ἔκκλητοι κρίσεις καὶ ξενικῶν δικαστηρίων ἀγωγαὶ ἀγωγαὶ ] vid. Symbolas τοῖς Ἕλλησι τὸ πρῶτον ἀπιστίᾳ τῇ πρὸς ἀλλήλους ἐπενοήθησαν, ἀλλοτρίας δικαιοσύνης ὥσπερ ἑτέρου τινὸς τῶν ἀναγκαίων μὴ φυομένου παρʼ αὐτοῖς δεηθεῖσιν. ἆρʼ οὖν καὶ οἱ φιλόσοφοι τῶν προβλημάτων ἔνια διὰ τὰς πρὸς ἀλλήλους διαφορὰς ἐπὶ τὴν τῶν ἀλόγων φύσιν ζῴων ὥσπερ ἀλλοδαπὴν πόλιν ἐκκαλοῦνται, καὶ τοῖς ἐκείνων πάθεσι καὶ ἤθεσιν ὡς ἀνεντεύκτοις καὶ ἀδεκάστοις ἐφιᾶσι τὴν κρίσιν; ἢ καὶ τοῦτο τῆς ἀνθρωπίνης κακίας ἔγκλημα κοινόν ἐστι, τὸ περὶ τῶν ἀναγκαιοτάτων καὶ μεγίστων ἀμφιδοξοῦντας ἡμᾶς ζητεῖν ἐν ἵπποις καὶ κυσὶ καὶ ὄρνισι, πῶς γαμοῦμεν αὐτοὶ καὶ γεννῶμεν καὶ τεκνοτροφοῦμεν, ὡς μηδὲν ἐν ἑαυτοῖς δήλωμα τῆς φύσεως ὂν τὰ τὰ ] καὶ τὰ R τῶν θηρίων ἤθη καὶ πάθη προσαγορεῦσαι καὶ καταμαρτυρῆσαι τοῦ βίου ἡμῶν πολλὴν τοῦ κατὰ φύσιν ἐκδιαίτησιν καὶ παράβασιν, εὐθὺς ἐν ἀρχῇ καὶ περὶ τὰ πρῶτα συγχεομένων καὶ ταραττομένων. ἄκρατον γὰρ ἐν ἐκείνοις ἡ φύσις καὶ ἀμιγὲς καὶ ἁπλοῦν φυλάττει τὸ ἴδιον· ἐν δʼ ἀνθρώποις ὑπὸ τοῦ λόγου καὶ τῆς συνηθείας, ὃ τοὔλαιον ὑπὸ τῶν μυρεψῶν πέπονθε, πρὸς πολλὰ μιγνυμένη δόγματα καὶ κρίσεις ἐπιθέτους ποικίλη γέγονε καὶ ἰδία, ἰδία ] i. e. ἰδιάζουσα ἑκάστῳ τὸ δʼ οἰκεῖον οὐ τετήρηκε. καὶ μὴ θαυμάζωμεν, εἰ τὰ ἄλογα ζῷα τῶν λογικῶν μᾶλλον ἕπεται τῇ φύσει · καὶ γὰρ τὰ φυτὰ τῶν ζῴων, τὰ φυτὰ τῶν ζῴων ] intell. μᾶλλον ἕπεται τῇ φύσει (R) οἷς οὔτε φαντασίαν οὔθʼ ὁρμὴν ἔδωκεν ἑτέρων ἑτέρων ] ἐνεργὸν Emperius. malim ἢ ἑτέρων ὄρεξιν τοῦ κατὰ φύσιν ἀποσαλεύουσαν, ἀλλʼ ὥσπερ ἐν δεσμῷ συνειργμένα μένει καὶ κεκράτηται, μίαν ἀεὶ πορείαν ἣν ἡ φύσις ἄγει πορευόμενα. τοῖς δὲ θηρίοις τὸ μὲν πραΰτροπον τοῦ λόγου καὶ περιττὸν καὶ φιλελεύθερον ἄγαν οὐκ ἔστιν, ἀλόγους δʼ ὁρμὰς καὶ ὀρέξεις ἔχοντα καὶ χρώμενα πλάναις καὶ περιδρομαῖς, πολλάκις οὐ μακρὰν ἀλλʼ ὡς ἐπʼ ἀγκύρας τῆς φύσεως σαλεύει· καθάπερ καὶ καθάπερ W καθάπερ κἑ ] corrupta. X ex cod. vetere scripsit: καθάπερ οὖν ὄνον ὑφʼ ἡνίᾳ καὶ χ. βαδ. δείκ. εὐθεῖαν ὁ δεσπότης ὁδόν· οὕτως ἐν ἀνθρώπῳ καὶ ὁ αὐτοκρατής cett. οὖν ὁδὸν ὁδὸν ] del. Stegmannus ὑφʼ ἡνίᾳ καὶ χαλινῷ βαδίζοντα δείκνυσιν εὐθεῖαν. ὁ δὲ δεσπότης ἐν ἀνθρώπῳ καὶ αὐτοκρατὴς λόγος ἄλλας ἄλλοτε παρεκβάσεις καὶ καινοτομίας ἀνευρίσκων οὐδὲν ἴχνος ἐμφανὲς οὐδʼ ἐναργὲς ἀπολέλοιπε τῆς φύσεως. ὅρα περὶ τοὺς γάμους ὅσον ἐστὶν ἐν τοῖς ζῴοις τὸ κατὰ φύσιν. πρῶτον οὐκ ἀναμένει νόμους ἀγαμίου ἀγαμίου καὶ ὀψιγαμίου Doehnerus: ἀγάμου καὶ ὀψιγάμου καὶ ὀψιγαμίου, καθάπερ οἱ Λυκούργου πολῖται καὶ Σόλωνος καὶ Σόλωνος ] del. idem οὐδʼ ἀτιμίας ἀτέκνων δέδοικεν, οὐδὲ τιμὰς διώκει τρίπαιδας, τριπαιδίας idem ὡς Ῥωμαίων πολλοὶ γαμοῦσι καὶ γεννῶσιν, οὐχ ἳνα κληρονόμους ἔχωσιν ἀλλʼ ἵνα κληρονομεῖν δύνωνται. ἔπειτα μίγνυται τῷ θήλει τὸ ἄρρεν οὐχ ἅπαντα χρόνον· ἡδονὴν γὰρ οὐκ ἔχει τέλος ἀλλὰ γέννησιν καὶ τέκνωσιν. διὰ τοῦτʼ ἔτους ὥρᾳ, ἣ πνοάς τε γονίμους ἔχει καὶ πρόσφορον λοχευομένοις κρᾶσιν, συνῆλθεν εἰς ταὐτὸ συνῆλθεν εἰς ταὐτὸ Doehnerus: ἦλθεν εἰς τὸ αὐτὸ τῷ ἄρρενι τὸ θῆλυ χειρόηθες καὶ ποθεινόν, ἡδείᾳ μὲν ὀσμῇ χρωτὸς ἰδίῳ δὲ κόσμῳ σώματος ἀγαλλόμενον, δρόσου καὶ βοτάνης ἀνάπλεων. καθαρᾶς· αἰσθόμενον δʼ ὅτι κύει καὶ πεπλήρωται, κοσμίως ἄπεισι καὶ προνοεῖ περὶ τὴν κύησιν καὶ σωτηρίαν τοῦ ἀποτεχθέντος. ἀξίως δʼ οὐκ ἔστιν εἰπεῖν τὰ δρώμενα, πλὴν ὅτι γίγνεται ἕκαστον αὐτῶν ἐν ἐν ] ἓν Emperius τῷ φιλοστόργῳ, ταῖς προνοίαις, ταῖς καρτερίαις, ταῖς ἐγκρατείαις. ἀλλὰ τὴν μέλιτταν ἡμεῖς σοφὴν καλοῦμεν καὶ νομίζομεν ξανθὸν μέλι μηδομέναν Bergk. 3 p. 411 κολακεύοντες τὸ ἡδὺ καὶ γαργαλίζον ἡμᾶς τῆς γλυκύτητος· τὴν δὲ τῶν ἄλλων περὶ τὰς λοχείας καὶ τὰς ἀνατροφὰς σοφίαν καὶ τέχνην παρορῶμεν. οἷον εὐθύς, ἡ ἁλκυὼν κύουσα τὴν νεοττιὰν συντίθησι, συλλαμβάνουσα τὰς ἀκάνθας τῆς θαλαττίας βελόνης καὶ ταύτας διʼ ἀλλήλων ἐγκαταπλέκουσα καὶ συνείρουσα, τὸ μὲν σχῆμα περιαγὲς ὡς ἁλιευτικοῦ κύρτου καὶ πρόμηκες ἀπεργάζεται· τῇ τῇ ] ἡ Doehnerus δʼ ἁρμονίᾳ καὶ πυκνότητι συμφράξασα τὰς ἀκάνθας τὰς ἀκάνθας R: τῆς ἀκάνθης ἀκριβῶς ὑπέθηκε ἐπέθηκε Doehnerus τῷ κλύσματι τοῦ κύματος, ὡς ὡς ] ὅπως R τυπτόμενον ἡσυχῆ καὶ πηγνύμενον τὸ πίλημα τῆς ἐπιφανείας στεγανὸν γένηται· γίγνεται δὲ σιδήρῳ καὶ λίθῳ δυσδιαίρετον. ὃ δʼ ἐστὶ θαυμασιώτερον, οὕτω τὸ στόμα τῆς νεοττιᾶς συμμέτρως πέπλασται πέπλασται X: πεπλάσθαι πρὸς τὸ μέγεθος καὶ τὸ μέτρον τῆς ἁλκυόνος, ὥστε μήτε μεῖζον ἄλλο μήτε μικρότερον ἐνδύεσθαι ζῷον, ὡς δέ φασι, μηδὲ θάλατταν παραδέχεσθαι malim παρεισδέχεσθαι μηδὲ τὰ ἐλάχιστα. μάλιστα δʼ οἱ γαλεοὶ ζῳογονοῦσι μὲν ἐν ἑαυτοῖς, ἐκβαίνειν δὲ παρέχουσιν ἐκτὸς καὶ νέμεσθαι τοῖς σκυμνίοις, εἶτα πάλιν ἀναλαμβάνουσι καὶ περιπτύσσουσιν ἐγκοιμώμενα τοῖς σπλάγχνοις. ἡ δʼ ἄρκτος, ἀγριώτατον καὶ σκυθρωπότατον θηρίον, ἄμορφα καὶ ἄναρθρα τίκτει· τῇ δὲ γλώττῃ καθάπερ ἐργαλείῳ διατυποῦσα τοὺς ὑμένας ὑμένας ] σκύμνους Doehnerus. cf. Theocr. XI, 41 οὐ δοκεῖ γεννᾶν μόνον ἀλλὰ καὶ δημιουργεῖν τὸ τέκνον. ὁ δʼ Ὁμηρικὸς λέων, ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται Homerus: ὃν ῥά τε νήπια τέκνα ἄγοντα συναντήσονται ἐν ὕλῃ Hom. P 134 ἄνδρες ἐπακτῆρες, ὁ δέ τε σθένεϊ βλεμεαίνει, πᾶν δὲ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων ἆρʼ οὐχ ὅμοιός; ἐστι, διανοουμένῳ πρὸς τοὺς κυνηγοὺς σπένδεσθαι περὶ τῶν τέκνων; καθόλου γὰρ ἡ πρὸς τὰ ἔκγονα ἔκγονα *: ἔγγονα φιλοστοργία καὶ τολμηρὰ τὰ δειλὰ τολμηρὰ τὰ δειλὰ Emperius: τὰ τολμηρὰ δειλὰ ποιεῖ, καὶ φιλόπονα τὰ ῥᾴθυμα καὶ φειδωλὰ τὰ γαστρίμαργα καὶ ὥσπερ καὶ ὥσπερ ] ὥσπερ Stegmannus ut cum pracedentibus iungatur ἡ Ὁμηρικὴ ὄρνις προσφέρουσα τοῖς νεοττοῖς μάστακʼ, ἐπεί κε λάβῃσι, κακῶς δέ τε οἱ πέλει αὐτῇ Hom. I 324 τῷ γὰρ αὑτῆς τρέφει λιμῷ τὰ ἔκγονα, ἔκγονα *: ἔγγονα καὶ τὴν τροφὴν τῆς γαστρὸς ἁπτομένην ἀποκρατεῖ καὶ πιέζει τῷ στόματι, μὴ λάθῃ καταπιοῦσα ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα Hom. ν 14 ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι τὸν περὶ τῶν τέκνων φόβον ὡς δεύτερον προσλαβοῦσα θυμόν. αἱ δὲ πέρδικες ὅταν διώκωνται μετὰ τῶν τέκνων, ἐκεῖνα μὲν ἐῶσι προπέτεσθαι καὶ φεύγειν, αὑταῖς δὲ μηχανώμεναι προσέχειν τοὺς θηρεύοντας ἐγγὺς κυλινδούμεναι καὶ καταλαμβανόμεναι, μικρὸν ὑπεκθέουσιν, εἶτα πάλιν ἵστανται καὶ παρέχουσιν ἐν ἐφικτῷ τῆς ἐλπίδος ἑαυτάς, ἄχρι ἂν οὕτω προκινδυνεύουσαι τῶν νεοττῶν τῆς ἀσφαλείας προαγάγωνται πόρρω τοὺς διώκοντας. τὰς δʼ ἀλεκτορίδας ἐν τοῖς ὄμμασι καθʼ ἡμέραν ἔχομεν, ὃν τρόπον τὰ νεόττια περιέπουσι, τοῖς μὲν ἐνδῦναι χαλῶσαι τὰς πτέρυγας, τὰ δʼ ἐπιβαίνοντα τῶν νώτων καὶ προσέρποντα προσέρποντα ( προστρέχοντα Doehnerus) W: προσέρχονται πανταχόθεν ἀναδεχόμεναι μετὰ τοῦ γεγηθός τι τι R: ἢ καὶ προσφιλὲς ἐπιφθέγγεσθαι· κύνας δὲ καὶ δράκοντας, κύνας δὲ καὶ δράκοτας X: κυνέας δὲ καὶ δρακοντίας ἂν περὶ αὑτῶν φοβηθῶσι, φεύγουσιν, ἂν δὲ περὶ τῶν τέκνων, ἀμύνονται καὶ διαμάχονται παρὰ δύναμιν. εἶτα τὰ Doehnerus ταῦτʼ οἰόμεθα τὰ πάθη τούτοις ἐνειργάσθαι τὴν φύσιν, ἀλεκτορίδων ἐπιγονῆς καὶ κυνῶν κυνῶν ] ἀλκυόνων idem καὶ ἄρκτων προνοοῦσαν, ἀλλʼ οὐχ ἡμᾶς δυσωποῦσαν καὶ τιτρώσκουσαν ἐπιλογιζομένους, ὅτι ταῦτα παραδείγματα τοῖς ἑπομένοις, τοῖς δʼ ἀναλγήτοις ὀνείδη περίεστι τῆς ἀπαθείας, διʼ ὧν κατηγοροῦσι τῆς ἀνθρωπίνης φύσεως μόνης μὴ προῖκα τὸ στέργειν ἐχούσης μηδʼ ἐπισταμένης φιλεῖν ἄνευ χρείας θαυμάζεται γὰρ ἐν τοῖς θεάτροις ὁ εἰπών μισθοῦ γὰρ ἄνθρωπον τίς ἄνθρωπον φιλεῖ Kock. 3 p. 450 κατʼ κατʼ ] καὶ κατʼ ? vid. Usener. p 320 Ἐπίκουρον ὁ πατὴρ τὸν υἱόν, ἡ ἡ R μήτηρ τὸ τέκνον, οἱ παῖδες τοὺς τεκόντας. ἀλλʼ εἰ λόγου γένοιτο τοῖς θηρίοις σύνεσις, καὶ τοῦτό τις εἰς κοινὸν θέατρον συναγαγὼν ἵππους καὶ βόας καὶ κύνας καὶ ὄρνιθας; ἀναφθέγξαιτο μεταγράψας, ὡς οὔτε κύνες ἐπὶ μισθῷ σκύλακας φιλοῦσιν οὔθʼ ἵπποι πώλους πώλους ] add. οὔτε βόες μόσχους Doehnerus οὔτʼ ὄρνιθες νεοττοὺς ἀλλὰ προῖκα καὶ φυσικῶς, ἐπιγνωσθήσεται τοῖς ἁπάντων πάθεσιν ὡς εὖ καὶ ἀληθῶς λεγόμενον. αἰσχρὸν γάρ, ὦ Ζεῦ, τὰς θηρίων γενέσεις καὶ λοχείας καὶ ὠδῖνας καὶ τεκνοτροφίας φύσιν εἶναι καὶ χάριν, τὰς δʼ ἀνθρώπων δάνεια καὶ μισθοὺς καὶ ἀρραβῶνας ἐπὶ χρείαις διδομένους. ἀλλʼ οὔτʼ ἀληθὴς ὁ λόγος οὔτʼ ἄξιος ἄξιος R: ἄξιον ἀκούειν. ἡ γὰρ φύσις ὥσπερ ἐν φυτοῖς ἀγρίοις, οἷον οἰνάνθαις ἐρινεοῖς κοτίνοις, ἀρχὰς ἀπέπτους καὶ ἀτελεῖς ἡμέρων καρπῶν ἐνέφυσεν· ἐνέφυσεν R: εἶναι φύσιν οὕτω τοῖς μὲν ἀλόγοις τὸ πρὸς τὰ ἔκγονα ἔκγονα *: ἔγγονα φιλόστοργον ἀτελὲς καὶ οὐ διαρκὲς πρὸς δικαιοσύνην οὐδὲ τῆς χρείας προσωτέρω προερχόμενον ἔδωκεν ἄνθρωπον δέ, λογικὸν καὶ πολιτικὸν ζῷον, ἐπὶ δίκην καὶ νόμον εἰσάγουσα καὶ θεῶν τιμὰς καὶ πόλεων ἱδρύσεις καὶ φιλοφροσύνην, γενναῖα καὶ καλὰ καὶ φερέκαρπα τούτων σπέρματα παρέσχε τὴν πρὸς τὰ ἔκγονα ἔκγονα *: ἔγγοα χάριν καὶ ἀγάπησιν, ἀκολουθοῦσα ταῖς πρώταις ἀρχαῖς· αὗται δʼ ἦσαν ἐν ταῖς τῶν σωμάτων κατασκευαῖς. πανταχοῦ μὲν γὰρ ἡ φύσις ἀκριβὴς καὶ φιλότεχνος φιλότεχνος X: φιλότεκνος καὶ ἀνελλιπὴς καὶ ἀπερίτμητος ἀπερίτμητος ] ἀνεπιτίμητος ? οὐδέν ὡς ἔφησεν Ἐρασίστρατος ἔχουσα ῥωπικόν· τὰ δὲ περὶ τὴν γένεσιν ἀξίως οὐκ ἔστιν εἰπεῖν οὐδʼ εὐπρεπὲς ἴσως λίαν ἀκριβῶς τῶν ἀπορρήτων ἐφάπτεσθαι τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν, ἀλλʼ ἀποκειμένων καὶ κεκρυμμένων ἀλλʼ ἀποκειμένων καὶ κεκρυμμένων ] καὶ Stegmannus ἐπινοεῖν τὴν πρὸς τὸ γεννᾶν καὶ λοχεύεσθαι τῶν μορίων ἐκείνων εὐφυΐαν. ἀρκεῖ δʼ ἡ τοῦ γάλακτος ἐργασία καὶ οἰκονομία τὴν πρόνοιαν αὐτῆς ἐμφῆναι καὶ ἐπιμέλειαν. τοῦ γὰρ αἵματος ὅσον περίττωμα τῆς χρείας ἐν ταῖς γυναιξὶ διʼ ἀμβλύτητα καὶ μικρότητα τοῦ πνεύματος ἐπιπολάζον ἐμπλανᾶται καὶ βαρύνει, τὸν μὲν ἄλλον χρόνον εἴθισται καὶ μεμελέτηκεν ἐμμήνοις ἐμμήνοις ] add. κηʼ Doehnerus ἡμερῶν περιόδοις ὀχετοὺς καὶ πόρους αὐτῷ τῆς φύσεως ἀναστομούσης ἀποχεόμενον τὸ μὲν ἄλλο σῶμα κουφίζειν καὶ καθαίρειν, τὴν δʼ ὑστέραν οἷον ἀρότῳ ἀρότῳ R: ἀρότρῳ καὶ σπόρῳ γῆν ἐν φυτοῖς ἐν φυτοῖς ] i. e. ἐπὶ τῶν φυτῶν. frustra tentatur ὀργῶσαν ἐν καιρῷ παρέχειν. ὅταν δὲ τὴν γονὴν ἀναλάβῃ προσπεσοῦσαν προσπεσοῦσαν W: προσπεσοῦσα ἡ ὑστέρα καὶ περιστείλῃ ῥιζώσεως γενομένης· ὁ γὰρ ὀμφαλὸς; πρῶτον ἐν μήτρῃσιν ὥς φησι Δημόκριτος Δημόκριτος ] Mullach. 1 p. 359 ἀγκυρηβόλιον σάλου καὶ πλάνης ἐμφύεται, πεῖσμα καὶ κλῆμα τῷ γεννωμένῳ καρπῷ καὶ μέλλοντι· τοὺς μὲν, τοὺς μὲν Basileensis: καὶ τοὺς μὲν ἐμμήνους καὶ καθαρσίους ἔκλεισεν ὀχετοὺς ἡ φύσις, τοῦ δʼ αἵματος ἀντιλαμβανομένη φερομένου τροφῇ χρῆται καὶ κατάρδει τὸ βρέφος ἤδη συνιστάμενον καὶ διαπλαττόμενον, ἄχρι οὗ τοὺς προσήκοντας ἀριθμοὺς τῇ ἐντὸς; αὐξήσει κυηθὲν κυηθὲν X: κινηθὲν ἑτέρας ἀνατροφῆς καὶ χώρας δέηται. τότʼ οὖν τὸ αἷμα παντὸς ἐμμελέστερον φυτουργοῦ καὶ ὀχετηγοῦ πρὸς ἑτέραν ἀφʼ ἑτέρας ἐκτρέπουσα καὶ μεταλαμβάνουσα χρείαν, ἔχει παρεσκευασμένας οἷον ἐγγείους ἤ τινας ἤ τινας ] τινὰς R qui recte nunc mihi emendasse vid. cf. Symb. meas κρήνας νάματος ἐπιρρέοντος, οὐκ ἀργῶς οὐδʼ ἀπαθῶς ὑποδεχομένας ἀλλὰ καὶ πνεύματος ἠπίῳ θερμότητι καὶ μαλακῇ θηλύτητι ἐκπέψαι καὶ λεᾶναι καὶ μεταβαλεῖν δυναμένας· τοιαύτην γὰρ ὁ μαστὸς ἔχει ἐντὸς ἐντὸς ἔχει Benselerus διάθεσιν καὶ κρᾶσιν. ἐκροαὶ δὲ τοῦ γάλακτος οὐκ εἰσὶν οὐδὲ κρουνοὶ μεθιέντες ἀθρόως, εἰς δὲ σάρκα πιδακώδη καὶ πόροις ἀτρέμα λεπτοῖς διηθοῦσαν ἀπολήγων, εὐμενὲς τῷ τοῦ νηπίου στόματι καὶ προσφιλὲς; ψαῦσαι καὶ περιλαβεῖν ἐνδίδωσι ταμιεῖον. ταμιεῖον *: ταμεῖον ἀλλὰ τούτων γε τῶν τοσούτων ἐπὶ τήν γένεσιν ἐργαλείων καὶ τοιούτων οἰκονομιῶν καὶ φιλοτιμίας καὶ προνοίας οὐδὲν ἦν ὄφελος, εἰ μὴ τὸ φιλόστοργον ἡ φύσις καὶ κηδεμονικὸν ἐνειργάσατο ταῖς τεκούσαις. πάντων ὅσσα τε γαῖαν ἔπι πνείει ἔπι πνείει Homerus: ἐπιπνείει τε καὶ ἕρπει· Hom. P 446 τοῦτʼ οὐ ψεύδεται ὁ ὁ R λέγων ἐπὶ νηπίου καὶ καὶ ] del. Doehnerus ἀρτιγενοῦς. οὐδὲν γάρ ἐστιν οὕτως; ἀτελὲς οὐδʼ ἄπορον οὐδὲ γυμνὸν οὐδʼ ἄμορφον οὐδὲ μιαρόν, ὡς ἄνθρωπος ἐν γοναῖς ὁρώμενος· ᾧ μόνῳ σχεδὸν οὐδὲ καθαρὰν ἔδωκεν εἰς φῶς ὁδὸν ἡ φύσις, ἀλλʼ αἵματι πεφυρμένος καὶ λύθρου περίπλεως καὶ φονευομένῳ μᾶλλον ἢ γεννωμένῳ ἐοικὼς οὐδενός ἐστιν ἅψασθαι καὶ ἀνελέσθαι καὶ ἀσπάσασθαι καὶ περιλαβεῖν περιλαβεῖν ] περιβαλεῖν ? ἢ τοῦ φύσει φιλοῦντος. διὸ τῶν μὲν ἄλλων ζῴων ὑπὸ τὴν γαστέρα τὰ οὔθατα χαλᾷ τοὺς μαστοὺς, χαλᾷ τοὺς μαστοὺς ] χαλᾷ Herwerdenus. de vocum distinctione cf. Reiskius ταῖς δὲ γυναιξὶν ἄνω γεγόνασιν γεγόνασιν ] del. idem περὶ τὸ στέρνον ἐν ἐφικτῷ τοῦ φιλῆσαι καὶ περιπτύξαι καὶ κατασπάσασθαι τὸ νήπιον, ὡς τοῦ τεκεῖν καὶ θρέψαι τέλος οὐ χρείαν ἀλλὰ φιλίαν ἔχοντος. ἐπὶ τοὺς παλαιοὺς; ἀνάγαγε τὸν λόγον, ὧν ταῖς μὲν τεκεῖν πρώταις, τοῖς δʼ ἰδεῖν συνέβη τικτόμενον βρέφος· οὔτε νόμος ἦν ἐκείνοις τεκνοτροφεῖν προστάττων οὔτε προσδοκία χάριτος ἢ τροφείων ἐπὶ νέοις δανειζομένων ἐπὶ νέοις δανειζομένων ] cf. p. 479 f. χαλεπὰς δὲ μᾶλλον εἴποιμʼ ἂν εἶναι καὶ μνησικάκους τὰς τεκούσας τοῖς βρέφεσι, κινδύνων τε μεγάλων καὶ πόνων αὐταῖς γιγνομένων· ὡς δʼ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα Hom. Λ 269 δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι, Ἥρης θυγατέρες, πικρὰς ὠδῖνας ἔχουσαι. ταῦτʼ οὐχ Ὅμηρον αἱ γυναῖκες; ἀλλʼ Ὁμηρίδα γράψαι λέγουσι τεκοῦσαν ἢ τίκτουσαν ἔτι καὶ τὸ μῖγμα μῖγμα ] νύγμα R τῆς ἀλγηδόνος ὁμοῦ πικρὸν καὶ ὀξὺ γιγνόμενον ἐν τοῖς σπλάγχνοις ἔχουσαν. ἀλλὰ τὸ φύσει φιλόστοργον ἔκαμπτε καὶ ἦγεν· ἦγεν ] ἦγχεν ? ἔτι θερμὴ καὶ διαλγὴς καὶ κραδαινομένη τοῖς πόνοις οὐχ ὑπερέβη τὸ νήπιον οὐδʼ ἔφυγεν, ἀλλʼ ἐπεστράφη καὶ προσεμειδίασε καὶ ἀνείλετο καὶ ἠσπάσατο, μηδὲν ἡδὺ καρπουμένη μηδὲ χρήσιμον ἀλλʼ ἐπιπόνως καὶ ταλαιπώρως ἐπιπόνως καὶ ταλαιπώρως ] ἔτι πόνους καὶ ταλαιπωρίας Doehnerus ἀναδεχομένη τῶν σπαργάνων ἐρειπίοις θάλπουσα καὶ ψύχουσα, καὶ πόνῳ πόνον Nauck. p. 839 ἐκ νυκτὸς ἀλλάσσουσα τὸν μεθʼ μεθʼ Cobetus: καθʼ ἡμέραν. τίνων ταῦτα μισθῶν ἢ χρειῶν ἐκείνοις; ἀλλʼ οὐδὲ τοῖς νῦν· αἱ γὰρ ἐλπίδες ἄδηλοι καὶ μακραί. ἄμπελον ἰσημερίας ἐαρινῆς σκάψας μετοπωρινῆς ἐτρύγησε, πυρὸν ἔσπειρε δυομένης Πλειάδος εἶτʼ ἀνατελλούσης θερίζει, βόες καὶ ἵπποι καὶ ὄρνιθες ἕτοιμα τίκτουσιν ἐπὶ τὰς χρείας ἀνθρώπου δʼ ἡ μὲν ἐκτροφὴ πολύπονος ἡ δʼ αὔξησις βραδεῖα, τῆς δʼ ἀρετῆς μακρὰν οὔσης προαποθνῄσκουσιν οἱ πλεῖστοι πατέρες. οὐκ ἐπεῖδε τὴν Σαλαμῖνα Νεοκλῆς τὴν Θεμιστοκλέους οὐδὲ τὸν Εὐρυμέδοντα Μιλτιάδης τὸν Κίμωνος οὐδʼ ἤκουσε Περικλέους Ξάνθιππος δημηγοροῦντος οὐδʼ Ἀρίστων Πλάτωνος φιλοσοφοῦντος, οὐδʼ Εὐριπίδου καὶ Σοφοκλέους νίκας οἱ πατέρες ἔγνωσαν ψελλιζόντων καὶ συλλαβιζόντων ἠκροῶντο καὶ κώμους καὶ πότους καὶ ἔρωτας αὐτῶν οἷα νέοι οἶα νέοι *: οἱ ἄνθρωποι . cf. p. 491 f. πλημμελούντων ἐπεῖδον· ὥστʼ ἐπαινεῖσθαι καὶ μνημονεύεσθαι τοῦ Εὐήνου τοῦτο μόνον, ὧν ὧν *: ὡς ἐπέγραψεν, ἢ δέος ἢ ἢ δέος ἢ Artemidorus 1, 6: ἰδε ὅση. cf. Bergk. 2 p. 270 λύπη παῖς· πατρὶ πάντα χρόνον ἀλλʼ ὅμως οὐ παύονται παῖδας τρέφοντες μάλιστα δʼ οἱ παίδων ἥκιστα δεόμενοι. γελοῖον γάρ, εἴ τις οἴεται τοὺς πλουσίους θύειν καὶ χαίρειν γενομένων αὐτοῖς τέκνων, ὅτι τοὺς θρέψοντας ἕξουσι καὶ τοὺς θάψοντας· εἰ μὴ νὴ Δία κληρονόμων ἀπορίᾳ παῖδας τρέφουσιν· οὐ γὰρ ἔστιν εὑρεῖν οὐδʼ ἐπιτυχεῖν τοῦ τἀλλότρια βουλομένου λαμβάνειν. ψάμμος ἢ κόνις ἢ πτερὰ ποικιλοθρόων οἰωνῶν Bergk. 3 p. 719 τόσσον οὐκ ἂν χεύαιτʼ ἂν χεύαιτʼ p. 1067 e: ἀχλευταὶ. cf. Praefat. p. XLVIII ἀριθμόν ὅσος ἐστὶν ὁ τῶν κληρονομούντων. Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ Nauck. p. 427 εἰ εἰ Duebnerus: εἰ δὲ ἄτεκνος ἦν, πλείονας ἂν εἶχε κληρονομοῦντας καὶ οὐχ ὁμοίως. ὁμοίως ] ὁμοίως ἀχαρίστους R οἱ μὲν γὰρ παῖδες; χάριν οὐδεμίαν ἔχουσιν οὐδʼ ἕνεκα τούτου θεραπεύουσιν οὐδὲ τιμῶσιν, ὡς ὀφείλημα τὸν κλῆρον ἐκδεχόμενοι· τῶν δʼ ἀλλοτρίων περὶ τὸν ἄτεκνον φωνὰς ἀκούεις ταῖς κωμικαῖς ἐκείναις ὁμοίας, ὦ Δῆμε, λοῦσαι ὧ Δῆμε, λοῦσαι Iunius: ὠδὴ μέλουσαι πρῶτον ἐκδικάσας μίαν, Aristoph. Equ. 50 ἔνθου, ῥόφησον, ἔντραγʼ, ἔχε ἔχε idem: ἔχει τριώβολον. τὸ δʼ ὑπὸ τοῦ Εὐριπίδου λεγόμενον τὰ χρήματʼ ἀνθρώποισιν εὑρίσκειν εὑρίσκει R φίλους vid. Nauck. p. 149 adnot. ad hunc l. et Eur. Phoen. 439 δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχειν, οὐχ ἁπλῶς ἀληθές, ἀλλʼ ἐπὶ τῶν ἀτέκνων τούτους οἱ πλούσιοι δειπνίζουσιν, οἱ ἡγεμόνες θεραπεύουσιν, οἱ ῥήτορες μόνοις τούτοις corrigenda vid. ita: τούτους, εἰ πλούσιοι, δειπν. οἱ ἡγεμόνες, θερ. οἱ ῥήτορες, μόνοις τούτοις cett. προῖκα συνηγοροῦσιν. ἰσχυρόν ἐστι πλούσιος ἀγνοούμενον Kock. 3 p. 484 ἔχων κληρονόμον. πολλοὺς γοῦν πολυφίλους καὶ πολυτιμήτους ὄντας ἓν παιδίον γενόμενον ἀφίλους καὶ ἀδυνάτους ἐποίησεν. ὅθεν οὐδὲ πρὸς δύναμιν οὐδέν ἐστιν ὠφέλιμον ἀπὸ τῶν τέκνων, ἀλλὰ τῆς φύσεως τὸ πᾶν κράτος οὐχ ἧττον ἐν ἀνθρώποις ἢ θηρίοις. ἐξαμαυροῦται γὰρ γὰρ ] δὲ Amyotus καὶ ταῦτα καὶ πολλὰ τῶν ἄλλων ὑπὸ τῆς κακίας, ὥσπερ λόχμης ἡμέροις σπέρμασι παραβλαστανούσης. ἢ μηδʼ ἑαυτὸν φύσει στέργειν τὸν ἄνθρωπον λέγωμεν, λέγωμεν M: λέγομεν ὅτι πολλοὶ σφάττουσιν ἑαυτοὺς καὶ κατακρημνίζουσιν; ὁ δʼ Οἰδίπους ἤρασσʼ βλέφαρα · φοίνιαι δʼ ὁμοῦ Soph. OR 1275 γλῆναι γένειʼ ἔτεγγον. φοίνιαι - ἔτεγγον Sophocles: φοίναι δόμου cum lacuna 18 litt. Urbinas Ἡγησίας δὲ δὲ Duebnerus διαλεγόμενος πολλοὺς ἔπεισεν ἀποκαρτερῆσαι τῶν ἀκροωμένων πολλαὶ μορφαὶ τῶν δαιμονίων. Eur. Alc. 1159. passim ταῦτα δʼ ἐστὶν ὥσπερ ἐκεῖνα νοσήματα καὶ πάθη ψυχῆς τοῦ κατὰ φύσιν ἐξιστάντα τὸν ἄνθρωπον, ὡς αὐτοὶ καταμαρτυροῦσιν ἑαυτῶν· ἂν γὰρ ὗς τεκοῦσα δελφάκιον ἢ κύων διασπαράξῃ σκυλάκιον, ἀθυμοῦσι καὶ ταράττονται, καὶ θεοῖς ἀποτρόπαια θύουσι καὶ τέρας νομίζουσιν, ὡς πᾶσι κατὰ φύσιν κατὰ φύσιν R: καὶ κατὰ φύσιν στέργειν τὰ τικτόμενα καὶ τρέφειν οὐκ ἀναιρεῖν προσῆκον. μὴν ἀλλʼ ὥσπερ ἐν τοῖς μετάλλοις πολλῇ συμπεφυρμένον γῇ καὶ κατακεχωσμένον ὅμως διαστίλβει τὸ χρυσίον, οὕτως ἡ φύσις ἐν αὐτοῖς τοῖς ἡμαρτημένοις ἤθεσι καὶ πάθεσιν ἐκφαίνει τὸ πρὸς τὰ ἔκγονα φιλόστοργον. οἱ μὲν γὰρ πένητες οὐ τρέφουσι τέκνα, φοβούμενοι μὴ χεῖρον ἢ προσήκει τραφέντα δουλοπρεπῆ καὶ ἀπαίδευτα καὶ τῶν καλῶν πάντων ἐνδεᾶ γένηται· τὴν γὰρ πενίαν ἔσχατον ἡγούμενοι κακὸν οὐχ ὑπομένουσι μεταδοῦναι τέκνοις ὥσπερ τινὸς χαλεποῦ καὶ μεγάλου νοσήματος. lacunam post νοσήματος add. X