διὸ τοῦ λόγου τὸ συνεχὲς ὑπαγορεύοντος, εὖ μὲν εἶπε Θεόφραστος ὡς εἰ κοινὰ τὰ φίλων ἐστί, μάλιστα δεῖ κοινοὺς τῶν φίλων εἶναι τοὺς φίλους· οὐχ ἣκιστα δʼ ἄν τις ἀδελφοῖς τοῦτο παραινέσειεν. αἱ γὰρ ἰδίᾳ καὶ χωρὶς ὁμιλίαι καὶ συνήθειαι πρὸς ἄλλους ἀποστρέφουσι καὶ ἀπάγουσιν ἀπʼ ἀλλήλων· τῷ γὰρ φιλεῖν ἑτέρους εὐθὺς ἕπεται τὸ χαίρειν ἑτέροις καὶ ζηλοῦν ἑτέρους καὶ ἄγεσθαι ὑφʼ ἑτέρων. ἠθοποιοῦσι γὰρ αἱ φιλίαι, καὶ μεῖζον οὐθέν ἐστι διαφορᾶς ἠθῶν σημεῖον ἢ φίλων αἱρέσεις διαφερόντων· . ὅθεν οὔτε τὸ συνεσθίειν ἀδελφοὺς καὶ συμπίνειν οὔτε τὸ συμπαίζειν καὶ συνδιημερεύειν οὕτω συνεκτικόν ἐστιν ὁμονοίας, ὡς τὸ συμφιλεῖν καὶ συνεχθραίνειν ἥδεσθαι τε τοῖς αὐτοῖς συνόντα καὶ τοὺς αὐτοὺς τοὺς αὐτοὺς *: τοὺς αὐτὸν βδελύσσεσθαι καὶ φεύγειν. οὐδὲ γὰρ διαβολὰς; αἱ κοιναὶ φιλίαι φέρουσιν οὐδὲ συγκρούσεις· ἀλλὰ κἂν γένηταί τις ὀργὴ καὶ μέμψις, ἐκλύεται διὰ μέσων τῶν φίλων, ἐκδεχομένων καὶ διασκεδαννύντων, ἄνπερ ἀμφοτέροις οἰκείως ἔχωσι καὶ πρὸς ἀμφοτέρους ὁμοῦ τῇ εὐνοίᾳ συννεύωσιν. ὡς γὰρ ὁ κασσίτερος ῥαγέντα τὸν χαλκὸν συναρμόττει καὶ συγκεράννυσι τῷ ψαύειν ἑκατέρου πέρατος οἰκείως ὁμοπαθὴς γιγνόμενος, οὕτω δεῖ τὸν φίλον εὐάρμοστον ὄντα καὶ κοινὸν ἀμφοτέροις τοῖς ἀδελφοῖς προσκαταπυκνοῦν τὴν εὔνοιαν. οἱ δʼ ἄνισοι καὶ ἄμικτοι καθάπερ ἐν διαγράμματι μουσικῷ φθόγγοι, διάζευξιν οὐ συναφὴν ποιοῦσιν. ἔστιν οὖν διαπορῆσαι πότερον ὀρθῶς ἢ τοὐναντίον ὁ Ἡσίοδος Ἡσίοδος ] OD 707 εἶπε μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον ὁ μὲν γὰρ εὐγνώμων καὶ κοινός, ὥσπερ εἴρηται, μᾶλλον ἐγκραθεὶς διʼ ἀμφοτέρων σύνδεσμος; ἔσται τῆς φιλαδελφίας· ὁ δʼ Ἡσίοδος ὡς ἔοικεν ἐφοβήθη τοὺς πολλοὺς καὶ φαύλους διὰ τὸ δύσζηλον καὶ φίλαυτον. ὃ δὴ καλῶς ἔχει φυλαττομένους, κἂν εὔνοιαν ἴσην φίλῳ νέμῃ τις, ἀεὶ τὰ πρωτεῖα τἀδελφῷ τἀδελφῷ *: τῷ ἀδελφῷ φυλάττειν ἐν ἀρχαῖς καὶ πολιτείαις ἐν κλήσεσι καὶ γνωρίσεσιν ἡγεμόνων καὶ ὅσα τοῖς πολλοῖς ἐπιφανῆ καὶ πρὸς δόξαν ἐστί, τὸ προσῆκον ἀξίωμα τῇ φύσει καὶ γέρας ἀποδιδόντας. οὐ γὰρ οὕτω τῷ φίλῳ τὸ πλέον ἐν τούτοις σεμνόν, ὡς ἀδελφῷ τοὔλαττον αἰσχρὸν γίγνεται καὶ ἄδοξον. ἀλλὰ περὶ ταύτης μὲν ἑτέρωθι τῆς γνώμης γέγραπται τὰ δοκοῦντα διὰ πλειόνων. τὸ δὲ Μενάνδρειον ὀρθῶς ἔχον, ὡς οὐδεὶς ἀγαπῶν αὐτὸς ἀμελεῖθʼ ἡδέως, Kock. 3 p. 213. cf. p. 95 d ὑπομιμνήσκει καὶ διδάσκει τῶν ἀδελφῶν ἐπιμελεῖσθαι καὶ μὴ τῇ φύσει πιστεύοντας ὀλιγωρεῖν. καὶ γὰρ ἵππος τῇ φύσει φιλάνθρωπον καὶ κύων φιλοδέσποτον, ἀλλὰ μὴ τυγχάνοντα θεραπείας μηδʼ ἐπιμελείας ἀπόστοργα γίγνεται καὶ ἀλλότρια· καὶ τὸ σῶμα τῆς ψυχῆς συγγενέστατόν ἐστιν, ἀμελούμενον δὲ καὶ παρορώμενον ὑπʼ αὐτῆς οὐκ ἐθέλει συνεργεῖν ἀλλὰ λυμαίνεται καὶ προλείπει τὰς πράξεις.