δύσκολον μὲν ἀναλαμβάνει θεράπευμα καὶ χαλεπὸν ἡ φιλοσοφία τὴν ἀδολεσχίαν. τὸ γὰρ φάρμακον αὐτῆς, ὁ λόγος, ἀκουόντων ἐστίν· οἱ δʼ ἀδόλεσχοι οὐδενὸς ἁκούουσιν, ἀεὶ γὰρ λαλοῦσι. καὶ τοῦτʼ ἔχει πρῶτον κακὸν ἡ ἀσιγησία, τὴν ἀνηκοΐαν. κωφότης γὰρ αὐθαίρετός ἐστιν, ἀνθρώπων οἶμαι μεμφομένων τὴν φύσιν, ὅτι μίαν μὲν γλῶτταν δύο δʼ ὦτʼ ἔχουσιν. εἴπερ οὖν ὁ Εὐριπίδης Εὐριπίδης ] Nauck. p. 649 καλῶς εἶπε πρὸς τὸν ἀσύνετον ἀκροατὴν οὐκ ἂν δυναίμην μὴ στέγοντα πιμπλάναι, σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους δικαιότερον ἄν τις εἴποι πρὸς τὸν ἀδόλεσχον ἀδόλεσχον Stegmannus: ἀδόλεσχον μᾶλλον δὲ περὶ τοῦ ἀδολέσχου οὐκ ἂν δυναίμην μὴ δεχόμενον πιμπλάναι, σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους· μᾶλλον δὲ περιαντλῶν λόγους ἀνθρώπῳ λαλοῦντι μὲν πρὸς τοὺς οὐκ ἀκούοντας, μὴ ἀκούοντι δὲ τῶν λαλούντων. καὶ γὰρ ἂν ἀκούσῃ τι βραχύ, τῆς ἀδολεσχίας ὥσπερ ἄμπωτιν λαβούσης, τοῦτο παραχρῆμα πολλαπλάσιον ἀνταποδίδωσι. τὴν μὲν γὰρ ἐν Ὀλυμπίᾳ στοὰν ἀπὸ μιᾶς φωνῆς πολλὰς ἀντανακλάσεις ποιοῦσαν ἑπτάφωνον καλοῦσι· τῆς δʼ ἀδολεσχίας ἂν ἐλάχιστος ἅψηται λόγος, εὐθὺς ἀντιπεριηχεῖ κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν. Nauck. p 907 μήποτε γὰρ αὐτοῖς οὐκ εἰς τὴν ψυχὴν ἀλλʼ εἰς τὴν γλῶτταν ἡ ἀκοὴ συντέτρηται. διὸ τοῖς μὲν ἄλλοις ἐμμένουσιν οἱ λόγοι, τῶν δʼ ἀδολέσχων διαρρέουσιν εἶθʼ ὥσπερ ἀγγεῖα κενοὶ φρενῶν ἤχου δὲ μεστοὶ περιίασιν. εἰ δʼ οὖν δοκεῖ πείρας μηδὲν ἐλλελεῖφθαι, εἴπωμεν πρὸς τὸν ἀδόλεσχον ὦ παῖ, σιώπα πόλλʼ ἔχει σιγὴ καλά id. p. 147 δύο δὲ τὰ πρῶτα καὶ μέγιστα, τὸ ἀκοῦσαι καὶ ἀκουσθῆναι· ὧν οὐδʼ ἑτέρου τυχεῖν ἐγγίγνεται τοῖς ἀδολέσχοις, ἀλλὰ καὶ περὶ αὐτὴν τὴν ἐπιθυμίαν ἀποδυσπετοῦσι. τοῖς μὲν γὰρ ἄλλοις νοσήμασι τῆς ψυχῆς, οἷον φιλαργυρίᾳ φιλοδοξίᾳ φιληδονίᾳ, τὸ γοῦν τυγχάνειν ὧν ἐφίενται περίεστι· τοῖς δʼ ἀδολέσχοις τοῦτο συμβαίνει χαλεπώτατον, ἐπιθυμοῦντες γὰρ ἀκροατῶν οὐ τυγχάνουσιν, ἀλλὰ πᾶς φεύγει προτροπάδην κἂν ἐν ἡμικυκλίῳ τινὶ καθεζόμενοι, κἂν περιπατοῦντες ἐν ταὐτῷ θεάσωνται προσφοιτῶντα, προσφοιτῶντας R ταχέως ἀνάζευξιν αὑτοῖς παρεγγυῶσι. καὶ καθάπερ ὅταν ἐν συλλόγῳ τινὶ σιωπὴ γένηται, τὸν Ἑρμῆν ἐπεισεληλυθέναι λέγουσιν, οὕτως ὅταν εἰς συμπόσιον ἢ συνέδριον γνωρίμων λάλος εἰσέλθῃ, πάντες ἀποσιωπῶσι μὴ βουλόμενοι λαβὴν παρασχεῖν ἂν δʼ αὐτὸς ἄρξηται διαίρειν τὸ στόμα πρὸ χείματος ὥστʼ ἀνὰ ποντίαν ἄκραν βορέου βορέου ] βορέα Bergkius πνέοντος Bergk. 3 p. 721 ὑφορώμενοι σάλον καὶ ναυτίαν ἐξανέστησαν. ὅθεν αὐτοῖς συμβαίνει μήτε παρὰ δεῖπνον συγκλιτῶν συγκλιτῶν Huttenus: συγκλίτων μήτε συσκήνων τυγχάνειν προθύμων, ὅταν ὁδοιπορῶσιν ἢ πλέωσιν, ἀλλʼ ἀναγκαστῶν· πρόσκειται γὰρ ἁπανταχοῦ, τῶν ἱματίων ἀντιλαμβανόμενος, τοῦ γενείου, τοῦ γενείου ] ἀπτόμενος τοῦ γενείου Stegmanus τὴν πλευρὰν θυροκοπῶν τῇ χειρί πόδες δὴ κεῖθι τιμιώτατοι Bergk. 2 p. 425 κατὰ τὸν Ἀρχίλοχον, καὶ νὴ Δία κατὰ τὸν σοφὸν Ἀριστοτέλην. καὶ γὰρ αὐτὸς ἐνοχλούμενος ὑπʼ ἀδολέσχου καὶ κοπτόμενος ἀτόποις τισὶ διηγήμασι, πολλάκις αὐτοῦ λέγοντος οὐ θαυμαστόν, Ἀριστότελες; οὐ τοῦτο φησί θαυμαστόν, ἀλλʼ εἴ τις πόδας ἔχων σὲ ὑπομένει ἑτέρῳ δέ τινι τοιούτῳ μετὰ πολλοὺς λόγους εἰπόντι κατηδολέσχηκά σου, φιλόσοφε· μὰ Δίʼ εἶπεν οὐ γὰρ προσεῖχον καὶ γὰρ ἂν βιάσωνται λαλεῖν οἱ ἀδόλεσχοι, παρέδωκεν αὐτοῖς ἡ ψυχὴ τὰ ὦτα περιαντλεῖν ἔξωθεν, αὐτὴ δʼ ἐντὸς ἑτέρας τινὰς ἀναπτύσσει καὶ διέξεισι πρὸς αὑτὴν φροντίδας· ὅθεν οὔτε προσεχόντων οὔτε πιστευόντων ἀκροατῶν εὐποροῦσι. τῶν μὲν γὰρ πρὸς τὰς συνουσίας εὐκαταφόρων ἄγονον εἶναι τὸ σπέρμα λέγουσι, τῶν δʼ ἀδολέσχων ὁ λόγος ἀτελὴς καὶ ἄκαρπός ἐστι. καίτοι γʼ οὐδὲν οὕτως ἡ φύσις εὐερκῶς κεχαράκωκε τῶν ἐν ἡμῖν ὡς τὴν γλῶτταν, βαλομένη φρουρὰν πρὸ αὐτῆς τοὺς ὀδόντας, ἵνʼ, ἐὰν ἐντὸς κατατείνοντος ἡνία σιγαλόεντα Hom. E 226. 328 passim τοῦ λογισμοῦ μὴ ὑπακούῃ μηδʼ ἀνειλῆται, δήγμασιν αὐτῆς κατέχωμεν τὴν ἀκρασίαν αἱμάττοντες. ἀχαλίνων γὰρ οὐ ταμιείων οὐδʼ οἰκημάτων ἀλλὰ ʽ στομάτων τὸ τέλος δυστυχίαν ὁ Εὐριπίδης Εὐριπίδης ] Bacch. 386 φησίν. οἱ δʼ οἰκημάτων μὲν ἀθύρων καὶ βαλλαντίων ἀδέσμων μηδὲν ὄφελος οἰόμενοι τοῖς κεκτημένοις εἶναι, στόμασι δʼ ἀκλείστοις καὶ ἀθύροις ὥσπερ ὥσπερ ] καὶ ὥσπερ Stegmannus τὸ τοῦ Πόντου διὰ παντὸς ἔξω ῥέουσι χρώμενοι, πάντων ἀτιμότατον ἡγεῖσθαι τὸν λόγον ἐοίκασιν. ὅθεν οὐδὲ πίστιν ἔχουσιν ἧς πᾶς λόγος ἐφίεται· τὸ γὰρ οἰκεῖον αὐτοῦ τέλος τοῦτʼ ἐστί, πίστιν ἐνεργάσασθαι τοῖς ἀκούουσιν ἀπιστοῦνται δʼ οἱ λάλοι, κἂν ἀληθεύωσιν. ὥσπερ γὰρ ὁ πυρὸς εἰς ἀγγεῖον κατακλεισθεὶς. τῷ μὲν μέτρῳ πλείων εὑρίσκεται τῇ δὲ χρείᾳ μοχθηρότερος, οὕτω λόγος εἰς ἀδόλεσχον ἐμπεσὼν ἄνθρωπον πολὺ ποιεῖ τοῦ ψεύδους ἐπίμετρον, ᾧ διαφθείρει τὴν πίστιν. ἔτι τοίνυν τὸ μεθύειν πᾶς ἄνθρωπος αἰδήμων καὶ κόσμιος φυλάξαιτʼ ἄν· μανίᾳ γὰρ ὁμότοιχος ὁμότοιχος Stobaeus 99, 27: ὁμότοιχος . Locus est sanus. cf. Kock 2 p. 128 μὲν ἡ ὀργὴ κατʼ ἐνίους ἡ δὲ μέθη σύνοικος· μᾶλλον δὲ μανία μανία ] i. e. ἡ μέθη ἐστὶ μανία τῷ μὲν χρόνῳ ἥττων, τῇ δʼ αἰτίᾳ μείζων, ὅτι τὸ αὐθαίρετον αὐτῇ πρόσεστι. τῆς δὲ μέθης οὐθὲν οὕτω κατηγοροῦσιν ὡς τὸ περὶ τοὺς λόγους ἀκρατὲς καὶ ἀόριστον οἶνος γάρ τʼ οἶνος γάρ τʼ ] οἶνος γὰρ ἀνώγει ι ἠλεός ὅς τʼ Homerus ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι, Hom. ξ 463 καὶ θʼ ἁπαλὸν γελάσαι καί τʼ ὀρχήσασθαι ἀνῆκε. καίτοι καίτοι ] καὶ τί mei codd. καὶ τί τὸ δεινὸν W. Nihil opus τὸ δεινότατον, ᾠδὴ καὶ γέλως καὶ ὄρχησις, οὐδὲν ἄχρι τούτων. οὐδὲν ἄχρι τούτων ] i. e. οὐδέν ἐστι παραβαλλόμενον τοῖς ἐφεξῆς καί τι ἔπος προέηκεν, ὅπερ τʼ ἄρρητον ἄμεινον τοῦτʼ ἤδη δεινὸν καὶ ἐπικίνδυνον καὶ μή ποτε τὸ ζητούμενον παρὰ τοῖς φιλοσόφοις λύων ὁ ποιητὴς οἰνώσεως καὶ μέθης διαφορὰν εἴρηκεν, οἰνώσεως μὲν ἄνεσιν μέθης δὲ φλυαρίαν. τὸ. γὰρ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐπὶ τῆς γλώττης ἐστὶ τοῦ μεθύοντος, ὡς οἱ παροιμιαζόμενοι φασιν. ὅθεν ὁ μὲν Βίας ἔν τινι πότῳ σιωπῶν καὶ σκωπτόμενος εἰς ἀβελτερίαν ὑπό τινος ἀδολέσχου, καὶ τίς ἄν ἔφη δύναιτο μωρὸς ὢν ἐν οἴνῳ σιωπᾶν; Ἀθήνησι δέ τις ἑστιῶν πρέσβεις βασιλικοὺς ἐφιλοτιμήθη σπουδάζουσιν αὐτοῖς συναγαγεῖν εἰς ταὐτὸ τοὺς φιλοσόφους· χρωμένων δὲ τῶν ἄλλων κοινολογίᾳ καὶ τὰς συμβολὰς ἀποδιδόντων, τοῦ δὲ Ζήνωνος ἡσυχίαν ἄγοντος, φιλοφρονησάμενοι καὶ προπιόντες οἱ ξένοι περὶ σοῦ δὲ τί χρὴ λέγειν ἔφασαν ὦ Ζήνων τῷ βασιλεῖ; κἀκεῖνος ἄλλο μηθέν εἶπεν ἢ ὅτι πρεσβύτης ἐστὶν ἐν Ἀθήναις παρὰ πότον σιωπᾶν δυνάμενος. οὕτω τι βαθὺ καὶ μυστηριῶδες ἡ σιγὴ καὶ νηφάλιον, ἡ δὲ μέθη λάλον· ἄνουν γὰρ καὶ ὀλιγόφρον, διὰ τοῦτο καὶ πολύφωνον. οἱ δὲ φιλόσοφοι καὶ ὁριζόμενοι τὴν μέθην λέγουσιν εἶναι λήρησιν πάροινον· οὕτως οὐ ψέγεται τὸ πίνειν, εἰ προσείη τῷ πίνειν τὸ σιωπᾶν· ἀλλʼ ἡ μωρολογία μέθην ποιεῖ τὴν οἴνωσιν. ὁ μὲν οὖν μεθύων ληρεῖ παρʼ οἶνον, ὁ δʼ ἀδόλεσχος πανταχοῦ ληρεῖ, ἐν ἀγορᾷ ἐν θεάτρῳ ἐν περιπάτῳ ἐν μέθῃ μεθʼ ἡμέραν νύκτωρ· ἔστι δὲ θεραπεύων τῆς νόσου βαρύτερος, συμπλέων τῆς ναυτίας ἀηδέστερος, ἐπαινῶν τοῦ ψέγοντος ἐπαχθέστερος. ἥδιόν γέ τοι πονηροῖς ὁμιλοῦσιν ἐπιδεξίοις ἢ χρηστοῖς ἀδολέσχαις. ὁ μὲν γὰρ Σοφοκλέους Νέστωρ τὸν Αἴαντα τραχυνόμενον τῷ λόγῳ πραΰνων ἠθικῶς τοῦτʼ εἴρηκεν οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις· Nauck. p. 312 πρὸς δὲ τὸν ἀδολέσχην οὐχ οὕτως ἔχομεν, ἀλλὰ πᾶσαν ἔργου χάριν ἡ τῶν λόγων ἀκαιρία διαφθείρει καὶ ἀπόλλυσι. Λυσίας τινὶ δίκην ἔχοντι λόγον συγγράψας ἔδωκεν· ὁ δὲ πολλάκις ἀναγνοὺς ἧκε πρὸς τὸν Λυσίαν ἀθυμῶν καὶ λέγων τὸ μὲν πρῶτον αὐτῷ διεξιόντι θαυμαστὸν φανῆναι τὸν λόγον, αὖθις δὲ καὶ τρίτον ἀναλαμβάνοντι παντελῶς ἀμβλὺν καὶ ἄπρακτον· ὁ δὲ Λυσίας γελάσας τί οὖν εἶπεν οὐχ ἅπαξ μέλλεις λέγειν αὐτὸν ἐπὶ τῶν δικαστῶν; καὶ σκόπει τὴν Λυσίου πειθὼ καὶ χάριν· κἀκεῖνον γάρ ἐγώ φαμὶ ἰοπλοκάμων Μοισᾶν εὖ λαχεῖν. Bergk. 3 p. 703 qui Sapphoni verba tribuens conicit: ἔγω φᾶμι ἰοπλόκων ι Μοισᾶν εὖ λαχέμεν . cf. Pindar. Pyth. 1, 1 τῶν δὲ περὶ τοῦ ποιητοῦ λεγομένων ἀληθέστατόν ἐστιν, ὅτι μόνος Ὅμηρος τῆς τῶν ἀνθρώπων ἁψικορίας περιγέγονεν, ἀεὶ καινὸς ὢν καὶ πρὸς χάριν ἀκμάζων· ἀλλʼ ὅμως εἰπὼν καὶ εἰπὼν καὶ ] del. Stegmannus ἀναφωνήσας ἐκεῖνο περὶ αὑτοῦ, τὸ ἐχθρὸν δὲ μοί ἐστιν Hom. μ 452 αὖτις αὖτις idem: αὖθις ἀριζήλως εἰρημένα μυθολογεύειν φεύγει καὶ φοβεῖται τὸν ἐφεδρεύοντα παντὶ λόγῳ κόρον, εἰς ἄλλα ἐξ ἄλλων διηγήματα τὴν ἀκοὴν ἄγων καὶ τῇ καινότητι τὴν πλησμονὴν αὐτῆς παραμυθούμενος. οἱ δʼ ἀποκναίουσι δήπου τὰ ὦτα ταῖς ταυτολογίαις ὥσπερ παλίμψηστα διαμολύνοντες.