ὁ μὲν οὖν Πεισίστρατος ἐπιγαμῶν ἐνηλίκοις οὖσι τοῖς υἱοῖς, ἔφη, καλοὺς ἐκείνους κἀγαθοὺς κἀγαθοὺς Doehnerus: καὶ ἀγαθοὺς ἡγούμενος, ἔτι πλειόνων ἐθέλειν τοιούτων πατὴρ γενέσθαι. cf. Stob. 84, 11 χρηστοὶ δὲ καὶ δίκαιοι παῖδες οὐ μόνον διὰ τοὺς γονεῖς ἀγαπήσουσι μᾶλλον ἀλλήλους, ἀλλὰ καὶ τοὺς γονεῖς διʼ ἀλλήλους· οὕτως ἀεὶ καὶ φρονοῦντες καὶ λέγοντες, ὅτι τοῖς γονεῦσιν ἀντὶ πολλῶν χάριν ὀφείλοντες μάλιστα διὰ τοὺς ἀδελφοὺς ὀφείλουσιν, ὡς τοῦτο δὴ κτημάτων ἁπάντων τιμιώτατον καὶ ἥδιστον ἔχοντες παρʼ αὐτῶν. εὖ γέ τοι καὶ Ὅμηρος Ὁμηρος ] π 117 πεποίηκε Τηλέμαχον ἐν συμφορᾷ τὸ ἀνάδελφον τιθέμενον ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων. ὁ δʼ Ἡσίοδος Ἡσίοδος ] OD 376 οὐκ εὖ παραινεῖ μουνογενῆ παῖδα τῶν πατρῴων ἐπίκληρον εἶναι, καὶ ταῦτα τῶν Μουσῶν γεγονὼς μαθητής, ἃς ὁμοῦ διʼ εὔνοιαν ἀεὶ καὶ φιλαδελφίαν οὔσας οὕτως ὠνόμαζον. ὠνόμαζον Herwerdenus: ὠνόμαζον μούσας πρὸς; μὲν οὖν γονεῖς ἡ φιλαδελφία τοιοῦτόν ἐστιν, ὥστε τὸ φιλεῖν ἀδελφὸν εὐθὺς ἀπόδειξιν εἶναι τοῦ καὶ τὴν μητέρα φιλεῖν καὶ τὸν πατέρα· πρὸς δὲ παῖδας αὑτοῦ δίδαγμα καὶ παράδειγμα φιλαδελφίας, οἷον οὐθὲν ἄλλο· καὶ τοὐναντίον αὖ πονηρὸν ὥσπερ ἐξ ἀντιγράφου πατρῴου τὴν μισαδελφίαν ἀναλαμβάνουσιν. ὁ γὰρ ἐν δίκαις καὶ στάσεσι καὶ ἀγῶσι πρὸς ἀδελφοὺς ἐγγεγηρακὼς εἶτα τοὺς υἱοὺς ὁμονοεῖν παρακαλῶν ἄλλων ἰατρός, αὐτὸς ἕλκεσιν ἕλκεσιν p. 71 f.: ἕλκεσι βρύων Nauck p. 703 ἀσθενῆ ποιεῖ τοῖς ἔργοις τὸν λόγον. εἰ. γοῦν ὁ Θηβαῖος Ἐτεοκλῆς πρὸς τὸν ἀδελφὸν εἰρηκώς ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς Eur. Phoen . 505 καὶ γῆς ἔνερθε δυνατὸς; ὢν δρᾶσαι τάδε, τὴν θεῶν θεῶν idem : τῶν θεῶν μεγίστην ὥστʼ ἔχειν τυραννίδα τοῖς αὑτοῦ πάλιν παρεκελεύετο τέκνοις ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις id. ibid . 537 πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, τίς οὐκ ἂν αὐτοῦ κατεφρόνησε; ποῖος δʼ ἂν ἦν ὁ Ἀτρεύς, εἰ τοιαῦτα δειπνίσας τὸν ἀδελφὸν ἐγνωμολόγει πρὸς; τοὺς παῖδας φίλων γε μέντοι χρῆσις ἡ πρὸς αἵματος Nauck. p. 912 μόνη κακοῦ ῥέοντος ῥέοντος ] παρόντος Nauckius ὠφελεῖν φιλεῖ;