<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg099.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><gap reason="lost"/><milestone n="498a" unit="stephpage" xml:id="stephpage-498a"/> ὑπομένει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. ante <foreign xml:lang="grc">ὑπομένει</foreign>
signavit Amyotus</note>
<quote rend="blockquote"> πεπραμένον τὸ σῶμα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πεπραμένον τὸ σῶμα</foreign> Nauck. p. 606: <foreign xml:lang="grc">τὸ σῶμα
πεπραμένον</foreign>
</note> τῆς φερνῆς ἔχων </quote> ὡς Εὐριπίδης φησίν, βραχέα δεδήλωται καὶ ἀβέβαια τῷ δʼ οὐ πολλῆς
διὰ τέφρας, ἀλλὰ πυρκαϊᾶς τινος <milestone n="5" unit="tlnum"/>
<milestone n="498b" unit="stephpage" xml:id="stephpage-498b"/> βασιλικῆς πορευομένῳ καὶ
περιφλεγομένῳ, ἄσθματος καὶ φόβου μεστῷ καὶ ἱδρῶτος διαποντίου, πλοῦτόν τινα προσθεῖσα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσθεῖσα</foreign>] <foreign xml:lang="grc">προστίθησι</foreign> W</note>
Ταντάλειον ἀπολαῦσαι διʼ ἀσχολίαν οὐ δυναμένῳ. ὁ μὲν γὰρ Σικυώνιος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σικυώνιος</foreign>] Hom <foreign xml:lang="grc">Ψ</foreign> 297</note>
ἐκεῖνος ἱπποτρόφος εὖ φρονῶν ἔδωκε τῷ βασιλεῖ τῶν Ἀχαιῶν <milestone n="10" unit="tlnum"/> θήλειαν
ἵππον δρομάδα δῶρον, <quote rend="blockquote"><l>ἵνα μὴ οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν </l><l>ἀλλʼ αὐτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλ’ αὐτοῦ</foreign> Homerus: <foreign xml:lang="grc">ἀλλὰ</foreign>
</note> τέρποιτο μένων</l></quote> εἰς βαθεῖαν εὐπορίαν καὶ σχολὴν ἄλυπον ἀνακλίνας ἑαυτόν· οἱ δὲ νῦν ἄλυποι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλυποι</foreign>] ex praegresso <foreign xml:lang="grc">ἄλυπον</foreign>
ortum; quid lateat incertum. <foreign xml:lang="grc">αὐλικοὶ</foreign> Amyotus</note> καὶ πρακτικοὶ
δοκοῦντες <milestone n="15" unit="tlnum"/> εἶναι, μηδενὸς καλοῦντος ὠθοῦνται διʼ αὑτῶν ἐπὶ
<milestone n="498c" unit="stephpage" xml:id="stephpage-498c"/> τράχηλον εἰς αὐλὰς καὶ προπομπὰς καὶ
θυραυλίας ἐπιπόνους, ἵνʼ ἵππου τινὸς ἢ πόρπης ἢ τοιαύτης τινὸς εὐημερίας τύχωσι. <pb xml:id="v.3.p.292"/>
<quote rend="blockquote"><l> τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. B 700</note><l> καὶ δόμος ἡμιτελής· </l></quote> σύρεται δὲ καὶ πλανᾶται τριβόμενος ἔν τισιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔν τισιν</foreign>] <foreign xml:lang="grc">ἔντευξιν</foreign> W</note>
ἐλπίσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐλπίσιν</foreign> R: <foreign xml:lang="grc">ἐλπίζων</foreign>
</note> καὶ προπηλακιζόμενος· ἂν δὲ καὶ τύχῃ τινὸς ὧν <milestone n="5" unit="tlnum"/> ποθεῖ,
περιενεχθεὶς καὶ σκοτοδινιάσας πρὸς τὸν τῆς τύχης πεταυρισμὸν ἀπόβασιν ζητεῖ καὶ μακαρίζει τοὺς
ἀδόξους καὶ ἀσφαλῶς ζῶντας οἱ δʼ ἐκεῖνον πάλιν ἄνω βλέποντες ὑπὲρ αὑτοὺς φερόμενον. <milestone n="498d" unit="stephpage" xml:id="stephpage-498d"/>
</p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">παντοίως;<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παντοίως</foreign> W: <foreign xml:lang="grc">πάντως</foreign>
</note> ἡ κακία διατίθησι πάντας ἀνθρώπους, <milestone n="10" unit="tlnum"/> αὐτοτελής τις οὖσα τῆς
κακοδαιμονίας δημιουργός· οὔτε γὰρ ὀργάνων οὔτε ὑπηρετῶν ἔχει χρείαν. ἄλλοι δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλοι δὲ</foreign>] <foreign xml:lang="grc">ἀλλ’ οἵ γε</foreign> W</note>
τύραννοι σπουδάζοντες οὓς ἂν κολάζωσιν ἀθλίους ποιεῖν δημίους τρέφουσι καὶ βασανιστάς, ἢ καυτήρια
καὶ σφῆνας ἐπιμηχανῶνται, ἀλόγου ψυχῇ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλόγου ψυχῆς</foreign>] insiticia mihi videntur</note>
<milestone n="15" unit="tlnum"/> ἡ δὲ κακία δίχα πάσης παρασκευῆς τῇ ψυχῇ συνελθοῦσα συνέτριψε καὶ
κατέβαλε, λύπης ἐνέπλησε θρήνων βαρυθυμίας μεταμελείας τὸν ἄνθρωπον. τεκμήριον δέ· τεμνόμενοι πολλοὶ
σιωπῶσι καὶ μαστιγούμενοι <milestone n="498e" unit="stephpage" xml:id="stephpage-498e"/> καρτεροῦσι,
καὶ σφηνούμενοι ὑπὸ δεσποτῶν <milestone n="20" unit="tlnum"/> ἢ τυράννων φωνὴν οὐκ ἀφῆκαν, ὅταν ἡ
ψυχὴ μύσασα τῷ λόγῳ τὸν πόνον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πόνον</foreign> R: <foreign xml:lang="grc">τόνον</foreign>
</note> ὥσπερ χειρὶ πιέσῃ καὶ κατάσχῃ· θυμῷ δʼ οὐκ ἂν ἐπιτάξειας ἡσυχίαν οὐδὲ πένθει σιωπήν· οὔτε
φοβούμενον στῆναι πείσειας, οὔτε δυσφοροῦντα μετανοίᾳ μὴ βοῆσαι μηδὲ τῶν <milestone n="25" unit="tlnum"/> τριχῶν λαβέσθαι ἢ τὸν μηρὸν κροῦσαι. οὕτω καὶ πυρός ἐστιν ἡ κακία καὶ σιδήρου
βιαιοτέρα. <pb xml:id="v.3.p.293"/>
</p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent">αἱ πόλεις δήπουθεν, ὅταν ἔκδοσιν ναῶν ἢ κολοσσῶν προγράφωσιν, ἀκροῶνται τῶν
τεχνιτῶν ἁμιλλωμένων περὶ τῆς ἐργολαβίας καὶ λόγους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λόγους</foreign>] <foreign xml:lang="grc">λογισμοὺς</foreign>
Herwerdenus</note> καὶ παραδείγματα κομιζόντων εἶθʼ αἱροῦνται τὸν ἀπʼ <milestone n="5" unit="tlnum"/>
<milestone n="498f" unit="stephpage" xml:id="stephpage-498f"/> ἐλάττονος δαπάνης ταὐτὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὸ</foreign> *: <foreign xml:lang="grc">τὸ αὐτὸ</foreign>
</note> ποιοῦντα καὶ βέλτιον καὶ τάχιον. φέρε δὴ καὶ ἡμᾶς ἔκδοσίν τινα βίου καὶ ἀνθρώπου
κακοδαίμονος προκηρύσσειν, εἶτα προσιέναι τῇ ἐργολαβίᾳ τὴν Τύχην καὶ τὴν Κακίαν διαφερομένας· τὴν
μὲν ὀργάνων τε παντοδαπῶν κατάπλεων <milestone n="10" unit="tlnum"/> καὶ παρασκευῆς πολυτελοῦς εἰς
ἀπεργασίαν κακοδαίμονος ζωῆς καὶ οἰκτρᾶς, λῃστήρια τινα καὶ πολέμους καὶ τυράννων μιαιφονίας καὶ
χειμῶνας ἐκ θαλάττης καὶ κεραυνὸν ἐξ ἀέρος ἐφελκομένην καὶ <milestone n="499a" unit="stephpage" xml:id="stephpage-499a"/> κώνεια τρίβουσαν καὶ ξίφη φέρουσαν καὶ συκοφάντας <milestone n="15" unit="tlnum"/> ξενολογοῦσαν καὶ πυρετοὺς ἐξάπτουσαν καὶ πέδας περικρούουσαν καὶ περιοικοδομοῦσαν
εἱρκτάς· καίτοι τούτων τὰ πλεῖστα τῆς Κακίας μᾶλλον ἢ τῆς Τύχης ἐστίν ἀλλὰ πάντʼ ἔστω τῆς Τύχης. ἡ
δὲ Κακία παρεστῶσα γυμνὴ καὶ μηδενὸς δεομένη τῶν ἔξωθεν <milestone n="20" unit="tlnum"/> ἐπὶ τὸν
ἄνθρωπον ἐρωτάτω καὶ τὴν Τύχην, πῶς ποιήσει κακοδαίμονα καὶ ἄθυμον τὸν ἄνθρωπον. <q>τύχη, πενίαν
ἀπειλεῖς; καταγελᾷ σου Μητροκλῆς, ὃς χειμῶνος ἐν τοῖς προβάτοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν τοῖς προβάτοις</foreign> i. e. in balneis privatis Usenerus</note>
καθεύδων καὶ θέρους ἐν τοῖς προπυλαίοις τῶν ἱερῶν τὸν ἐν Βαβυλῶνι <milestone n="25" unit="tlnum"/>
<milestone n="499b" unit="stephpage" xml:id="stephpage-499b"/> χειμάζοντα καὶ περὶ Μηδίαν θερίζοντα
Περσῶν βασιλέα περὶ εὐδαιμονίας εἰς ἀγῶνα προυκαλεῖτο. δουλείαν καὶ δεσμὰ καὶ πρᾶσιν ἐπάγεις;
καταφρονεῖ σου <pb xml:id="v.3.p.294"/> Διογένης, ὃς ὑπὸ τῶν λῃστῶν πωλούμενος ἐκήρυττε <q>τίς
ὠνήσασθαι βούλεται κύριον;</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κύριον</foreign> ego addidi quod exciderit propter <foreign xml:lang="grc">κύλικα</foreign>
</note> κύλικα φαρμάκου ταράττεις; οὐχὶ καὶ Σωκράτει ταύτην προύπιες, ὁ δʼ ἵλεως καὶ πρᾶος, οὐ
τρέσας οὐδὲ διαφθείρας <milestone n="5" unit="tlnum"/> οὔτε χρώματος οὐδὲν οὔτε σχήματος μάλʼ
εὐκόλως ἐξέπιεν; ἀποθνῄσκοντα δʼ αὐτὸν ἐμακάριζον οἱ ζῶντες, <milestone n="499c" unit="stephpage" xml:id="stephpage-499c"/> ὡς οὐδʼ ἐν Ἅιδου θείας ἄνευ μοίρας ἐσόμενον. καὶ μὴν τὸ πῦρ σου Δέκιος ὁ
Ῥωμαίων στρατηγὸς προέλαβεν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προύλαβεν</foreign>?</note> ὅτε τῶν στρατοπέδων ἐν μέσῳ πυρὰν <milestone n="10" unit="tlnum"/> νήσας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πυρὰν νήσας</foreign> X: <foreign xml:lang="grc">τυραννήσας</foreign>
</note> τῷ Κρόνῳ κατʼ εὐχὴν αὐτὸς ἑαυτὸν ἐκαλλιέρησεν ὑπὲρ τῆς ἡγεμονίας. Ἰνδῶν δὲ φίλανδροι καὶ
σώφρονες γυναῖκες ὑπὲρ τοῦ πυρὸς ἐρίζουσι καὶ μάχονται πρὸς ἀλλήλας, τὴν δὲ νικήσασαν τεθνηκότι τῷ
ἀνδρὶ συγκαταφλεγῆναι μακαρίαν ᾅδουσιν αἱ <milestone n="15" unit="tlnum"/> λοιπαί. τῶν δʼ ἐκεῖ σοφῶν
οὐδεὶς ζηλωτὸς οὐδὲ μακαριστός ἐστιν, ἂν μὴ ζῶν ἔτι καὶ φρονῶν καὶ ὑγιαίνων τοῦ σώματος τὴν ψυχὴν
πυρὶ διαστήσῃ, καὶ καθαρὸς ἐκβῇ τῆς σαρκὸς ἐκνιψάμενος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκτριψάμενος</foreign>?</note> τὸ θνητόν. ἀλλʼ ἐξ οὐσίας λαμπρᾶς καὶ οἴκου
καὶ τραπέζης <milestone n="20" unit="tlnum"/>
<milestone n="499d" unit="stephpage" xml:id="stephpage-499d"/> καὶ πολυτελείας εἰς τρίβωνα καὶ πήραν
καὶ προσαίτησιν ἐφημέρου τροφῆς κατάξεις; ταῦτʼ εὐδαιμονίας ἀρχαὶ Διογένει, ταῦτʼ ἐλευθερίας Κράτητι
καὶ δόξης. ἀλλʼ εἰς σταυρὸν καθηλώσεις ἢ σκόλοπι πήξεις; καὶ τί Θεοδώρῳ μέλει, πότερον ὑπὲρ γῆς ἢ
<milestone n="25" unit="tlnum"/> ὑπὸ γῆς σήπεται; Σκυθῶν εὐδαίμονες ταφαὶ αὗται· Ὑρκανῶν δὲ κύνες
Βακτριανῶν δʼ ὄρνιθες νεκροὺς <pb xml:id="v.3.p.295"/> ἐσθίουσι κατὰ νόμους, ὅταν μακαρίου τέλους
τυγχάνωσιν.</q> </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">τίνας οὖν ταῦτα κακοδαίμονας ποιεῖ; τοὺς ἀνάνδρους καὶ ἀλογίστους, τοὺς ἀτρίπτους
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀτρίπτους</foreign> W: <foreign xml:lang="grc">ἀθρέπτους</foreign>
</note> καὶ ἀγυμνάστους, <milestone n="5" unit="tlnum"/> τοὺς ἐκ νηπίων ἃς ἔχουσι δόξας φυλάττοντας.
οὐκοῦν οὐκ ἔστιν ἡ Τύχη κακοδαιμονίας <milestone n="499e" unit="stephpage" xml:id="stephpage-499e"/>
τελεσιουργός, ἂν μὴ κακίαν ἔχῃ συνεργοῦσαν. ὡς γὰρ ἡ κρόκη τὸ ὀστέον πρίει τέφρᾳ καὶ ὄξει διάβροχον
γενόμενον, καὶ τὸν ἐλέφαντα τῷ ζύθει μαλακὸν <milestone n="10" unit="tlnum"/> γενόμενον καὶ χαλῶντα
κάμπτουσι καὶ διασχηματίζουσιν, ἄλλως δʼ οὐ δύνανται· οὕτως ἡ τύχη τὸ πεπονθὸς ἐξ αὑτοῦ καὶ μαλακὸν
ὑπὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπὸ</foreign>*</note> κακίας προσπεσοῦσα κοιλαίνει καὶ τιτρώσκει. καὶ
καθάπερ ὁ παρθικὸς ὀπὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρθικὸς ὀπὸς</foreign> Dusoulius: <foreign xml:lang="grc">πάροικος</foreign>
</note> τῶν ἄλλων οὐδενὶ βλαβερὸς ὢν οὐδὲ <milestone n="15" unit="tlnum"/> λυπῶν ἁπτομένους καὶ
περιφέροντας, ἐὰν τετρωμένοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τετρωμένοις</foreign> R: <foreign xml:lang="grc">τετρωμένος</foreign>
</note> ἐπεισενεχθῇ μόνον, εὐθὺς ἀπόλλυσι τῷ προσπεπονθότι <milestone n="499f" unit="stephpage" xml:id="stephpage-499f"/> καὶ τὴν ἀπορροὴν δεχομένῳ· ὑπὸ τῆς τύχης συντριβήσεσθαι μέλλοντα ἴδιον
ἕλκος ἐν ἑαυτῷ καὶ κακὸν ἔχειν <milestone n="20" unit="tlnum"/> σαρκός,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐντὸς σαρκὸς</foreign>] glossa vid. ad <foreign xml:lang="grc">ἐν
ἑαυτῷ</foreign></note> ὅκως τὰ προσπίπτοντα ἔξωθεν ὀδυρτὰ ποιήσῃ. </p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent">ἆρʼ οὖν ἡ κακία τοιοῦτον ὥστε τῆς τύχης δεῖσθαι πρὸς κακοδαιμονίας ἀπεργασίαν;
πόθεν; οὐ τραχὺ καὶ δυσχείμερον ἐπαίρεται πέλαγος, οὐ λῃστῶν <milestone n="25" unit="tlnum"/>
ἐνοδίοις διαζώννυσιν ἐνέδραις ἐρήμους ὑπωρείας, οὐ νέφη χαλαζοβόλα πεδίοις περιρρήγνυσι <pb xml:id="v.3.p.296"/> καρποφόροις, οὐ Μέλητον οὐδʼ Ἄνυτον οὐδὲ Καλλίξενον <milestone n="500a" unit="stephpage" xml:id="stephpage-500a"/> ἐπείγει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπείγει</foreign> *: <foreign xml:lang="grc">ἐπεί τι</foreign>
</note> συκοφάντην, οὐκ ἀφαιρεῖται πλοῦτον, οὐκ ἀπείργει στρατηγίας, ἵνα ποιήσῃ κακοδαίμονας· ἀλλὰ
ποιεῖ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ποιεῖ</foreign>] <foreign xml:lang="grc">πτοεῖ</foreign> X</note>
πλουτοῦντας, εὐφοροῦντας,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὐφοροῦντας</foreign>] corruptum</note> κληρονομοῦντας <milestone n="5" unit="tlnum"/> ἐν γῇ, διὰ θαλάττης ἐνδέδυκε, προσπέφυκεν, ἐκτήκουσα ταῖς ἐπιθυμίαις, διακάουσα τοῖς
θυμοῖς, συντρίβουσα ταῖς δεισιδαιμονίαις, διασύρουσα τοῖς ὀφθαλμοῖς.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀφθαλμοῖς</foreign>] <foreign xml:lang="grc">φθόνοις</foreign></note>
</p></div></div></body></text></TEI>