<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">ὁ μὲν οὖν Πεισίστρατος ἐπιγαμῶν ἐνηλίκοις
<milestone unit="tlnum" n="10"/>
               οὖσι τοῖς υἱοῖς, ἔφη, καλοὺς ἐκείνους κἀγαθοὺς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κἀγαθοὺς</foreign> Doehnerus: <foreign xml:lang="grc">καὶ ἀγαθοὺς</foreign>
</note> ἡγούμενος, ἔτι
               πλειόνων ἐθέλειν τοιούτων πατὴρ
<milestone unit="stephpage" xml:id="stephpage-480e" n="480e"/> γενέσθαι.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">cf. Stob. 84, 11</note> χρηστοὶ δὲ καὶ δίκαιοι παῖδες οὐ μόνον διὰ τοὺς
               γονεῖς ἀγαπήσουσι μᾶλλον ἀλλήλους, ἀλλὰ καὶ τοὺς γονεῖς διʼ ἀλλήλους·
               οὕτως ἀεὶ καὶ φρονοῦντες
<milestone unit="tlnum" n="15"/> καὶ λέγοντες, ὅτι
               τοῖς γονεῦσιν ἀντὶ πολλῶν χάριν ὀφείλοντες μάλιστα διὰ τοὺς ἀδελφοὺς
               ὀφείλουσιν, ὡς τοῦτο δὴ κτημάτων ἁπάντων τιμιώτατον καὶ ἥδιστον ἔχοντες
               παρʼ αὐτῶν. εὖ γέ τοι καὶ Ὅμηρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] <foreign xml:lang="grc">π</foreign> 117</note> πεποίηκε Τηλέμαχον ἐν συμφορᾷ τὸ
               ἀνάδελφον
<milestone unit="tlnum" n="20"/> τιθέμενον <quote rend="blockquote">
                  ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων. </quote>
<milestone unit="stephpage" xml:id="stephpage-480f" n="480f"/> ὁ δʼ Ἡσίοδος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] OD 376</note> οὐκ εὖ
   παραινεῖ <q>μουνογενῆ παῖδα</q> τῶν πατρῴων ἐπίκληρον εἶναι, καὶ ταῦτα
               τῶν Μουσῶν γεγονὼς μαθητής, ἃς ὁμοῦ διʼ εὔνοιαν ἀεὶ καὶ φιλαδελφίαν
<milestone unit="tlnum" n="25"/> οὔσας οὕτως ὠνόμαζον.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὠνόμαζον</foreign> Herwerdenus: <foreign xml:lang="grc">ὠνόμαζον μούσας</foreign>
</note> πρὸς; μὲν οὖν <pb xml:id="v.3.p.249"/> γονεῖς ἡ φιλαδελφία τοιοῦτόν ἐστιν, ὥστε τὸ φιλεῖν
               ἀδελφὸν εὐθὺς ἀπόδειξιν εἶναι τοῦ καὶ τὴν μητέρα φιλεῖν καὶ τὸν
               πατέρα· πρὸς δὲ παῖδας αὑτοῦ δίδαγμα καὶ παράδειγμα φιλαδελφίας, οἷον
               οὐθὲν ἄλλο·
<milestone unit="tlnum" n="5"/> καὶ τοὐναντίον αὖ πονηρὸν
               ὥσπερ ἐξ ἀντιγράφου
<milestone unit="stephpage" xml:id="stephpage-481a" n="481a"/>
               πατρῴου τὴν μισαδελφίαν ἀναλαμβάνουσιν. ὁ γὰρ ἐν δίκαις καὶ στάσεσι καὶ
               ἀγῶσι πρὸς ἀδελφοὺς ἐγγεγηρακὼς εἶτα τοὺς υἱοὺς ὁμονοεῖν παρακαλῶν
               <quote rend="blockquote">ἄλλων ἰατρός, αὐτὸς ἕλκεσιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἕλκεσιν</foreign> p. 71 f.: <foreign xml:lang="grc">ἕλκεσι</foreign>
</note> βρύων</quote>
<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck p. 703</note>
<milestone unit="tlnum" n="10"/> ἀσθενῆ ποιεῖ τοῖς ἔργοις τὸν λόγον. εἰ.
               γοῦν ὁ Θηβαῖος Ἐτεοκλῆς πρὸς τὸν ἀδελφὸν εἰρηκώς <quote rend="blockquote"><l> ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Eur. <title rend="italic">Phoen</title>. 505</note><l> καὶ γῆς ἔνερθε δυνατὸς; ὢν δρᾶσαι τάδε, </l><l> τὴν θεῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θεῶν</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">τῶν θεῶν</foreign></note> μεγίστην ὥστʼ ἔχειν τυραννίδα </l></quote>
<milestone unit="tlnum" n="15"/> τοῖς αὑτοῦ πάλιν παρεκελεύετο τέκνοις <quote rend="blockquote"><l> ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">id. ibid</foreign>. 537</note><l> πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις </l><l> συνδεῖ τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, </l></quote>
<milestone unit="stephpage" xml:id="stephpage-481b" n="481b"/> τίς οὐκ ἂν αὐτοῦ
               κατεφρόνησε; ποῖος δʼ ἂν ἦν ὁ
<milestone unit="tlnum" n="20"/>Ἀτρεύς, εἰ
               τοιαῦτα δειπνίσας τὸν ἀδελφὸν ἐγνωμολόγει πρὸς; τοὺς παῖδας <quote rend="blockquote"><l> φίλων γε μέντοι χρῆσις ἡ πρὸς αἵματος </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 912</note><l> μόνη κακοῦ ῥέοντος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ῥέοντος</foreign>] <foreign xml:lang="grc">παρόντος</foreign> Nauckius</note> ὠφελεῖν φιλεῖ; </l></quote>
</p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">διὸ καὶ γονέων κακὴν γηροτρόφον οὖσαν καὶ
<milestone unit="tlnum" n="25"/>
               κακίονα παιδοτρόφον τέκνων ἐκκαθαίρειν προσήκει <pb xml:id="v.3.p.250"/> τὴν
               μισαδελφίαν. ἔστι δὲ καὶ πρὸς πολίτας διάβολος καὶ κατήγορος· οἴονται
               γὰρ οὐκ ἂν· ἐκ τοσῆσδε συντροφίας καὶ συνηθείας καὶ οἰκειότητος ἐχθροὺς
<milestone unit="stephpage" xml:id="stephpage-481c" n="481c"/> καὶ πολεμίους
               γενέσθαι, μὴ πολλὰ καὶ πονηρὰ συνειδότας
<milestone unit="tlnum" n="5"/>
               ἀλλήλοις. μεγάλαι γὰρ αἰτίαι μεγάλην διαλύουσιν εὔνοιαν καὶ φιλίαν·
               ὅθεν οὐδὲ ῥᾳδίως αὖθις ἐνδέχονται διαλύσεις. ὥσπερ γὰρ τὰ
               συμπαγέντα, κἂν χαλάσῃ τὸ ἐχέκολλον, ἐνδέχεται πάλιν δεθῆναι καὶ
               συνελθεῖν, συμφυοῦς δὲ σώματος ῥαγέντος ἢ σχισθέντος;
<milestone unit="tlnum" n="10"/> ἔργον ἐστὶ κόλλησιν εὑρεῖν καὶ σύμφυσιν· οὕτως
               αἱ μὲν ὑπὸ χρείας συνημμέναι φιλίαι κἂν διαστῶσιν οὐ χαλεπῶς αὖθις
               ἀναλαμβάνουσιν· ἀδελφοὶ δὲ τοῦ κατὰ φύσιν ἐκπεσόντες; οὔτε· ῥᾳδίως;
               συνέρχονται, κἂν συνέλθωσι, ῥυπαρὰν καὶ ὕποπτον οὐλὴν αἱ
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-481d" n="481d"/> διαλύσεις ἐφέλκονται.
               πᾶσα μὲν οὖν ἔχθρα πρὸς ἄνθρωπον ἀνθρώπῳ μετὰ τῶν μάλιστα λυπούντων
               ἐνδυομένη παθῶν, φιλονεικίας ὀργῆς φθόνου μνησικακίας, ὀδυνηρόν ἐστι καὶ
               ταραχῶδες· ἡ δὲ πρὸς ἀδελφόν, ᾧ θυσιῶν τε κοινωνεῖν ἀνάγκη καὶ ἱερῶν
               πατρῴων
<milestone unit="tlnum" n="20"/> ὁμόταφόν τε γενέσθαι καί που
               σύνοικον ἢ γείτονα χωρίων, ἐν ὄμμασιν ἔχει τὸ λυπηρόν, ὑπομιμνήσκουσα
               καθʼ ἡμέραν τῆς ἀνοίας καὶ παραφροσύνης, διʼ ἣν τὸ ἥδιστον καὶ
               συγγενέστατον πρόσωπον
<milestone unit="stephpage" xml:id="stephpage-481e" n="481e"/>
               βλέπεται σκυθρωπότατον, ἥ τε προσφιλὴς ἐκ νέων
<milestone unit="tlnum" n="25"/> φωνὴ καὶ συνήθης ἀκοῦσαι φοβερωτάτη γέγονε. πολλοὺς δὲ τῶν ἄλλων
               ἀδελφῶν ὁρῶντες οἰκίᾳ τε μιᾷ χρωμένους καὶ τραπέζῃ καὶ χωρίοις
               ἀνεμήτοις καὶ ἀνδραπόδοις, αὐτοὶ καὶ φίλους διῄρηνται καὶ ξένους,
               ἐχθρὰ πάντα τὰ προσφιλῆ τοῖς ἀδελφοῖς νέμοντες· <pb xml:id="v.3.p.251"/> καὶ
   ταῦτα, πᾶσιν ἐν μέσῳ λογίζεσθαι παρόντος, ὅτι, <q>ληιστοί</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ληιστοὶ</foreign>] cf. Hom. I 406</note> μέν τε
   φίλοι καὶ συμπόται <q>κτητοί</q> δὲ κηδεσταὶ καὶ συνήθεις, τῶν πρώτων
               ὥσπερ ὅπλων ἢ ὀργάνων διαφθαρέντων· ἀδελφοῦ δʼ ἀντίκτησις οὐκ
<milestone unit="tlnum" n="5"/> ἔστιν, ὥσπερ οὐδὲ χειρὸς ἀφαιρεθείσης
               οὐδʼ ὄψεως ἐκκοπείσης· ἀλλʼ ὀρθῶς ἡ Περσὶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Περσὶς</foreign>] Herod. 3, 119</note> εἶπεν, ἀντὶ τῶν
<milestone unit="stephpage" xml:id="stephpage-481f" n="481f"/> τέκνων ἑλομένη σῶσαι τὸν
               ἀδελφόν, ὅτι παῖδας μὲν ἑτέρους κτήσασθαι δύναιτʼ ἄν, ἀδελφὸς δʼ
               ἄλλος αὐτῇ, γονέων μὴ ὄντων, οὐκ ἂν γένοιτο.
<milestone unit="tlnum" n="10"/>
</p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">τί δῆτα χρὴ ποιεῖν, φαίη τις ἄν, ὅτῳ φαῦλος ἀδελφὸς γένοιτο; πρῶτον
               ἐκεῖνο μνημονεύειν, ὅτι παντὸς ἅπτεται γένους φιλίας ἡ φαυλότης, καὶ
               κατὰ τὸν Σοφοκλέα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Σοφοκλέα</foreign>] Nauck. p. 311</note>
<quote rend="blockquote">τὰ πλεῖστα φωρῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φωρῶν</foreign>] <foreign xml:lang="grc">δ’ ἐφορῶν</foreign> aut <foreign xml:lang="grc">αἴσχρ’ ἐφευρήσεις</foreign> F. G. Schmidtius</note> αἰσχρὰ φωράσεις
                  βροτῶν.
<milestone unit="tlnum" n="15"/>
</quote> οὔτε γὰρ τὸ συγγενικὸν οὔτε τὸ ἑταιρικὸν οὔτε τὸ ἐρωτικὸν
               εἱλικρινὲς καὶ ἀπαθὲς καὶ καθαρὸν ἔστιν
<milestone unit="stephpage" xml:id="stephpage-482a" n="482a"/> εὑρεῖν κακίας. ὁ μὲν οὖν Λάκων μικρὰν
               γυναῖκα γήμας ἔφη τὰ ἐλάχιστα δεῖν αἱρεῖσθαι τῶν κακῶν, ἀδελφῷ δὲ
               σωφρόνως παραινέσειεν ἄν τις τὰ οἰκειότατα
<milestone unit="tlnum" n="20"/>
               τῶν κακῶν ὑπομένειν μᾶλλον ἢ πειρᾶσθαι τῶν ἀλλοτρίων· τοῦτο γὰρ
               ἀνέγκλητον ὡς ἀναγκαῖον, ἐκεῖνο δὲ ψεκτὸν ὡς αὐθαίρετον. οὐ γὰρ ὁ
               συμπότης οὐδʼ ὁ συνέφηβος οὐδʼ ὁ ξένος; <quote rend="blockquote">αἰδοῦς
                  ἀχαλκεύτοισιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀχακλεύτοισιν ἔζευκται</foreign>] <foreign xml:lang="lat">recte habere monuit idem</foreign></note> ἔζευκται πέδαις,ʼ</quote>
<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 549</note>
<milestone unit="tlnum" n="25"/> ἀλλʼ ὁ σύναιμος καὶ σύντροφος καὶ ὁμοπάτωρ
               καὶ <pb xml:id="v.3.p.252"/> ὁμομήτωρ, ᾧ καὶ τῶν ἁμαρτημάτων εἰκός ἐστιν
               ἐπιχωρεῖν ἔνια, καὶ παρείκειν λέγοντα πρὸς ἀδελφὸν ἐξαμαρτάνοντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πρὸς ἀδελφὸν ἐξαμαρτάνοντα</foreign>] <foreign xml:lang="lat">insiticia videntur</foreign> W</note>
<quote rend="blockquote"> τοὔνεκά σʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοὔνεκά σʼ</foreign>] <foreign xml:lang="grc">τῷ σε καὶ οὐ</foreign><foreign xml:lang="lat">Homerus</foreign></note> οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα </quote>
<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Hom. <foreign xml:lang="grc">ν</foreign> 331</note>
<milestone unit="tlnum" n="5"/> καὶ φαῦλον καὶ ἀνόητον, μὴ καὶ λάθω τι
               πατρῷον
<milestone unit="stephpage" xml:id="stephpage-482b" n="482b"/> ἢ μητρῷον
               ἐνεσταγμένον ἀπὸ σπέρματος νόσημα χαλεπῶς καὶ πικρῶς τῷ μισεῖν ἐν σοὶ
               κολάζων. τοὺς μὲν γὰρ ἀλλοτρίους, ὡς ἔλεγε Θεόφραστος, οὐ φιλοῦντα δεῖ
               κρίνειν ἀλλὰ κρίναντα φιλεῖν· ὅπου δʼ
<milestone unit="tlnum" n="10"/> ἡ
               φύσις ἡγεμονίαν τῇ κρίσει πρὸς εὔνοιαν οὐ δίδωσιν οὐδʼ ἀναμένει τὸν
               θρυλούμενον τῶν ἁλῶν μέδιμνον ἀλλὰ συγγεγέννηκε τὴν ἀρχὴν τῆς φιλίας,
               ἐνταῦθα δεῖ μὴ πικροὺς εἶναι μηδʼ ἀκριβεῖς τῶν ἁμαρτημάτων ἐξεταστάς.
               νυνὶ δὲ τί ἂν λέγοις, εἰ
<milestone unit="tlnum" n="15"/> ξένων ἀνθρώπων
               καὶ ἀλλοτρίων ἐκ πότου τινὸς ἢ
<milestone unit="stephpage" xml:id="stephpage-482c" n="482c"/> παιδιᾶς ἢ παλαίστρας προσφθαρέντων
               ἁμαρτήματα ῥᾳδίως ἔνιοι φέροντες καὶ ἡδόμενοι, δύσκολοι καὶ
               ἀπαραίτητοι πρὸς τοὺς ἀδελφοὺς εἰσιν; ὅπου καὶ κύνας χαλεποὺς καὶ
               ἵππους, · πολλοὶ δὲ καὶ λύγκας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">λύγκας</foreign> *: <foreign xml:lang="grc">λύγγας</foreign>
</note>
<milestone unit="tlnum" n="20"/> αἰλούρους
               πιθήκους λέοντας τρέφοντες καὶ ἀγαπῶντες, ἀδελφῶν οὐχ ὑπομένουσιν ὀργὰς
               ἢ ἀγνοίας ἢ φιλοτιμίας; ἕτεροι δὲ παλλακίσι καὶ πόρναις οἰκίας καὶ
               ἀγροὺς καταγράφοντες ὑπὲρ οἰκοπέδου καὶ γωνίας πρὸς ἀδελφοὺς
               διαμονομαχοῦσιν; εἶτα τῷ μισαδέλφῳ
<milestone unit="tlnum" n="25"/>
               μισοπονηρίαν ὄνομα θέμενοι, περινοστοῦσιν
<milestone unit="stephpage" xml:id="stephpage-482d" n="482d"/> ἐν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐν</foreign>] <foreign xml:lang="grc">ἐν μὲν</foreign>?</note> τοῖς ἀδελφοῖς τὴν κακίαν προβαλλόμενοι
               καὶ λοιδοροῦντες <pb xml:id="v.3.p.253"/>, ἐν δὲ τοῖς ἄλλοις μὴ δυσχεραίνοντες
               ἀλλὰ χρώμενοι πολλῇ καὶ συνόντες. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">ταυτὶ μὲν οὖν ἔστω προοίμια τοῦ λόγου παντός. ἀρχὴν δὲ τῆς
               διδασκαλίας; μὴ τὴν νέμησιν τῶν
<milestone unit="tlnum" n="5"/> πατρῴων,
               ὥσπερ ἕτεροι, λάβωμεν, ἀλλὰ τὴν ἔτι ζώντων ἁμαρτανομένην τῶν γονέων
               ἅμιλλαν καὶ ζηλοτυπίαν. οἱ μὲν γὰρ ἔφοροι, τοῦ Ἀγησιλάου τῶν
               ἀποδεικνυμένων ἀεὶ γερόντων ἑκάστῳ βοῦν ἀριστεῖον πέμποντος, ἐζημίωσαν
               αὐτὸν αἰτίαν ὑπειπόντες, ὅτι
<milestone unit="tlnum" n="10"/> τοὺς· κοινοὺς
               ἰδίους κτᾶται δημαγωγῶν καὶ χαριζόμενος· υἱῷ δʼ ἄν τις παραινέσειε
               θεραπεύειν γονεῖς
<milestone unit="stephpage" xml:id="stephpage-482e" n="482e"/> μὴ
               κτώμενον ἑαυτῷ μόνῳ μηδʼ εἰς ἑαυτὸν ἀποστρέφοντα τὴν εὔνοιαν· ᾧ
               τρόπῳ πολλοὶ καταδημαγωγοῦσι τοὺς ἀδελφούς, εὐπρεπῆ πρόφασιν οὐ δικαίαν
<milestone unit="tlnum" n="15"/> δὲ τῆς πλεονεξίας ταύτης ἔχοντες. τὸ γὰρ
               μέγιστον τῶν πατρῴων καὶ κάλλιστον ἀποστεροῦσιν αὐτούς, τὴν εὔνοιαν,
               ἀνελευθέρως καὶ πανούργως ὑποτρέχοντες, ἐν καιρῷ ταῖς ἐκείνων ἀσχολίαις
               καὶ ἀγνοίαις ἐπιτιθέμενοι καὶ μάλιστα παρέχοντες εὐτάκτους καὶ
<milestone unit="tlnum" n="20"/> κατηκόους αὑτοὺς καὶ σώφρονας, ἐν οἷς ἐκείνους
               ἁμαρτάνοντας ἢ δοκοῦντας ὁρῶσι. δεῖ δὲ τοὐναντίον, ὅπου μὲν ὀργή,
               συνεκδέχεσθαι καὶ συνυποδύεσθαι καθάπερ τῷ συνεργεῖν ποιοῦντα κουφοτέραν,
<milestone unit="stephpage" xml:id="stephpage-482f" n="482f"/> ὑπουργίαις δὲ καὶ
               χάρισι συνεισποιεῖν ἁμωσγέπως
<milestone unit="tlnum" n="25"/> τὸν ἀδελφόν·
               ἐλλείποντος δέ που, καιρὸν ἢ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἢ</foreign> X</note> πρᾶξιν ἑτέραν ἢ τὴν φύσιν αἰτιᾶσθαι, ὡς
               μᾶλλον πρὸς ἄλλα χρησιμωτέραν καὶ σεμνοτέραν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σεμνοτέραν</foreign>] <foreign xml:lang="grc">ἀνυσιμωτέραν</foreign>?</note> οὖσαν. εὖ δʼ ἔχει καὶ τὸ
               τοῦ Ἀγαμέμνονος, ὡς <pb xml:id="v.3.p.254"/>
<quote rend="blockquote"><l> οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Hom. K 122</note><l> ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν</l></quote>
<milestone unit="stephpage" xml:id="stephpage-483a" n="483a"/> κἀμοὶ τοῦτο παραδοὺς
               τὸ καθῆκον. ἡδέως δὲ καὶ τῶν ὀνομάτων τὰς μεταθέσεις οἱ πατέρες
               προσδέχονται
<milestone unit="tlnum" n="5"/> καὶ πιστεύουσι τοῖς υἱοῖς,
               ἁπλότητα μὲν τὴν ῥᾳθυμίαν τῶν ἀδελφῶν ὀνομάζουσιν ὀρθότητα δὲ τὴν
               σκαιότητα, τὸ δὲ φιλόνεικον ἀκαταφρόνητον ὥστε τῷ διαλλάσσοντι περίεστι
               τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν ἐλαττοῦν ἅμα καὶ τὴν πρὸς ἑαυτὸν εὔνοιαν
<milestone unit="tlnum" n="10"/> αὔξειν τοῦ πατρός. </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent"> οὕτω δʼ ἀπολογησάμενον ἤδη πρὸς ἐκεῖνον δεῖ τρέπεσθαι καὶ καθάπτεσθαι
               σφοδρότερον, τὸ ἁμάρτημα καὶ τὸ ἔλλειμμα μετὰ παρρησίας ἐνδεικνύμενον.
<milestone unit="stephpage" xml:id="stephpage-483b" n="483b"/> οὔτε γὰρ ἐφιέναι
               δεῖ τοῖς ἀδελφοῖς οὔτʼ αὖ
<milestone unit="tlnum" n="15"/> πάλιν
               ἐπεμβαίνειν ἁμαρτάνουσιν αὐτοῖς (τὸ μὲν γὰρ ἐπιχαίροντός ἐστιν
               ἐκεῖνο δὲ συνεξαμαρτάνοντος), ἀλλὰ κηδομένῳ καὶ συναχθομένῳ
               χρῆσθαι τῷ νουθετοῦντι. γίγνεται δὲ κατήγορος ἀδελφοῦ σφοδρότατος πρὸς
               αὐτὸν ὁ προθυμότατος ὑπὲρ αὐτοῦ συνήγορος
<milestone unit="tlnum" n="20"/>
               πρὸς τοὺς γονεῖς γενόμενος. ἂν δὲ μηδὲν ἁμαρτάνων ἀδελφὸς ἐν αἰτίᾳ
               γένηται, τἄλλα μὲν ὑπουργεῖν γονεῦσι καὶ φέρειν ὀργήν τε πᾶσαν αὐτῶν
               καὶ δυσχέρειαν ἐπιεικές· αἱ δʼ ὑπὲρ ἀδελφοῦ παρʼ ἀξίαν κακῶς ἀκούοντος
               ἢ πάσχοντος ἀντιδικίαι καὶ
<milestone unit="tlnum" n="25"/> δικαιολογίαι πρὸς
               αὐτοὺς ἄμεμπτοι καὶ καλαί· καὶ οὐ φοβητέον ἀκοῦσαι τὸ Σοφόκλειον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Σοφόκλειον</foreign>] <title rend="italic">Antig</title>. 742</note>
<milestone unit="stephpage" xml:id="stephpage-483c" n="483c"/>
<quote rend="blockquote"> ὦ παῖ κάκιστε,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παῖ κάκιστε</foreign>] <foreign xml:lang="grc">παγκάκιστε</foreign> Sophocles</note> διὰ δίκης ἰὼν πατρὶ,</quote>
<pb xml:id="v.3.p.255"/> παρρησιαζόμενον ὑπὲρ ἀδελφοῦ δοκοῦντος ἀγνωμονεῖσθαι·
               καὶ γὰρ αὐτοῖς ἡ τοιαύτη δίκη τοῖς ἐλεγχομένοις ποιεῖ τὴν ἧτταν ἡδίω
               τῆς νίκης. </p></div></div></body></text></TEI>