ὁ μὲν οὖν Πεισίστρατος ἐπιγαμῶν ἐνηλίκοις οὖσι τοῖς υἱοῖς, ἔφη, καλοὺς ἐκείνους κἀγαθοὺς κἀγαθοὺς Doehnerus: καὶ ἀγαθοὺς ἡγούμενος, ἔτι πλειόνων ἐθέλειν τοιούτων πατὴρ γενέσθαι. cf. Stob. 84, 11 χρηστοὶ δὲ καὶ δίκαιοι παῖδες οὐ μόνον διὰ τοὺς γονεῖς ἀγαπήσουσι μᾶλλον ἀλλήλους, ἀλλὰ καὶ τοὺς γονεῖς διʼ ἀλλήλους· οὕτως ἀεὶ καὶ φρονοῦντες καὶ λέγοντες, ὅτι τοῖς γονεῦσιν ἀντὶ πολλῶν χάριν ὀφείλοντες μάλιστα διὰ τοὺς ἀδελφοὺς ὀφείλουσιν, ὡς τοῦτο δὴ κτημάτων ἁπάντων τιμιώτατον καὶ ἥδιστον ἔχοντες παρʼ αὐτῶν. εὖ γέ τοι καὶ Ὅμηρος Ὁμηρος ] π 117 πεποίηκε Τηλέμαχον ἐν συμφορᾷ τὸ ἀνάδελφον τιθέμενον ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων. ὁ δʼ Ἡσίοδος Ἡσίοδος ] OD 376 οὐκ εὖ παραινεῖ μουνογενῆ παῖδα τῶν πατρῴων ἐπίκληρον εἶναι, καὶ ταῦτα τῶν Μουσῶν γεγονὼς μαθητής, ἃς ὁμοῦ διʼ εὔνοιαν ἀεὶ καὶ φιλαδελφίαν οὔσας οὕτως ὠνόμαζον. ὠνόμαζον Herwerdenus: ὠνόμαζον μούσας πρὸς; μὲν οὖν γονεῖς ἡ φιλαδελφία τοιοῦτόν ἐστιν, ὥστε τὸ φιλεῖν ἀδελφὸν εὐθὺς ἀπόδειξιν εἶναι τοῦ καὶ τὴν μητέρα φιλεῖν καὶ τὸν πατέρα· πρὸς δὲ παῖδας αὑτοῦ δίδαγμα καὶ παράδειγμα φιλαδελφίας, οἷον οὐθὲν ἄλλο· καὶ τοὐναντίον αὖ πονηρὸν ὥσπερ ἐξ ἀντιγράφου πατρῴου τὴν μισαδελφίαν ἀναλαμβάνουσιν. ὁ γὰρ ἐν δίκαις καὶ στάσεσι καὶ ἀγῶσι πρὸς ἀδελφοὺς ἐγγεγηρακὼς εἶτα τοὺς υἱοὺς ὁμονοεῖν παρακαλῶν ἄλλων ἰατρός, αὐτὸς ἕλκεσιν ἕλκεσιν p. 71 f.: ἕλκεσι βρύων Nauck p. 703 ἀσθενῆ ποιεῖ τοῖς ἔργοις τὸν λόγον. εἰ. γοῦν ὁ Θηβαῖος Ἐτεοκλῆς πρὸς τὸν ἀδελφὸν εἰρηκώς ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς Eur. Phoen . 505 καὶ γῆς ἔνερθε δυνατὸς; ὢν δρᾶσαι τάδε, τὴν θεῶν θεῶν idem : τῶν θεῶν μεγίστην ὥστʼ ἔχειν τυραννίδα τοῖς αὑτοῦ πάλιν παρεκελεύετο τέκνοις ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις id. ibid . 537 πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, τίς οὐκ ἂν αὐτοῦ κατεφρόνησε; ποῖος δʼ ἂν ἦν ὁ Ἀτρεύς, εἰ τοιαῦτα δειπνίσας τὸν ἀδελφὸν ἐγνωμολόγει πρὸς; τοὺς παῖδας φίλων γε μέντοι χρῆσις ἡ πρὸς αἵματος Nauck. p. 912 μόνη κακοῦ ῥέοντος ῥέοντος ] παρόντος Nauckius ὠφελεῖν φιλεῖ; διὸ καὶ γονέων κακὴν γηροτρόφον οὖσαν καὶ κακίονα παιδοτρόφον τέκνων ἐκκαθαίρειν προσήκει τὴν μισαδελφίαν. ἔστι δὲ καὶ πρὸς πολίτας διάβολος καὶ κατήγορος· οἴονται γὰρ οὐκ ἂν· ἐκ τοσῆσδε συντροφίας καὶ συνηθείας καὶ οἰκειότητος ἐχθροὺς καὶ πολεμίους γενέσθαι, μὴ πολλὰ καὶ πονηρὰ συνειδότας ἀλλήλοις. μεγάλαι γὰρ αἰτίαι μεγάλην διαλύουσιν εὔνοιαν καὶ φιλίαν· ὅθεν οὐδὲ ῥᾳδίως αὖθις ἐνδέχονται διαλύσεις. ὥσπερ γὰρ τὰ συμπαγέντα, κἂν χαλάσῃ τὸ ἐχέκολλον, ἐνδέχεται πάλιν δεθῆναι καὶ συνελθεῖν, συμφυοῦς δὲ σώματος ῥαγέντος ἢ σχισθέντος; ἔργον ἐστὶ κόλλησιν εὑρεῖν καὶ σύμφυσιν· οὕτως αἱ μὲν ὑπὸ χρείας συνημμέναι φιλίαι κἂν διαστῶσιν οὐ χαλεπῶς αὖθις ἀναλαμβάνουσιν· ἀδελφοὶ δὲ τοῦ κατὰ φύσιν ἐκπεσόντες; οὔτε· ῥᾳδίως; συνέρχονται, κἂν συνέλθωσι, ῥυπαρὰν καὶ ὕποπτον οὐλὴν αἱ διαλύσεις ἐφέλκονται. πᾶσα μὲν οὖν ἔχθρα πρὸς ἄνθρωπον ἀνθρώπῳ μετὰ τῶν μάλιστα λυπούντων ἐνδυομένη παθῶν, φιλονεικίας ὀργῆς φθόνου μνησικακίας, ὀδυνηρόν ἐστι καὶ ταραχῶδες· ἡ δὲ πρὸς ἀδελφόν, ᾧ θυσιῶν τε κοινωνεῖν ἀνάγκη καὶ ἱερῶν πατρῴων ὁμόταφόν τε γενέσθαι καί που σύνοικον ἢ γείτονα χωρίων, ἐν ὄμμασιν ἔχει τὸ λυπηρόν, ὑπομιμνήσκουσα καθʼ ἡμέραν τῆς ἀνοίας καὶ παραφροσύνης, διʼ ἣν τὸ ἥδιστον καὶ συγγενέστατον πρόσωπον βλέπεται σκυθρωπότατον, ἥ τε προσφιλὴς ἐκ νέων φωνὴ καὶ συνήθης ἀκοῦσαι φοβερωτάτη γέγονε. πολλοὺς δὲ τῶν ἄλλων ἀδελφῶν ὁρῶντες οἰκίᾳ τε μιᾷ χρωμένους καὶ τραπέζῃ καὶ χωρίοις ἀνεμήτοις καὶ ἀνδραπόδοις, αὐτοὶ καὶ φίλους διῄρηνται καὶ ξένους, ἐχθρὰ πάντα τὰ προσφιλῆ τοῖς ἀδελφοῖς νέμοντες· καὶ ταῦτα, πᾶσιν ἐν μέσῳ λογίζεσθαι παρόντος, ὅτι, ληιστοί ληιστοὶ ] cf. Hom. I 406 μέν τε φίλοι καὶ συμπόται κτητοί δὲ κηδεσταὶ καὶ συνήθεις, τῶν πρώτων ὥσπερ ὅπλων ἢ ὀργάνων διαφθαρέντων· ἀδελφοῦ δʼ ἀντίκτησις οὐκ ἔστιν, ὥσπερ οὐδὲ χειρὸς ἀφαιρεθείσης οὐδʼ ὄψεως ἐκκοπείσης· ἀλλʼ ὀρθῶς ἡ Περσὶς Περσὶς ] Herod. 3, 119 εἶπεν, ἀντὶ τῶν τέκνων ἑλομένη σῶσαι τὸν ἀδελφόν, ὅτι παῖδας μὲν ἑτέρους κτήσασθαι δύναιτʼ ἄν, ἀδελφὸς δʼ ἄλλος αὐτῇ, γονέων μὴ ὄντων, οὐκ ἂν γένοιτο. τί δῆτα χρὴ ποιεῖν, φαίη τις ἄν, ὅτῳ φαῦλος ἀδελφὸς γένοιτο; πρῶτον ἐκεῖνο μνημονεύειν, ὅτι παντὸς ἅπτεται γένους φιλίας ἡ φαυλότης, καὶ κατὰ τὸν Σοφοκλέα Σοφοκλέα ] Nauck. p. 311 τὰ πλεῖστα φωρῶν φωρῶν ] δʼ ἐφορῶν aut αἴσχρʼ ἐφευρήσεις F. G. Schmidtius αἰσχρὰ φωράσεις βροτῶν. οὔτε γὰρ τὸ συγγενικὸν οὔτε τὸ ἑταιρικὸν οὔτε τὸ ἐρωτικὸν εἱλικρινὲς καὶ ἀπαθὲς καὶ καθαρὸν ἔστιν εὑρεῖν κακίας. ὁ μὲν οὖν Λάκων μικρὰν γυναῖκα γήμας ἔφη τὰ ἐλάχιστα δεῖν αἱρεῖσθαι τῶν κακῶν, ἀδελφῷ δὲ σωφρόνως παραινέσειεν ἄν τις τὰ οἰκειότατα τῶν κακῶν ὑπομένειν μᾶλλον ἢ πειρᾶσθαι τῶν ἀλλοτρίων· τοῦτο γὰρ ἀνέγκλητον ὡς ἀναγκαῖον, ἐκεῖνο δὲ ψεκτὸν ὡς αὐθαίρετον. οὐ γὰρ ὁ συμπότης οὐδʼ ὁ συνέφηβος οὐδʼ ὁ ξένος; αἰδοῦς ἀχαλκεύτοισιν ἀχακλεύτοισιν ἔζευκται ] recte habere monuit idem ἔζευκται πέδαις,ʼ Nauck. p. 549 ἀλλʼ ὁ σύναιμος καὶ σύντροφος καὶ ὁμοπάτωρ καὶ ὁμομήτωρ, ᾧ καὶ τῶν ἁμαρτημάτων εἰκός ἐστιν ἐπιχωρεῖν ἔνια, καὶ παρείκειν λέγοντα πρὸς ἀδελφὸν ἐξαμαρτάνοντα πρὸς ἀδελφὸν ἐξαμαρτάνοντα ] insiticia videntur W τοὔνεκά σʼ τοὔνεκά σʼ ] τῷ σε καὶ οὐ Homerus οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα Hom. ν 331 καὶ φαῦλον καὶ ἀνόητον, μὴ καὶ λάθω τι πατρῷον ἢ μητρῷον ἐνεσταγμένον ἀπὸ σπέρματος νόσημα χαλεπῶς καὶ πικρῶς τῷ μισεῖν ἐν σοὶ κολάζων. τοὺς μὲν γὰρ ἀλλοτρίους, ὡς ἔλεγε Θεόφραστος, οὐ φιλοῦντα δεῖ κρίνειν ἀλλὰ κρίναντα φιλεῖν· ὅπου δʼ ἡ φύσις ἡγεμονίαν τῇ κρίσει πρὸς εὔνοιαν οὐ δίδωσιν οὐδʼ ἀναμένει τὸν θρυλούμενον τῶν ἁλῶν μέδιμνον ἀλλὰ συγγεγέννηκε τὴν ἀρχὴν τῆς φιλίας, ἐνταῦθα δεῖ μὴ πικροὺς εἶναι μηδʼ ἀκριβεῖς τῶν ἁμαρτημάτων ἐξεταστάς. νυνὶ δὲ τί ἂν λέγοις, εἰ ξένων ἀνθρώπων καὶ ἀλλοτρίων ἐκ πότου τινὸς ἢ παιδιᾶς ἢ παλαίστρας προσφθαρέντων ἁμαρτήματα ῥᾳδίως ἔνιοι φέροντες καὶ ἡδόμενοι, δύσκολοι καὶ ἀπαραίτητοι πρὸς τοὺς ἀδελφοὺς εἰσιν; ὅπου καὶ κύνας χαλεποὺς καὶ ἵππους, · πολλοὶ δὲ καὶ λύγκας λύγκας *: λύγγας αἰλούρους πιθήκους λέοντας τρέφοντες καὶ ἀγαπῶντες, ἀδελφῶν οὐχ ὑπομένουσιν ὀργὰς ἢ ἀγνοίας ἢ φιλοτιμίας; ἕτεροι δὲ παλλακίσι καὶ πόρναις οἰκίας καὶ ἀγροὺς καταγράφοντες ὑπὲρ οἰκοπέδου καὶ γωνίας πρὸς ἀδελφοὺς διαμονομαχοῦσιν; εἶτα τῷ μισαδέλφῳ μισοπονηρίαν ὄνομα θέμενοι, περινοστοῦσιν ἐν ἐν ] ἐν μὲν ? τοῖς ἀδελφοῖς τὴν κακίαν προβαλλόμενοι καὶ λοιδοροῦντες , ἐν δὲ τοῖς ἄλλοις μὴ δυσχεραίνοντες ἀλλὰ χρώμενοι πολλῇ καὶ συνόντες. ταυτὶ μὲν οὖν ἔστω προοίμια τοῦ λόγου παντός. ἀρχὴν δὲ τῆς διδασκαλίας; μὴ τὴν νέμησιν τῶν πατρῴων, ὥσπερ ἕτεροι, λάβωμεν, ἀλλὰ τὴν ἔτι ζώντων ἁμαρτανομένην τῶν γονέων ἅμιλλαν καὶ ζηλοτυπίαν. οἱ μὲν γὰρ ἔφοροι, τοῦ Ἀγησιλάου τῶν ἀποδεικνυμένων ἀεὶ γερόντων ἑκάστῳ βοῦν ἀριστεῖον πέμποντος, ἐζημίωσαν αὐτὸν αἰτίαν ὑπειπόντες, ὅτι τοὺς· κοινοὺς ἰδίους κτᾶται δημαγωγῶν καὶ χαριζόμενος· υἱῷ δʼ ἄν τις παραινέσειε θεραπεύειν γονεῖς μὴ κτώμενον ἑαυτῷ μόνῳ μηδʼ εἰς ἑαυτὸν ἀποστρέφοντα τὴν εὔνοιαν· ᾧ τρόπῳ πολλοὶ καταδημαγωγοῦσι τοὺς ἀδελφούς, εὐπρεπῆ πρόφασιν οὐ δικαίαν δὲ τῆς πλεονεξίας ταύτης ἔχοντες. τὸ γὰρ μέγιστον τῶν πατρῴων καὶ κάλλιστον ἀποστεροῦσιν αὐτούς, τὴν εὔνοιαν, ἀνελευθέρως καὶ πανούργως ὑποτρέχοντες, ἐν καιρῷ ταῖς ἐκείνων ἀσχολίαις καὶ ἀγνοίαις ἐπιτιθέμενοι καὶ μάλιστα παρέχοντες εὐτάκτους καὶ κατηκόους αὑτοὺς καὶ σώφρονας, ἐν οἷς ἐκείνους ἁμαρτάνοντας ἢ δοκοῦντας ὁρῶσι. δεῖ δὲ τοὐναντίον, ὅπου μὲν ὀργή, συνεκδέχεσθαι καὶ συνυποδύεσθαι καθάπερ τῷ συνεργεῖν ποιοῦντα κουφοτέραν, ὑπουργίαις δὲ καὶ χάρισι συνεισποιεῖν ἁμωσγέπως τὸν ἀδελφόν· ἐλλείποντος δέ που, καιρὸν ἢ ἢ X πρᾶξιν ἑτέραν ἢ τὴν φύσιν αἰτιᾶσθαι, ὡς μᾶλλον πρὸς ἄλλα χρησιμωτέραν καὶ σεμνοτέραν σεμνοτέραν ] ἀνυσιμωτέραν ? οὖσαν. εὖ δʼ ἔχει καὶ τὸ τοῦ Ἀγαμέμνονος, ὡς οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο, Hom. K 122 ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν κἀμοὶ τοῦτο παραδοὺς τὸ καθῆκον. ἡδέως δὲ καὶ τῶν ὀνομάτων τὰς μεταθέσεις οἱ πατέρες προσδέχονται καὶ πιστεύουσι τοῖς υἱοῖς, ἁπλότητα μὲν τὴν ῥᾳθυμίαν τῶν ἀδελφῶν ὀνομάζουσιν ὀρθότητα δὲ τὴν σκαιότητα, τὸ δὲ φιλόνεικον ἀκαταφρόνητον ὥστε τῷ διαλλάσσοντι περίεστι τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν ἐλαττοῦν ἅμα καὶ τὴν πρὸς ἑαυτὸν εὔνοιαν αὔξειν τοῦ πατρός. οὕτω δʼ ἀπολογησάμενον ἤδη πρὸς ἐκεῖνον δεῖ τρέπεσθαι καὶ καθάπτεσθαι σφοδρότερον, τὸ ἁμάρτημα καὶ τὸ ἔλλειμμα μετὰ παρρησίας ἐνδεικνύμενον. οὔτε γὰρ ἐφιέναι δεῖ τοῖς ἀδελφοῖς οὔτʼ αὖ πάλιν ἐπεμβαίνειν ἁμαρτάνουσιν αὐτοῖς (τὸ μὲν γὰρ ἐπιχαίροντός ἐστιν ἐκεῖνο δὲ συνεξαμαρτάνοντος), ἀλλὰ κηδομένῳ καὶ συναχθομένῳ χρῆσθαι τῷ νουθετοῦντι. γίγνεται δὲ κατήγορος ἀδελφοῦ σφοδρότατος πρὸς αὐτὸν ὁ προθυμότατος ὑπὲρ αὐτοῦ συνήγορος πρὸς τοὺς γονεῖς γενόμενος. ἂν δὲ μηδὲν ἁμαρτάνων ἀδελφὸς ἐν αἰτίᾳ γένηται, τἄλλα μὲν ὑπουργεῖν γονεῦσι καὶ φέρειν ὀργήν τε πᾶσαν αὐτῶν καὶ δυσχέρειαν ἐπιεικές· αἱ δʼ ὑπὲρ ἀδελφοῦ παρʼ ἀξίαν κακῶς ἀκούοντος ἢ πάσχοντος ἀντιδικίαι καὶ δικαιολογίαι πρὸς αὐτοὺς ἄμεμπτοι καὶ καλαί· καὶ οὐ φοβητέον ἀκοῦσαι τὸ Σοφόκλειον Σοφόκλειον ] Antig . 742 ὦ παῖ κάκιστε, παῖ κάκιστε ] παγκάκιστε Sophocles διὰ δίκης ἰὼν πατρὶ, παρρησιαζόμενον ὑπὲρ ἀδελφοῦ δοκοῦντος ἀγνωμονεῖσθαι· καὶ γὰρ αὐτοῖς ἡ τοιαύτη δίκη τοῖς ἐλεγχομένοις ποιεῖ τὴν ἧτταν ἡδίω τῆς νίκης.