίʼ</q> εἶπεν <q>οὐ γὰρ προσεῖχον</q> καὶ γὰρ ἂν βιάσωνται λαλεῖν οἱ ἀδόλεσχοι, παρέδωκεν αὐτοῖς ἡ ψυχὴ τὰ ὦτα περιαντλεῖν ἔξωθεν, αὐτὴ δʼ ἐντὸς <milestone n="20" unit="tlnum"/> ἑτέρας τινὰς ἀναπτύσσει καὶ διέξεισι πρὸς αὑτὴν <milestone n="503c" unit="stephpage" xml:id="stephpage-503c"/> φροντίδας· ὅθεν οὔτε προσεχόντων οὔτε πιστευόντων ἀκροατῶν εὐποροῦσι. τῶν μὲν γὰρ πρὸς τὰς συνουσίας εὐκαταφόρων ἄγονον εἶναι τὸ σπέρμα λέγουσι, τῶν δʼ ἀδολέσχων ὁ λόγος ἀτελὴς καὶ <milestone n="25" unit="tlnum"/> ἄκαρπός ἐστι. <pb xml:id="v.3.p.305"/> </p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent">καίτοι γʼ οὐδὲν οὕτως ἡ φύσις εὐερκῶς κεχαράκωκε τῶν ἐν ἡμῖν ὡς τὴν γλῶτταν, βαλομένη φρουρὰν πρὸ αὐτῆς τοὺς ὀδόντας, ἵνʼ, ἐὰν ἐντὸς κατατείνοντος <q>ἡνία σιγαλόεντα</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. E 226. 328 passim</note> τοῦ λογισμοῦ μὴ <milestone n="5" unit="tlnum"/> ὑπακούῃ μηδʼ ἀνειλῆται, δήγμασιν αὐτῆς κατέχωμεν τὴν ἀκρασίαν αἱμάττοντες. <q>ἀχαλίνων</q> γὰρ οὐ ταμιείων οὐδʼ οἰκημάτων ἀλλὰ ʽ <q>στομάτων τὸ τέλος δυστυχίαν</q> ὁ Εὐριπίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Bacch. 386</note> φησίν. οἱ δʼ οἰκημάτων μὲν ἀθύρων καὶ βαλλαντίων ἀδέσμων μηδὲν ὄφελος <milestone n="10" unit="tlnum"/> οἰόμενοι τοῖς κεκτημένοις εἶναι, στόμασι δʼ <milestone n="503d" unit="stephpage" xml:id="stephpage-503d"/> ἀκλείστοις καὶ ἀθύροις ὥσπερ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὥσπερ</foreign>] <foreign xml:lang="grc">καὶ ὥσπερ</foreign> Stegmannus</note> τὸ τοῦ Πόντου διὰ παντὸς ἔξω ῥέουσι χρώμενοι, πάντων ἀτιμότατον ἡγεῖσθαι τὸν λόγον ἐοίκασιν. ὅθεν οὐδὲ πίστιν ἔχουσιν ἧς πᾶς λόγος ἐφίεται· τὸ γὰρ οἰκεῖον αὐτοῦ <milestone n="15" unit="tlnum"/> τέλος τοῦτʼ ἐστί, πίστιν ἐνεργάσασθαι τοῖς ἀκούουσιν ἀπιστοῦνται δʼ οἱ λάλοι, κἂν ἀληθεύωσιν. ὥσπερ γὰρ ὁ πυρὸς εἰς ἀγγεῖον κατακλεισθεὶς. τῷ μὲν μέτρῳ πλείων εὑρίσκεται τῇ δὲ χρείᾳ μοχθηρότερος, οὕτω λόγος εἰς ἀδόλεσχον ἐμπεσὼν ἄνθρωπον <milestone n="20" unit="tlnum"/> πολὺ ποιεῖ τοῦ ψεύδους ἐπίμετρον, ᾧ διαφθείρει τὴν πίστιν. </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">ἔτι τοίνυν τὸ μεθύειν πᾶς ἄνθρωπος αἰδήμων καὶ κόσμιος φυλάξαιτʼ ἄν· μανίᾳ γὰρ ὁμότοιχος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁμότοιχος</foreign> Stobaeus 99, 27: <foreign xml:lang="grc">ὁμότοιχος</foreign>. Locus est sanus. cf. Kock 2 p. 128</note> <milestone n="503e" unit="stephpage" xml:id="stephpage-503e"/> μὲν ἡ ὀργὴ κατʼ ἐνίους ἡ δὲ μέθη σύνοικος· <milestone n="25" unit="tlnum"/> μᾶλλον δὲ μανία<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μανία</foreign>] i. e. <foreign xml:lang="grc">ἡ μέθη ἐστὶ μανία</foreign></note> τῷ μὲν χρόνῳ ἥττων, τῇ δʼ αἰτίᾳ μείζων, ὅτι τὸ αὐθαίρετον αὐτῇ πρόσεστι. τῆς δὲ <pb xml:id="v.3.p.306"/> μέθης οὐθὲν οὕτω κατηγοροῦσιν ὡς τὸ περὶ τοὺς λόγους ἀκρατὲς καὶ ἀόριστον <quote rend="blockquote"><l> οἶνος γάρ τʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἶνος γάρ τʼ</foreign>] <foreign xml:lang="grc">οἶνος γὰρ ἀνώγει ι ἠλεός ὅς τʼ</foreign> Homerus</note> ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">ξ</foreign> 463</note><l>καὶ θʼ ἁπαλὸν γελάσαι καί τʼ ὀρχήσασθαι ἀνῆκε. </l></quote> <milestone n="5" unit="tlnum"/> καίτοι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καίτοι</foreign>] <foreign xml:lang="grc">καὶ τί</foreign> mei codd. <foreign xml:lang="grc">καὶ τί τὸ δεινὸν</foreign> W. Nihil opus</note> τὸ δεινότατον, ᾠδὴ καὶ γέλως καὶ ὄρχησις, οὐδὲν ἄχρι τούτων.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐδὲν ἄχρι τούτων</foreign>] i. e. <foreign xml:lang="grc">οὐδέν ἐστι παραβαλλόμενον τοῖς ἐφεξῆς</foreign></note> <milestone n="503f" unit="stephpage" xml:id="stephpage-503f"/> <quote rend="blockquote"> καί τι ἔπος προέηκεν, ὅπερ τʼ ἄρρητον ἄμεινον </quote> τοῦτʼ ἤδη δεινὸν καὶ ἐπικίνδυνον καὶ μή ποτε τὸ ζητούμενον παρὰ τοῖς φιλοσόφοις λύων ὁ ποιητὴς <milestone n="10" unit="tlnum"/> οἰνώσεως καὶ μέθης διαφορὰν εἴρηκεν, οἰνώσεως μὲν ἄνεσιν μέθης δὲ φλυαρίαν. τὸ. γὰρ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐπὶ τῆς γλώττης ἐστὶ τοῦ μεθύοντος, ὡς οἱ παροιμιαζόμενοι φασιν. ὅθεν ὁ μὲν Βίας ἔν τινι πότῳ σιωπῶν καὶ σκωπτόμενος εἰς ἀβελτερίαν <milestone n="15" unit="tlnum"/> ὑπό τινος ἀδολέσχου, <q>καὶ τίς ἄν</q> ἔφη <q>δύναιτο μωρὸς <milestone n="504a" unit="stephpage" xml:id="stephpage-504a"/> ὢν ἐν οἴνῳ σιωπᾶν;</q> Ἀθήνησι δέ τις ἑστιῶν πρέσβεις βασιλικοὺς ἐφιλοτιμήθη σπουδάζουσιν αὐτοῖς συναγαγεῖν εἰς ταὐτὸ τοὺς φιλοσόφους· χρωμένων δὲ τῶν ἄλλων κοινολογίᾳ καὶ τὰς συμβολὰς <milestone n="20" unit="tlnum"/> ἀποδιδόντων, τοῦ δὲ Ζήνωνος ἡσυχίαν ἄγοντος, φιλοφρονησάμενοι καὶ προπιόντες οἱ ξένοι <q>περὶ σοῦ δὲ τί χρὴ λέγειν</q> ἔφασαν <q>ὦ Ζήνων τῷ βασιλεῖ;</q> κἀκεῖνος <q>ἄλλο μηθέν</q> εἶπεν <q>ἢ ὅτι πρεσβύτης ἐστὶν ἐν Ἀθήναις παρὰ πότον σιωπᾶν δυνάμενος.</q> <milestone n="25" unit="tlnum"/> οὕτω τι βαθὺ καὶ μυστηριῶδες ἡ σιγὴ καὶ νηφάλιον, <milestone n="504b" unit="stephpage" xml:id="stephpage-504b"/> ἡ δὲ μέθη λάλον· ἄνουν γὰρ καὶ ὀλιγόφρον, <pb xml:id="v.3.p.307"/> διὰ τοῦτο καὶ πολύφωνον. οἱ δὲ φιλόσοφοι καὶ ὁριζόμενοι τὴν μέθην λέγουσιν εἶναι λήρησιν πάροινον· οὕτως οὐ ψέγεται τὸ πίνειν, εἰ προσείη τῷ πίνειν τὸ σιωπᾶν· ἀλλʼ ἡ μωρολογία μέθην ποιεῖ <milestone n="5" unit="tlnum"/> τὴν οἴνωσιν. ὁ μὲν οὖν μεθύων ληρεῖ παρʼ οἶνον, ὁ δʼ ἀδόλεσχος πανταχοῦ ληρεῖ, ἐν ἀγορᾷ ἐν θεάτρῳ ἐν περιπάτῳ ἐν μέθῃ μεθʼ ἡμέραν νύκτωρ· ἔστι δὲ θεραπεύων τῆς νόσου βαρύτερος, συμπλέων τῆς ναυτίας ἀηδέστερος, ἐπαινῶν τοῦ ψέγοντος ἐπαχθέστερος. <milestone n="10" unit="tlnum"/> ἥδιόν γέ τοι πονηροῖς ὁμιλοῦσιν ἐπιδεξίοις ἢ χρηστοῖς ἀδολέσχαις. ὁ μὲν γὰρ Σοφοκλέους Νέστωρ <milestone n="504c" unit="stephpage" xml:id="stephpage-504c"/> τὸν Αἴαντα τραχυνόμενον τῷ λόγῳ πραΰνων ἠθικῶς τοῦτʼ εἴρηκεν <quote rend="blockquote"> οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 312</note> <milestone n="15" unit="tlnum"/> </quote> πρὸς δὲ τὸν ἀδολέσχην οὐχ οὕτως ἔχομεν, ἀλλὰ πᾶσαν ἔργου χάριν ἡ τῶν λόγων ἀκαιρία διαφθείρει καὶ ἀπόλλυσι. </p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent">Λυσίας τινὶ δίκην ἔχοντι λόγον συγγράψας ἔδωκεν· ὁ δὲ πολλάκις ἀναγνοὺς ἧκε πρὸς τὸν Λυσίαν <milestone n="20" unit="tlnum"/> ἀθυμῶν καὶ λέγων τὸ μὲν πρῶτον αὐτῷ διεξιόντι θαυμαστὸν φανῆναι τὸν λόγον, αὖθις δὲ καὶ τρίτον ἀναλαμβάνοντι παντελῶς ἀμβλὺν καὶ ἄπρακτον· ὁ δὲ Λυσίας γελάσας <q>τί οὖν</q> εἶπεν <q>οὐχ ἅπαξ μέλλεις <milestone n="504d" unit="stephpage" xml:id="stephpage-504d"/> λέγειν αὐτὸν ἐπὶ τῶν δικαστῶν;</q> καὶ σκόπει <milestone n="25" unit="tlnum"/> τὴν Λυσίου πειθὼ καὶ χάριν· κἀκεῖνον γάρ <quote rend="blockquote"> ἐγώ φαμὶ ἰοπλοκάμων Μοισᾶν εὖ λαχεῖν. </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 3 p. 703 qui Sapphoni verba tribuens conicit: <foreign xml:lang="grc">ἔγω φᾶμι ἰοπλόκων ι Μοισᾶν εὖ λαχέμεν</foreign>. cf. Pindar. <title>Pyth.</title> 1, 1</note> <pb xml:id="v.3.p.308"/> τῶν δὲ περὶ τοῦ ποιητοῦ λεγομένων ἀληθέστατόν ἐστιν, ὅτι μόνος Ὅμηρος τῆς τῶν ἀνθρώπων ἁψικορίας περιγέγονεν, ἀεὶ καινὸς ὢν καὶ πρὸς χάριν ἀκμάζων· ἀλλʼ ὅμως εἰπὼν καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰπὼν καὶ</foreign>] del. Stegmannus</note> ἀναφωνήσας ἐκεῖνο <milestone n="5" unit="tlnum"/> περὶ αὑτοῦ, τὸ <quote rend="blockquote"><l> ἐχθρὸν δὲ μοί ἐστιν </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">μ</foreign> 452</note><l>αὖτις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὖτις</foreign> idem: <foreign xml:lang="grc">αὖθις</foreign> </note> ἀριζήλως εἰρημένα μυθολογεύειν </l></quote> φεύγει καὶ φοβεῖται τὸν ἐφεδρεύοντα παντὶ λόγῳ κόρον, εἰς ἄλλα ἐξ ἄλλων διηγήματα τὴν ἀκοὴν <milestone n="10" unit="tlnum"/> ἄγων καὶ τῇ καινότητι τὴν πλησμονὴν αὐτῆς παραμυθούμενος. οἱ δʼ ἀποκναίουσι δήπου τὰ ὦτα ταῖς ταυτολογίαις ὥσπερ παλίμψηστα διαμολύνοντες. <milestone n="504e" unit="stephpage" xml:id="stephpage-504e"/> </p></div></div></body></text></TEI>