<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg098.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="493a" unit="stephpage" xml:id="stephpage-493a"/>
ἔκκλητοι κρίσεις καὶ ξενικῶν δικαστηρίων ἀγωγαὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀγωγαὶ</foreign>] vid. Symbolas</note> τοῖς Ἕλλησι τὸ πρῶτον
               ἀπιστίᾳ τῇ πρὸς
<milestone n="493b" unit="stephpage" xml:id="stephpage-493b"/>
               ἀλλήλους ἐπενοήθησαν, ἀλλοτρίας δικαιοσύνης ὥσπερ ἑτέρου τινὸς τῶν
               ἀναγκαίων μὴ φυομένου παρʼ αὐτοῖς
<milestone n="5" unit="tlnum"/> δεηθεῖσιν.
               ἆρʼ οὖν καὶ οἱ φιλόσοφοι τῶν προβλημάτων ἔνια διὰ τὰς πρὸς ἀλλήλους
               διαφορὰς ἐπὶ τὴν τῶν ἀλόγων φύσιν ζῴων ὥσπερ ἀλλοδαπὴν πόλιν
               ἐκκαλοῦνται, καὶ τοῖς ἐκείνων πάθεσι καὶ ἤθεσιν ὡς ἀνεντεύκτοις καὶ
               ἀδεκάστοις ἐφιᾶσι τὴν κρίσιν;
<milestone n="10" unit="tlnum"/> ἢ καὶ τοῦτο
               τῆς ἀνθρωπίνης κακίας ἔγκλημα κοινόν ἐστι, τὸ περὶ τῶν ἀναγκαιοτάτων
               καὶ μεγίστων
<milestone n="493c" unit="stephpage" xml:id="stephpage-493c"/>
               ἀμφιδοξοῦντας ἡμᾶς ζητεῖν ἐν ἵπποις καὶ κυσὶ καὶ ὄρνισι, πῶς γαμοῦμεν
               αὐτοὶ καὶ γεννῶμεν καὶ τεκνοτροφοῦμεν, ὡς μηδὲν ἐν ἑαυτοῖς δήλωμα τῆς
               φύσεως
<milestone n="15" unit="tlnum"/> ὂν τὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰ</foreign>] <foreign xml:lang="grc">καὶ τὰ</foreign> R</note> τῶν θηρίων ἤθη καὶ πάθη
               προσαγορεῦσαι καὶ καταμαρτυρῆσαι τοῦ βίου ἡμῶν πολλὴν τοῦ κατὰ φύσιν
               ἐκδιαίτησιν καὶ παράβασιν, εὐθὺς ἐν ἀρχῇ καὶ περὶ τὰ πρῶτα συγχεομένων
               καὶ ταραττομένων. ἄκρατον γὰρ ἐν ἐκείνοις ἡ φύσις καὶ ἀμιγὲς καὶ
<milestone n="20" unit="tlnum"/> ἁπλοῦν φυλάττει τὸ ἴδιον· ἐν δʼ
               ἀνθρώποις ὑπὸ τοῦ λόγου καὶ τῆς συνηθείας, ὃ τοὔλαιον ὑπὸ τῶν <pb xml:id="v.3.p.279"/> μυρεψῶν πέπονθε, πρὸς πολλὰ μιγνυμένη δόγματα καὶ κρίσεις
               ἐπιθέτους ποικίλη γέγονε καὶ ἰδία,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰδία</foreign>] i. e. <foreign xml:lang="grc">ἰδιάζουσα ἑκάστῳ</foreign></note> τὸ δʼ
<milestone n="493d" unit="stephpage" xml:id="stephpage-493d"/> οἰκεῖον οὐ τετήρηκε. καὶ μὴ θαυμάζωμεν, εἰ
               τὰ ἄλογα ζῷα τῶν λογικῶν μᾶλλον ἕπεται τῇ φύσει · καὶ γὰρ
<milestone n="5" unit="tlnum"/> τὰ φυτὰ τῶν ζῴων,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰ φυτὰ τῶν ζῴων</foreign>] intell. <foreign xml:lang="grc">μᾶλλον ἕπεται τῇ φύσει</foreign> (R)</note> οἷς οὔτε φαντασίαν οὔθʼ
               ὁρμὴν ἔδωκεν ἑτέρων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑτέρων</foreign>] <foreign xml:lang="grc">ἐνεργὸν</foreign> Emperius. malim <foreign xml:lang="grc">ἢ ἑτέρων</foreign>
</note> ὄρεξιν τοῦ κατὰ φύσιν ἀποσαλεύουσαν, ἀλλʼ ὥσπερ
               ἐν δεσμῷ συνειργμένα μένει καὶ κεκράτηται, μίαν ἀεὶ πορείαν ἣν ἡ φύσις
               ἄγει πορευόμενα. τοῖς δὲ θηρίοις τὸ μὲν πραΰτροπον τοῦ
<milestone n="10" unit="tlnum"/> λόγου καὶ περιττὸν καὶ φιλελεύθερον ἄγαν οὐκ
               ἔστιν, ἀλόγους δʼ ὁρμὰς καὶ ὀρέξεις ἔχοντα καὶ χρώμενα πλάναις καὶ
               περιδρομαῖς, πολλάκις οὐ μακρὰν ἀλλʼ ὡς ἐπʼ ἀγκύρας τῆς φύσεως σαλεύει·
               καθάπερ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ καθάπερ</foreign> W <foreign xml:lang="grc">καθάπερ κἑ</foreign>] corrupta. X ex cod. vetere scripsit: <foreign xml:lang="grc">καθάπερ οὖν ὄνον ὑφ’ ἡνίᾳ καὶ χ. βαδ. δείκ. εὐθεῖαν ὁ δεσπότης ὁδόν· οὕτως ἐν ἀνθρώπῳ καὶ ὁ αὐτοκρατής</foreign> cett.</note> οὖν
<milestone n="493e" unit="stephpage" xml:id="stephpage-493e"/> ὁδὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁδὸν</foreign>] del. Stegmannus</note> ὑφʼ
               ἡνίᾳ καὶ χαλινῷ βαδίζοντα δείκνυσιν εὐθεῖαν.
<milestone n="15" unit="tlnum"/> ὁ δὲ δεσπότης ἐν ἀνθρώπῳ καὶ αὐτοκρατὴς λόγος ἄλλας ἄλλοτε
               παρεκβάσεις καὶ καινοτομίας ἀνευρίσκων οὐδὲν ἴχνος ἐμφανὲς οὐδʼ ἐναργὲς
               ἀπολέλοιπε τῆς φύσεως. </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">ὅρα περὶ τοὺς γάμους ὅσον ἐστὶν ἐν τοῖς
<milestone n="20" unit="tlnum"/>
               ζῴοις τὸ κατὰ φύσιν. πρῶτον οὐκ ἀναμένει νόμους ἀγαμίου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀγαμίου καὶ ὀψιγαμίου</foreign> Doehnerus: <foreign xml:lang="grc">ἀγάμου καὶ ὀψιγάμου</foreign>
</note> καὶ ὀψιγαμίου,
               καθάπερ οἱ Λυκούργου πολῖται καὶ Σόλωνος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ Σόλωνος</foreign>] del. idem</note> οὐδʼ ἀτιμίας ἀτέκνων δέδοικεν,
               οὐδὲ τιμὰς διώκει τρίπαιδας,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τριπαιδίας</foreign> idem</note> ὡς Ῥωμαίων πολλοὶ <pb xml:id="v.3.p.280"/>
               γαμοῦσι καὶ γεννῶσιν, οὐχ ἳνα κληρονόμους ἔχωσιν
<milestone n="493f" unit="stephpage" xml:id="stephpage-493f"/> ἀλλʼ ἵνα κληρονομεῖν δύνωνται. ἔπειτα
               μίγνυται τῷ θήλει τὸ ἄρρεν οὐχ ἅπαντα χρόνον· ἡδονὴν γὰρ οὐκ ἔχει
               τέλος ἀλλὰ γέννησιν καὶ τέκνωσιν. διὰ
<milestone n="5" unit="tlnum"/> τοῦτʼ
               ἔτους ὥρᾳ, ἣ πνοάς τε γονίμους ἔχει καὶ πρόσφορον λοχευομένοις κρᾶσιν,
               συνῆλθεν εἰς ταὐτὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνῆλθεν εἰς ταὐτὸ</foreign> Doehnerus: <foreign xml:lang="grc">ἦλθεν εἰς τὸ αὐτὸ</foreign>
</note> τῷ ἄρρενι τὸ θῆλυ χειρόηθες καὶ ποθεινόν, ἡδείᾳ
               μὲν ὀσμῇ χρωτὸς ἰδίῳ δὲ κόσμῳ σώματος ἀγαλλόμενον, δρόσου καὶ
               βοτάνης ἀνάπλεων. καθαρᾶς· αἰσθόμενον
<milestone n="10" unit="tlnum"/>
<milestone n="494a" unit="stephpage" xml:id="stephpage-494a"/> δʼ ὅτι κύει καὶ
               πεπλήρωται, κοσμίως ἄπεισι καὶ προνοεῖ περὶ τὴν κύησιν καὶ σωτηρίαν τοῦ
               ἀποτεχθέντος. ἀξίως δʼ οὐκ ἔστιν εἰπεῖν τὰ δρώμενα, πλὴν ὅτι γίγνεται
               ἕκαστον αὐτῶν ἐν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν</foreign>] <foreign xml:lang="grc">ἓν</foreign> Emperius</note> τῷ φιλοστόργῳ, ταῖς προνοίαις, ταῖς καρτερίαις, ταῖς
               ἐγκρατείαις. ἀλλὰ
<milestone n="15" unit="tlnum"/> τὴν μέλιτταν ἡμεῖς σοφὴν
               καλοῦμεν καὶ νομίζομεν <quote rend="blockquote"> ξανθὸν μέλι μηδομέναν</quote>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 3 p. 411</note>
               κολακεύοντες τὸ ἡδὺ καὶ γαργαλίζον ἡμᾶς τῆς γλυκύτητος· τὴν δὲ τῶν
               ἄλλων περὶ τὰς λοχείας καὶ τὰς ἀνατροφὰς σοφίαν καὶ τέχνην παρορῶμεν.
               οἷον
<milestone n="20" unit="tlnum"/> εὐθύς, ἡ ἁλκυὼν κύουσα τὴν νεοττιὰν
               συντίθησι, συλλαμβάνουσα τὰς ἀκάνθας τῆς θαλαττίας βελόνης καὶ ταύτας διʼ
               ἀλλήλων ἐγκαταπλέκουσα καὶ συνείρουσα,
<milestone n="494b" unit="stephpage" xml:id="stephpage-494b"/> τὸ μὲν σχῆμα περιαγὲς ὡς ἁλιευτικοῦ κύρτου
               καὶ πρόμηκες ἀπεργάζεται· τῇ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῇ</foreign>] <foreign xml:lang="grc">ἡ</foreign> Doehnerus</note> δʼ ἁρμονίᾳ καὶ πυκνότητι
<milestone n="25" unit="tlnum"/> συμφράξασα τὰς ἀκάνθας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰς ἀκάνθας</foreign> R: <foreign xml:lang="grc">τῆς ἀκάνθης</foreign>
</note> ἀκριβῶς ὑπέθηκε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπέθηκε</foreign> Doehnerus</note> τῷ <pb xml:id="v.3.p.281"/> κλύσματι τοῦ κύματος, ὡς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς</foreign>] <foreign xml:lang="grc">ὅπως</foreign> R</note> τυπτόμενον ἡσυχῆ καὶ πηγνύμενον
               τὸ πίλημα τῆς ἐπιφανείας στεγανὸν γένηται· γίγνεται δὲ σιδήρῳ καὶ λίθῳ
               δυσδιαίρετον. ὃ δʼ ἐστὶ θαυμασιώτερον, οὕτω τὸ στόμα τῆς νεοττιᾶς
<milestone n="5" unit="tlnum"/> συμμέτρως πέπλασται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πέπλασται</foreign> X: <foreign xml:lang="grc">πεπλάσθαι</foreign>
</note> πρὸς τὸ μέγεθος καὶ τὸ
               μέτρον τῆς ἁλκυόνος, ὥστε μήτε μεῖζον ἄλλο μήτε μικρότερον ἐνδύεσθαι
               ζῷον, ὡς δέ φασι, μηδὲ θάλατταν
<milestone n="494c" unit="stephpage" xml:id="stephpage-494c"/> παραδέχεσθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">malim <foreign xml:lang="grc">παρεισδέχεσθαι</foreign>
</note> μηδὲ τὰ ἐλάχιστα. μάλιστα δʼ οἱ γαλεοὶ
               ζῳογονοῦσι μὲν ἐν ἑαυτοῖς, ἐκβαίνειν
<milestone n="10" unit="tlnum"/> δὲ
               παρέχουσιν ἐκτὸς καὶ νέμεσθαι τοῖς σκυμνίοις, εἶτα πάλιν ἀναλαμβάνουσι
               καὶ περιπτύσσουσιν ἐγκοιμώμενα τοῖς σπλάγχνοις. ἡ δʼ ἄρκτος, ἀγριώτατον
               καὶ σκυθρωπότατον θηρίον, ἄμορφα καὶ ἄναρθρα τίκτει· τῇ δὲ γλώττῃ
               καθάπερ ἐργαλείῳ διατυποῦσα
<milestone n="15" unit="tlnum"/> τοὺς ὑμένας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑμένας</foreign>] <foreign xml:lang="grc">σκύμνους</foreign> Doehnerus. cf. Theocr. XI, 41</note> οὐ
               δοκεῖ γεννᾶν μόνον ἀλλὰ καὶ δημιουργεῖν τὸ τέκνον. ὁ δʼ Ὁμηρικὸς λέων,
                  <quote rend="blockquote"><l> ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ᾧ ῥά τε νήπι’ ἄγοντι συναντήσωνται</foreign> Homerus: <foreign xml:lang="grc">ὃν ῥά τε νήπια τέκνα ἄγοντα συναντήσονται</foreign>
</note> ἐν ὕλῃ </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. P 134</note><l> ἄνδρες ἐπακτῆρες, ὁ δέ τε σθένεϊ βλεμεαίνει,
<milestone n="494d" unit="stephpage" xml:id="stephpage-494d"/>
</l><l> πᾶν δὲ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων </l></quote>
<milestone n="20" unit="tlnum"/> ἆρʼ οὐχ ὅμοιός; ἐστι, διανοουμένῳ πρὸς
               τοὺς κυνηγοὺς σπένδεσθαι περὶ τῶν τέκνων; καθόλου γὰρ ἡ πρὸς τὰ ἔκγονα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔκγονα</foreign> *: <foreign xml:lang="grc">ἔγγονα</foreign>
</note>
               φιλοστοργία καὶ τολμηρὰ τὰ δειλὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τολμηρὰ τὰ δειλὰ</foreign> Emperius: <foreign xml:lang="grc">τὰ τολμηρὰ δειλὰ</foreign>
</note> ποιεῖ, καὶ φιλόπονα τὰ ῥᾴθυμα καὶ
               φειδωλὰ τὰ <pb xml:id="v.3.p.282"/> γαστρίμαργα καὶ ὥσπερ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ὥσπερ</foreign>] <foreign xml:lang="grc">ὥσπερ</foreign> Stegmannus ut cum pracedentibus iungatur</note> ἡ Ὁμηρικὴ ὄρνις
               προσφέρουσα τοῖς νεοττοῖς <quote rend="blockquote"> μάστακʼ, ἐπεί κε λάβῃσι,
                  κακῶς δέ τε οἱ πέλει αὐτῇ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. I 324</note>
<milestone n="5" unit="tlnum"/>
</quote> τῷ γὰρ αὑτῆς τρέφει λιμῷ τὰ ἔκγονα,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔκγονα</foreign> *: <foreign xml:lang="grc">ἔγγονα</foreign>
</note> καὶ τὴν τροφὴν τῆς
               γαστρὸς ἁπτομένην ἀποκρατεῖ καὶ πιέζει τῷ στόματι, μὴ λάθῃ καταπιοῦσα
<milestone n="494e" unit="stephpage" xml:id="stephpage-494e"/>
<quote rend="blockquote"><l> ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">ν</foreign> 14</note><l> ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι
<milestone n="10" unit="tlnum"/>
</l></quote> τὸν περὶ τῶν τέκνων φόβον ὡς δεύτερον προσλαβοῦσα θυμόν. αἱ δὲ
               πέρδικες ὅταν διώκωνται μετὰ τῶν τέκνων, ἐκεῖνα μὲν ἐῶσι προπέτεσθαι
               καὶ φεύγειν, αὑταῖς δὲ μηχανώμεναι προσέχειν τοὺς θηρεύοντας ἐγγὺς
               κυλινδούμεναι καὶ καταλαμβανόμεναι,
<milestone n="15" unit="tlnum"/> μικρὸν
               ὑπεκθέουσιν, εἶτα πάλιν ἵστανται καὶ παρέχουσιν ἐν ἐφικτῷ τῆς ἐλπίδος
               ἑαυτάς, ἄχρι ἂν οὕτω προκινδυνεύουσαι τῶν νεοττῶν τῆς ἀσφαλείας
               προαγάγωνται
<milestone n="494f" unit="stephpage" xml:id="stephpage-494f"/> πόρρω τοὺς
               διώκοντας. τὰς δʼ ἀλεκτορίδας ἐν τοῖς ὄμμασι καθʼ ἡμέραν ἔχομεν, ὃν
               τρόπον
<milestone n="20" unit="tlnum"/> τὰ νεόττια περιέπουσι, τοῖς μὲν
               ἐνδῦναι χαλῶσαι τὰς πτέρυγας, τὰ δʼ ἐπιβαίνοντα τῶν νώτων καὶ προσέρποντα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσέρποντα</foreign> (<foreign xml:lang="grc">προστρέχοντα</foreign> Doehnerus) W: <foreign xml:lang="grc">προσέρχονται</foreign>
</note>
               πανταχόθεν ἀναδεχόμεναι μετὰ τοῦ γεγηθός τι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τι</foreign> R: <foreign xml:lang="grc">ἢ</foreign>
</note> καὶ προσφιλὲς ἐπιφθέγγεσθαι·
               κύνας δὲ καὶ δράκοντας,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κύνας δὲ καὶ δράκοτας</foreign> X: <foreign xml:lang="grc">κυνέας δὲ καὶ δρακοντίας</foreign>
</note> ἂν περὶ αὑτῶν φοβηθῶσι, φεύγουσιν, <pb xml:id="v.3.p.283"/> ἂν δὲ περὶ τῶν τέκνων, ἀμύνονται καὶ διαμάχονται παρὰ
               δύναμιν. εἶτα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰ</foreign> Doehnerus</note> ταῦτʼ οἰόμεθα τὰ πάθη τούτοις ἐνειργάσθαι τὴν φύσιν,
               ἀλεκτορίδων ἐπιγονῆς καὶ κυνῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κυνῶν</foreign>] <foreign xml:lang="grc">ἀλκυόνων</foreign> idem</note> καὶ ἄρκτων προνοοῦσαν, ἀλλʼ οὐχ ἡμᾶς
               δυσωποῦσαν
<milestone n="5" unit="tlnum"/>
<milestone n="495a" unit="stephpage" xml:id="stephpage-495a"/> καὶ τιτρώσκουσαν
               ἐπιλογιζομένους, ὅτι ταῦτα παραδείγματα τοῖς ἑπομένοις, τοῖς δʼ
               ἀναλγήτοις ὀνείδη περίεστι τῆς ἀπαθείας, διʼ ὧν κατηγοροῦσι τῆς
               ἀνθρωπίνης φύσεως μόνης μὴ προῖκα τὸ στέργειν ἐχούσης μηδʼ ἐπισταμένης
               φιλεῖν ἄνευ χρείας
<milestone n="10" unit="tlnum"/> θαυμάζεται γὰρ ἐν τοῖς
               θεάτροις ὁ εἰπών <quote rend="blockquote"> μισθοῦ γὰρ ἄνθρωπον τίς
                  ἄνθρωπον φιλεῖ </quote>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kock. 3 p. 450</note> κατʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατʼ</foreign>] <foreign xml:lang="grc">καὶ κατʼ</foreign>? vid. Usener. p 320</note> Ἐπίκουρον ὁ πατὴρ τὸν υἱόν, ἡ 
  <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡ</foreign> R</note> μήτηρ τὸ
               τέκνον, οἱ παῖδες τοὺς τεκόντας. ἀλλʼ εἰ λόγου γένοιτο τοῖς θηρίοις
               σύνεσις, καὶ τοῦτό τις εἰς κοινὸν θέατρον
<milestone n="15" unit="tlnum"/>
               συναγαγὼν ἵππους καὶ βόας καὶ κύνας καὶ
<milestone n="495b" unit="stephpage" xml:id="stephpage-495b"/> ὄρνιθας; ἀναφθέγξαιτο μεταγράψας, ὡς οὔτε
               κύνες ἐπὶ μισθῷ σκύλακας φιλοῦσιν οὔθʼ ἵπποι πώλους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πώλους</foreign>] add. <foreign xml:lang="grc">οὔτε βόες μόσχους</foreign> Doehnerus</note> οὔτʼ ὄρνιθες
               νεοττοὺς ἀλλὰ προῖκα καὶ φυσικῶς, ἐπιγνωσθήσεται τοῖς ἁπάντων πάθεσιν ὡς
               εὖ καὶ
<milestone n="20" unit="tlnum"/> ἀληθῶς λεγόμενον. αἰσχρὸν γάρ, ὦ
               Ζεῦ, τὰς θηρίων γενέσεις καὶ λοχείας καὶ ὠδῖνας καὶ τεκνοτροφίας φύσιν
               εἶναι καὶ χάριν, τὰς δʼ ἀνθρώπων δάνεια καὶ μισθοὺς καὶ ἀρραβῶνας ἐπὶ
               χρείαις διδομένους. </p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent">ἀλλʼ οὔτʼ ἀληθὴς ὁ λόγος οὔτʼ ἄξιος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄξιος</foreign> R: <foreign xml:lang="grc">ἄξιον</foreign>
</note> ἀκούειν.
<milestone n="25" unit="tlnum"/> ἡ γὰρ φύσις ὥσπερ ἐν φυτοῖς ἀγρίοις, οἷον οἰνάνθαις
               ἐρινεοῖς κοτίνοις, ἀρχὰς ἀπέπτους καὶ ἀτελεῖς <pb xml:id="v.3.p.284"/> ἡμέρων
               καρπῶν ἐνέφυσεν·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐνέφυσεν</foreign> R: <foreign xml:lang="grc">εἶναι φύσιν</foreign>
</note> οὕτω τοῖς μὲν ἀλόγοις
<milestone n="495c" unit="stephpage" xml:id="stephpage-495c"/> τὸ πρὸς τὰ ἔκγονα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔκγονα</foreign> *: <foreign xml:lang="grc">ἔγγονα</foreign>
</note> φιλόστοργον ἀτελὲς καὶ
               οὐ διαρκὲς πρὸς δικαιοσύνην οὐδὲ τῆς χρείας προσωτέρω προερχόμενον ἔδωκεν
               ἄνθρωπον δέ, λογικὸν καὶ
<milestone n="5" unit="tlnum"/> πολιτικὸν ζῷον,
               ἐπὶ δίκην καὶ νόμον εἰσάγουσα καὶ θεῶν τιμὰς καὶ πόλεων ἱδρύσεις καὶ
               φιλοφροσύνην, γενναῖα καὶ καλὰ καὶ φερέκαρπα τούτων σπέρματα παρέσχε τὴν
               πρὸς τὰ ἔκγονα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔκγονα</foreign> *: <foreign xml:lang="grc">ἔγγοα</foreign>
</note> χάριν καὶ ἀγάπησιν, ἀκολουθοῦσα ταῖς πρώταις ἀρχαῖς·
               αὗται δʼ ἦσαν
<milestone n="10" unit="tlnum"/> ἐν ταῖς τῶν σωμάτων
               κατασκευαῖς. πανταχοῦ μὲν γὰρ ἡ φύσις ἀκριβὴς καὶ φιλότεχνος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φιλότεχνος</foreign> X: <foreign xml:lang="grc">φιλότεκνος</foreign>
</note> καὶ
               ἀνελλιπὴς
<milestone n="495d" unit="stephpage" xml:id="stephpage-495d"/> καὶ
               ἀπερίτμητος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπερίτμητος</foreign>] <foreign xml:lang="grc">ἀνεπιτίμητος</foreign>?</note> <q>οὐδέν</q> ὡς ἔφησεν Ἐρασίστρατος <q>ἔχουσα
   ῥωπικόν·</q> τὰ δὲ περὶ τὴν γένεσιν ἀξίως οὐκ ἔστιν εἰπεῖν οὐδʼ
               εὐπρεπὲς ἴσως λίαν ἀκριβῶς τῶν
<milestone n="15" unit="tlnum"/> ἀπορρήτων
               ἐφάπτεσθαι τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν, ἀλλʼ ἀποκειμένων καὶ
               κεκρυμμένων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλ’ ἀποκειμένων καὶ κεκρυμμένων</foreign>] <foreign xml:lang="grc">καὶ</foreign> Stegmannus</note> ἐπινοεῖν τὴν πρὸς τὸ γεννᾶν καὶ λοχεύεσθαι τῶν μορίων
               ἐκείνων εὐφυΐαν. ἀρκεῖ δʼ ἡ τοῦ γάλακτος ἐργασία καὶ οἰκονομία τὴν
               πρόνοιαν αὐτῆς ἐμφῆναι καὶ ἐπιμέλειαν.
<milestone n="20" unit="tlnum"/> τοῦ
               γὰρ αἵματος ὅσον περίττωμα τῆς χρείας ἐν ταῖς γυναιξὶ διʼ ἀμβλύτητα καὶ
               μικρότητα τοῦ
<milestone n="495e" unit="stephpage" xml:id="stephpage-495e"/> πνεύματος
               ἐπιπολάζον ἐμπλανᾶται καὶ βαρύνει, τὸν μὲν ἄλλον χρόνον εἴθισται καὶ
               μεμελέτηκεν ἐμμήνοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐμμήνοις</foreign>] add. <foreign xml:lang="grc">κηʼ</foreign> Doehnerus</note> ἡμερῶν περιόδοις ὀχετοὺς καὶ πόρους αὐτῷ τῆς
<milestone n="25" unit="tlnum"/> φύσεως ἀναστομούσης ἀποχεόμενον τὸ μὲν
               ἄλλο σῶμα κουφίζειν καὶ καθαίρειν, τὴν δʼ ὑστέραν οἷον <pb xml:id="v.3.p.285"/> ἀρότῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀρότῳ</foreign> R: <foreign xml:lang="grc">ἀρότρῳ</foreign>
</note> καὶ σπόρῳ γῆν ἐν φυτοῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν φυτοῖς</foreign>] i. e. <foreign xml:lang="grc">ἐπὶ τῶν φυτῶν.</foreign> frustra tentatur</note> ὀργῶσαν ἐν καιρῷ παρέχειν. ὅταν δὲ
               τὴν γονὴν ἀναλάβῃ προσπεσοῦσαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσπεσοῦσαν</foreign> W: <foreign xml:lang="grc">προσπεσοῦσα</foreign>
</note> ἡ ὑστέρα καὶ περιστείλῃ ῥιζώσεως
   γενομένης· <q>ὁ γὰρ ὀμφαλὸς; πρῶτον ἐν μήτρῃσιν</q> ὥς φησι Δημόκριτος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δημόκριτος</foreign>] Mullach. 1 p. 359</note>
   <milestone n="5" unit="tlnum"/> <q>ἀγκυρηβόλιον σάλου καὶ πλάνης ἐμφύεται, πεῖσμα καὶ κλῆμα</q> τῷ
               γεννωμένῳ καρπῷ καὶ μέλλοντι·
<milestone n="495f" unit="stephpage" xml:id="stephpage-495f"/> τοὺς μὲν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοὺς μὲν</foreign> Basileensis: <foreign xml:lang="grc">καὶ τοὺς μὲν</foreign>
</note> ἐμμήνους καὶ καθαρσίους ἔκλεισεν ὀχετοὺς ἡ φύσις,
               τοῦ δʼ αἵματος ἀντιλαμβανομένη φερομένου τροφῇ χρῆται καὶ κατάρδει τὸ
               βρέφος
<milestone n="10" unit="tlnum"/> ἤδη συνιστάμενον καὶ διαπλαττόμενον,
               ἄχρι οὗ τοὺς προσήκοντας ἀριθμοὺς τῇ ἐντὸς; αὐξήσει κυηθὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κυηθὲν</foreign> X: <foreign xml:lang="grc">κινηθὲν</foreign>
</note> ἑτέρας
               ἀνατροφῆς καὶ χώρας δέηται. τότʼ οὖν τὸ αἷμα παντὸς ἐμμελέστερον
               φυτουργοῦ καὶ ὀχετηγοῦ πρὸς ἑτέραν ἀφʼ ἑτέρας ἐκτρέπουσα καὶ
               μεταλαμβάνουσα
<milestone n="15" unit="tlnum"/> χρείαν, ἔχει παρεσκευασμένας
               οἷον ἐγγείους ἤ τινας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἤ τινας</foreign>] <foreign xml:lang="grc">τινὰς</foreign> R qui recte nunc mihi emendasse vid. cf. Symb. meas</note>
<milestone n="496a" unit="stephpage" xml:id="stephpage-496a"/> κρήνας νάματος ἐπιρρέοντος, οὐκ ἀργῶς οὐδʼ ἀπαθῶς ὑποδεχομένας ἀλλὰ
               καὶ πνεύματος ἠπίῳ θερμότητι καὶ μαλακῇ θηλύτητι ἐκπέψαι καὶ λεᾶναι
               καὶ μεταβαλεῖν δυναμένας· τοιαύτην γὰρ ὁ μαστὸς ἔχει
<milestone n="20" unit="tlnum"/> ἐντὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐντὸς ἔχει</foreign> Benselerus</note> διάθεσιν καὶ κρᾶσιν. ἐκροαὶ δὲ τοῦ γάλακτος οὐκ εἰσὶν
               οὐδὲ κρουνοὶ μεθιέντες ἀθρόως, εἰς δὲ σάρκα πιδακώδη καὶ πόροις ἀτρέμα
               λεπτοῖς διηθοῦσαν ἀπολήγων, εὐμενὲς τῷ τοῦ νηπίου στόματι καὶ προσφιλὲς;
               ψαῦσαι καὶ περιλαβεῖν ἐνδίδωσι ταμιεῖον.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταμιεῖον</foreign> *: <foreign xml:lang="grc">ταμεῖον</foreign>
</note>
<pb xml:id="v.3.p.286"/> ἀλλὰ τούτων γε
               τῶν τοσούτων ἐπὶ τήν γένεσιν ἐργαλείων καὶ τοιούτων οἰκονομιῶν καὶ
               φιλοτιμίας καὶ προνοίας οὐδὲν ἦν ὄφελος, εἰ μὴ τὸ φιλόστοργον ἡ φύσις
               καὶ κηδεμονικὸν ἐνειργάσατο ταῖς τεκούσαις.
<milestone n="5" unit="tlnum"/>
<quote rend="blockquote"><l> πάντων ὅσσα τε γαῖαν ἔπι πνείει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔπι πνείει</foreign> Homerus: <foreign xml:lang="grc">ἐπιπνείει</foreign>
</note> τε καὶ ἕρπει· </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. P 446</note></quote> τοῦτʼ οὐ ψεύδεται ὁ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ</foreign> R</note> λέγων ἐπὶ νηπίου καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] del. Doehnerus</note> ἀρτιγενοῦς. οὐδὲν γάρ
               ἐστιν οὕτως; ἀτελὲς οὐδʼ ἄπορον οὐδὲ γυμνὸν οὐδʼ ἄμορφον οὐδὲ
               μιαρόν, ὡς ἄνθρωπος
<milestone n="10" unit="tlnum"/> ἐν γοναῖς ὁρώμενος· ᾧ
               μόνῳ σχεδὸν οὐδὲ καθαρὰν ἔδωκεν εἰς φῶς ὁδὸν ἡ φύσις, ἀλλʼ αἵματι
               πεφυρμένος καὶ λύθρου περίπλεως καὶ φονευομένῳ μᾶλλον ἢ γεννωμένῳ
               ἐοικὼς οὐδενός ἐστιν ἅψασθαι καὶ ἀνελέσθαι
<milestone n="496c" unit="stephpage" xml:id="stephpage-496c"/> καὶ ἀσπάσασθαι καὶ περιλαβεῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιλαβεῖν</foreign>] <foreign xml:lang="grc">περιβαλεῖν</foreign>?</note> ἢ τοῦ φύσει
<milestone n="15" unit="tlnum"/> φιλοῦντος. διὸ τῶν μὲν ἄλλων ζῴων ὑπὸ
               τὴν γαστέρα τὰ οὔθατα χαλᾷ τοὺς μαστοὺς,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χαλᾷ τοὺς μαστοὺς</foreign>] <foreign xml:lang="grc">χαλᾷ</foreign> Herwerdenus. de vocum distinctione cf. Reiskius</note> ταῖς δὲ γυναιξὶν ἄνω
               γεγόνασιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γεγόνασιν</foreign>] del. idem</note> περὶ τὸ στέρνον ἐν ἐφικτῷ τοῦ φιλῆσαι καὶ περιπτύξαι καὶ
               κατασπάσασθαι τὸ νήπιον, ὡς τοῦ τεκεῖν καὶ θρέψαι τέλος οὐ χρείαν
<milestone n="20" unit="tlnum"/> ἀλλὰ φιλίαν ἔχοντος. </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">ἐπὶ τοὺς παλαιοὺς; ἀνάγαγε τὸν λόγον, ὧν ταῖς μὲν τεκεῖν πρώταις, τοῖς
               δʼ ἰδεῖν συνέβη τικτόμενον βρέφος· οὔτε νόμος ἦν ἐκείνοις τεκνοτροφεῖν
               προστάττων οὔτε προσδοκία χάριτος ἢ τροφείων <q>ἐπὶ <pb xml:id="v.3.p.287"/>
   νέοις δανειζομένων</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπὶ νέοις δανειζομένων</foreign>] cf. p. 479 f.</note> χαλεπὰς δὲ μᾶλλον εἴποιμʼ ἂν εἶναι καὶ
               μνησικάκους τὰς τεκούσας τοῖς βρέφεσι, κινδύνων τε μεγάλων καὶ πόνων
               αὐταῖς γιγνομένων·
<milestone n="496d" unit="stephpage" xml:id="stephpage-496d"/>
<quote rend="blockquote"><l> ὡς δʼ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Λ</foreign> 269</note>
<milestone n="5" unit="tlnum"/>
</l><l> δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι, </l><l>Ἥρης θυγατέρες, πικρὰς ὠδῖνας ἔχουσαι. </l></quote> ταῦτʼ οὐχ Ὅμηρον αἱ γυναῖκες; ἀλλʼ Ὁμηρίδα γράψαι λέγουσι
               τεκοῦσαν ἢ τίκτουσαν ἔτι καὶ τὸ μῖγμα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μῖγμα</foreign>] <foreign xml:lang="grc">νύγμα</foreign> R</note> τῆς ἀλγηδόνος ὁμοῦ πικρὸν καὶ
               ὀξὺ γιγνόμενον ἐν
<milestone n="10" unit="tlnum"/> τοῖς σπλάγχνοις ἔχουσαν.
               ἀλλὰ τὸ φύσει φιλόστοργον ἔκαμπτε καὶ ἦγεν·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἦγεν</foreign>] <foreign xml:lang="grc">ἦγχεν</foreign>?</note> ἔτι θερμὴ καὶ διαλγὴς καὶ
               κραδαινομένη τοῖς πόνοις οὐχ ὑπερέβη τὸ νήπιον
<milestone n="496e" unit="stephpage" xml:id="stephpage-496e"/> οὐδʼ ἔφυγεν, ἀλλʼ ἐπεστράφη καὶ
               προσεμειδίασε καὶ ἀνείλετο καὶ ἠσπάσατο, μηδὲν ἡδὺ καρπουμένη μηδὲ
<milestone n="15" unit="tlnum"/> χρήσιμον ἀλλʼ ἐπιπόνως καὶ ταλαιπώρως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιπόνως καὶ ταλαιπώρως</foreign>] <foreign xml:lang="grc">ἔτι πόνους καὶ ταλαιπωρίας</foreign> Doehnerus</note>
               ἀναδεχομένη τῶν σπαργάνων <quote rend="blockquote"><l> ἐρειπίοις </l><l> θάλπουσα καὶ ψύχουσα, καὶ πόνῳ πόνον </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 839</note><l> ἐκ νυκτὸς ἀλλάσσουσα τὸν μεθʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μεθʼ</foreign> Cobetus: <foreign xml:lang="grc">καθʼ</foreign>
</note> ἡμέραν. </l></quote>
<milestone n="20" unit="tlnum"/> τίνων ταῦτα μισθῶν ἢ χρειῶν ἐκείνοις; ἀλλʼ
               οὐδὲ τοῖς νῦν· αἱ γὰρ ἐλπίδες ἄδηλοι καὶ μακραί. ἄμπελον ἰσημερίας
               ἐαρινῆς σκάψας μετοπωρινῆς ἐτρύγησε, πυρὸν ἔσπειρε δυομένης Πλειάδος
               εἶτʼ ἀνατελλούσης θερίζει, βόες καὶ ἵπποι καὶ ὄρνιθες ἕτοιμα τίκτουσιν
<milestone n="25" unit="tlnum"/>
<milestone n="496f" unit="stephpage" xml:id="stephpage-496f"/> ἐπὶ τὰς χρείας
               ἀνθρώπου δʼ ἡ μὲν ἐκτροφὴ πολύπονος ἡ δʼ αὔξησις βραδεῖα, τῆς δʼ ἀρετῆς
                  <pb xml:id="v.3.p.288"/> μακρὰν οὔσης προαποθνῄσκουσιν οἱ πλεῖστοι πατέρες.
               οὐκ ἐπεῖδε τὴν Σαλαμῖνα Νεοκλῆς τὴν Θεμιστοκλέους οὐδὲ τὸν
               Εὐρυμέδοντα Μιλτιάδης τὸν Κίμωνος οὐδʼ ἤκουσε Περικλέους Ξάνθιππος
               δημηγοροῦντος
<milestone n="5" unit="tlnum"/> οὐδʼ Ἀρίστων Πλάτωνος
               φιλοσοφοῦντος, οὐδʼ Εὐριπίδου καὶ Σοφοκλέους νίκας οἱ πατέρες ἔγνωσαν
               ψελλιζόντων καὶ συλλαβιζόντων ἠκροῶντο καὶ κώμους καὶ πότους καὶ ἔρωτας
               αὐτῶν οἷα νέοι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἶα νέοι</foreign> *: <foreign xml:lang="grc">οἱ ἄνθρωποι</foreign>. cf. p. 491 f.</note>
<milestone n="497a" unit="stephpage" xml:id="stephpage-497a"/>
               πλημμελούντων ἐπεῖδον· ὥστʼ ἐπαινεῖσθαι καὶ μνημονεύεσθαι
<milestone n="10" unit="tlnum"/> τοῦ Εὐήνου τοῦτο μόνον, ὧν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὧν</foreign> *: <foreign xml:lang="grc">ὡς</foreign>
</note> ἐπέγραψεν, <quote rend="blockquote"> ἢ δέος ἢ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ δέος ἢ</foreign> Artemidorus 1, 6: <foreign xml:lang="grc">ἰδε ὅση.</foreign> cf. Bergk. 2 p. 270</note> λύπη παῖς· πατρὶ πάντα χρόνον </quote> ἀλλʼ
               ὅμως οὐ παύονται παῖδας τρέφοντες μάλιστα δʼ οἱ παίδων ἥκιστα δεόμενοι.
               γελοῖον γάρ, εἴ τις οἴεται τοὺς πλουσίους θύειν καὶ χαίρειν γενομένων
<milestone n="15" unit="tlnum"/> αὐτοῖς τέκνων, ὅτι τοὺς θρέψοντας ἕξουσι
               καὶ τοὺς θάψοντας· εἰ μὴ νὴ Δία κληρονόμων ἀπορίᾳ παῖδας τρέφουσιν· οὐ
               γὰρ ἔστιν εὑρεῖν οὐδʼ ἐπιτυχεῖν τοῦ τἀλλότρια βουλομένου λαμβάνειν.
                  <quote rend="blockquote"><l> ψάμμος ἢ κόνις ἢ πτερὰ ποικιλοθρόων οἰωνῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 3 p. 719</note>
<milestone n="20" unit="tlnum"/>
</l><l> τόσσον οὐκ ἂν χεύαιτʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἂν χεύαιτʼ</foreign> p. 1067 e: <foreign xml:lang="grc">ἀχλευταὶ.</foreign> cf. Praefat. p. XLVIII</note> ἀριθμόν </l></quote> ὅσος ἐστὶν ὁ τῶν κληρονομούντων.
<milestone n="497b" unit="stephpage" xml:id="stephpage-497b"/>
<quote rend="blockquote">Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 427</note>
</quote> εἰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰ</foreign> Duebnerus: <foreign xml:lang="grc">εἰ δὲ</foreign>
</note>
               ἄτεκνος ἦν, πλείονας ἂν εἶχε κληρονομοῦντας καὶ οὐχ ὁμοίως.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁμοίως</foreign>] <foreign xml:lang="grc">ὁμοίως ἀχαρίστους</foreign> R</note> οἱ μὲν
               γὰρ παῖδες; χάριν οὐδεμίαν <pb xml:id="v.3.p.289"/> ἔχουσιν οὐδʼ ἕνεκα τούτου
               θεραπεύουσιν οὐδὲ τιμῶσιν, ὡς ὀφείλημα τὸν κλῆρον ἐκδεχόμενοι· τῶν δʼ
               ἀλλοτρίων περὶ τὸν ἄτεκνον φωνὰς ἀκούεις ταῖς κωμικαῖς ἐκείναις
               ὁμοίας,
<milestone n="5" unit="tlnum"/>
<quote rend="blockquote"><l> ὦ Δῆμε, λοῦσαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὧ Δῆμε, λοῦσαι</foreign> Iunius: <foreign xml:lang="grc">ὠδὴ μέλουσαι</foreign>
</note> πρῶτον ἐκδικάσας μίαν, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Aristoph. <title>Equ.</title> 50</note><l> ἔνθου, ῥόφησον, ἔντραγʼ, ἔχε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔχε</foreign> idem: <foreign xml:lang="grc">ἔχει</foreign>
</note> τριώβολον. </l></quote> τὸ δʼ ὑπὸ τοῦ Εὐριπίδου λεγόμενον <quote rend="blockquote"><l> τὰ χρήματʼ ἀνθρώποισιν εὑρίσκειν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὑρίσκει</foreign> R</note> φίλους </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">vid. Nauck. p. 149 adnot. ad hunc l. et Eur. Phoen. 439</note><l>δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχειν, </l></quote>
<milestone n="10" unit="tlnum"/>
<milestone n="497c" unit="stephpage" xml:id="stephpage-497c"/> οὐχ ἁπλῶς ἀληθές,
               ἀλλʼ ἐπὶ τῶν ἀτέκνων τούτους οἱ πλούσιοι δειπνίζουσιν, οἱ ἡγεμόνες
               θεραπεύουσιν, οἱ ῥήτορες μόνοις τούτοις 
  <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">corrigenda vid. ita: <foreign xml:lang="grc">τούτους, εἰ πλούσιοι, δειπν. οἱ ἡγεμόνες, θερ. οἱ ῥήτορες, μόνοις τούτοις</foreign> cett.</note> προῖκα συνηγοροῦσιν. <quote rend="blockquote"><l> ἰσχυρόν ἐστι πλούσιος ἀγνοούμενον </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kock. 3 p. 484</note><l> ἔχων κληρονόμον. </l></quote>
<milestone n="15" unit="tlnum"/> πολλοὺς γοῦν πολυφίλους καὶ πολυτιμήτους
               ὄντας ἓν παιδίον γενόμενον ἀφίλους καὶ ἀδυνάτους ἐποίησεν. ὅθεν οὐδὲ
               πρὸς δύναμιν οὐδέν ἐστιν ὠφέλιμον ἀπὸ τῶν τέκνων, ἀλλὰ τῆς φύσεως τὸ
               πᾶν κράτος οὐχ ἧττον ἐν ἀνθρώποις ἢ θηρίοις.
<milestone n="20" unit="tlnum"/>
</p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent">ἐξαμαυροῦται γὰρ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γὰρ</foreign>] <foreign xml:lang="grc">δὲ</foreign> Amyotus</note> καὶ ταῦτα καὶ πολλὰ τῶν ἄλλων ὑπὸ τῆς κακίας, ὥσπερ
               λόχμης ἡμέροις σπέρμασι παραβλαστανούσης. ἢ μηδʼ ἑαυτὸν φύσει <pb xml:id="v.3.p.290"/> στέργειν
<milestone n="497d" unit="stephpage" xml:id="stephpage-497d"/> τὸν ἄνθρωπον λέγωμεν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λέγωμεν</foreign> M: <foreign xml:lang="grc">λέγομεν</foreign>
</note> ὅτι πολλοὶ σφάττουσιν ἑαυτοὺς καὶ
               κατακρημνίζουσιν; ὁ δʼ Οἰδίπους <quote rend="blockquote"><l> ἤρασσʼ βλέφαρα · φοίνιαι δʼ ὁμοῦ </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Soph. <title>OR</title> 1275</note><l> γλῆναι γένειʼ ἔτεγγον.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φοίνιαι - ἔτεγγον</foreign> Sophocles: <foreign xml:lang="grc">φοίναι δόμου</foreign> cum lacuna 18 litt. Urbinas</note>
</l></quote>
<milestone n="5" unit="tlnum"/>Ἡγησίας δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> Duebnerus</note> διαλεγόμενος πολλοὺς ἔπεισεν
               ἀποκαρτερῆσαι τῶν ἀκροωμένων <quote rend="blockquote"> πολλαὶ μορφαὶ τῶν
                  δαιμονίων.</quote>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Eur. <title>Alc.</title> 1159. passim</note> ταῦτα δʼ ἐστὶν ὥσπερ ἐκεῖνα νοσήματα καὶ πάθη ψυχῆς
               τοῦ κατὰ φύσιν ἐξιστάντα τὸν ἄνθρωπον, ὡς
<milestone n="10" unit="tlnum"/>
               αὐτοὶ καταμαρτυροῦσιν ἑαυτῶν· ἂν γὰρ ὗς τεκοῦσα δελφάκιον ἢ κύων
               διασπαράξῃ σκυλάκιον, ἀθυμοῦσι καὶ ταράττονται, καὶ θεοῖς ἀποτρόπαια
               θύουσι καὶ τέρας νομίζουσιν, ὡς πᾶσι κατὰ φύσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατὰ φύσιν</foreign> R: <foreign xml:lang="grc">καὶ κατὰ φύσιν</foreign>
</note> στέργειν τὰ
<milestone n="497e" unit="stephpage" xml:id="stephpage-497e"/> τικτόμενα καὶ τρέφειν οὐκ
               ἀναιρεῖν προσῆκον.
<milestone n="15" unit="tlnum"/> μὴν ἀλλʼ ὥσπερ ἐν τοῖς
               μετάλλοις πολλῇ συμπεφυρμένον γῇ καὶ κατακεχωσμένον ὅμως διαστίλβει τὸ
               χρυσίον, οὕτως ἡ φύσις ἐν αὐτοῖς τοῖς ἡμαρτημένοις ἤθεσι καὶ πάθεσιν
               ἐκφαίνει τὸ πρὸς τὰ ἔκγονα φιλόστοργον. οἱ μὲν γὰρ πένητες οὐ τρέφουσι
               τέκνα,
<milestone n="20" unit="tlnum"/> φοβούμενοι μὴ χεῖρον ἢ προσήκει
               τραφέντα δουλοπρεπῆ καὶ ἀπαίδευτα καὶ τῶν καλῶν πάντων ἐνδεᾶ γένηται·
               τὴν γὰρ πενίαν ἔσχατον ἡγούμενοι κακὸν οὐχ ὑπομένουσι μεταδοῦναι τέκνοις
               ὥσπερ τινὸς χαλεποῦ καὶ μεγάλου νοσήματος.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lacunam post <foreign xml:lang="grc">νοσήματος</foreign> add. X</note>
</p></div></div></body></text></TEI>