<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="16"><p rend="indent">παρὰ πάντα δὲ ταῦτα φυλακτέον ἐστὶ κηδεστῶν
<milestone unit="stephpage" xml:id="stephpage-486e" n="486e"/> καὶ οἰκείων καὶ γυναικὸς; ἔστιν ὅτε τῇ
               φιλοδοξίᾳ συνεπιτιθεμένης λόγους πονηρούς, <q>ὁ ἀδελφὸς
<milestone unit="tlnum" n="10"/> ἄγει καὶ φέρει πάντα καὶ θαυμάζεται καὶ
                  θεραπεύεται, σοὶ δʼ οὐδεὶς πρόσεισιν οὐδʼ ἔχεις σεμνὸν οὐδέν.</q> <q>ἔχω μὲν οὖν</q> ἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἂν</foreign> Madvigius</note> φαίη τις εὖ φρονῶν <q>ἀδελφὸν εὐδοκιμοῦντα καὶ
   μέτεστί μοι τῆς ἐκείνου δυνάμεως τὸ πλεῖστον</q> ὁ μὲν γὰρ Σωκράτης
               ἔλεγε βούλεσθαι
<milestone unit="tlnum" n="15"/>Δαρεῖον ἔχειν μᾶλλον φίλον
               ἢ τὸ δαρεικόν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸ δαρεικόν</foreign>] <foreign xml:lang="grc">τὸ δαρεικὸν χρυσίον</foreign> an <foreign xml:lang="grc">τὸν δαρεικόν</foreign>?</note> ἀδελφῷ
<milestone unit="stephpage" xml:id="stephpage-486f" n="486f"/> δὲ νοῦν ἔχοντι καὶ πλούτου καὶ ἀρχῆς καὶ λογιότητος οὐκ ἔλαττον
               ἀγαθόν ἐστιν ἄρχων ἀδελφὸς ἢ πλουτῶν ἢ λόγου δυνάμει προήκων εἰς
               δόξαν. ἀλλὰ ταύτας μὲν οὕτω μάλιστα τὰς ἀνωμαλίας παρηγορητέον
<milestone unit="tlnum" n="20"/> ἕτεραι δʼ εὐθὺς ἐγγίγνονται διαφοραὶ περὶ τὰς
               ἡλικίας ἀπαιδεύτοις ἀδελφοῖς. ἐπιεικῶς γὰρ οἳ τε πρεσβύτεροι τῶν
               νεωτέρων ἄρχειν ἀξιοῦντες ἀεὶ καὶ προΐστασθαι καὶ πλέον ἔχειν ἐν
               παντὶ δόξης καὶ δυνάμεως βαρεῖς εἰσι καὶ ἀηδεῖς· οἵ τε νεώτεροι
<milestone unit="tlnum" n="25"/> πάλιν ἀφηνιάζοντες καὶ θρασυνόμενοι
               καταφρονεῖν καὶ ὀλιγωρεῖν ἀσκοῦσιν. ἐκ δὲ τούτων οἱ μὲν ὡς
<milestone unit="stephpage" xml:id="stephpage-487a" n="487a"/> φθονούμενοι καὶ κολουόμενοι
               φεύγουσι καὶ <pb xml:id="v.3.p.264"/> δυσχεραίνουσι τὰς νουθεσίας· οἱ δʼ ἀεὶ τῆς
               ὑπεροχῆς γλιχόμενοι φοβοῦνται τὴν ἐκείνων αὔξησιν ὡς αὑτῶν κατάλυσιν.
               ὥσπερ οὖν ἐπὶ τῆς χάριτος ἀξιοῦσι μείζονα τοὺς λαμβάνοντας ἡγεῖσθαι
               μικροτέραν δὲ τοὺς
<milestone unit="tlnum" n="5"/> διδόντας· οὕτως ἄν τις,
               τὸν χρόνον παραινῶν τῷ μὲν πρεσβυτέρῳ μὴ μέγα νομίζειν τῷ δὲ νεωτέρῳ
               μὴ μικρόν, ὑπεροψίας καὶ ἀμελείας καὶ τοῦ καταφρονεῖσθαι καὶ καταφρονεῖν
               ἀμφοτέρους ἀπαλλάξειεν. ἐπεὶ δὲ τῷ μὲν πρεσβυτέρῳ τὸ κήδεσθαι καὶ
               καθηγεῖσθαι
<milestone unit="tlnum" n="10"/> καὶ νουθετεῖν προσῆκόν ἐστι τῷ
               δὲ νεωτέρῳ τὸ τιμᾶν καὶ ζηλοῦν καὶ ἀκολουθεῖν, ἡ μὲν ἐκείνου
<milestone unit="stephpage" xml:id="stephpage-487b" n="487b"/> κηδεμονία τὸ ἑταιρικὸν μᾶλλον
               ἢ τὸ πατρικὸν ἐχέτω καὶ τὸ πεῖθον ἢ τὸ ἐπιτάττον καὶ τὸ χαῖρον ἐπὶ
               τοῖς κατορθώμασι καὶ κατευφημοῦν τοῦ ψέγοντος
<milestone unit="tlnum" n="15"/>
               ἂν ἁμάρτῃ καὶ κολούοντος μὴ μόνον προθυμότερον ἀλλὰ καὶ φιλανθρωπότερον
               τῷ δὲ τοῦ νεωτέρου ζήλῳ τὸ μιμούμενον ἐνέστω μὴ τὸ ἁμιλλώμενον.
               θαυμάζοντος γὰρ ἡ μίμησις ἡ δʼ ἅμιλλα φθονοῦντός ἐστι. διὸ τοὺς μὲν
               ἐξομοιοῦσθαι βουλομένους
<milestone unit="tlnum" n="20"/> ἀγαπῶσι τοὺς,· δʼ
               ἐξισοῦσθαι πιέζουσι καὶ χαλέπτουσιν. ἐν πολλαῖς; δὲ τιμαῖς ἃς πρέπει
               παρὰ τῶν νέων
<milestone unit="stephpage" xml:id="stephpage-487c" n="487c"/>
               ἀποδίδοσθαι τοῖς πρεσβυτέροις, τὸ πειθαρχεῖν εὐδοκιμεῖ μάλιστα καὶ
               κατεργάζεται μετʼ αἰδοῦς εὔνοιαν ἰσχυρὰν καὶ χάριν ἀνθυπείκουσαν. ᾗ
               καὶ Κάτων
<milestone unit="tlnum" n="25"/> τὸν Καιπίωνα πρεσβύτερον ὄντα
               θεραπεύων εὐθὺς ἐκ παίδων εὐπειθείᾳ καὶ πραότητι καὶ σιωπῇ, τέλος
               οὕτως ἐπʼ ἀνδράσιν ἐχειρώσατο καὶ τοσαύτης ἐνέπλησεν αἰδοῦς πρὸς
               ἑαυτόν, ὡς μήτε πρᾶξαί τι μήτʼ εἰπεῖν ἀγνοοῦντος ἐκείνου. μνημονεύεται
               γοῦν, ὅτι <pb xml:id="v.3.p.265"/> μαρτυρίας ποτὲ γραμματεῖον ἐπισφραγισαμένου
               τοῦ Καιπίωνος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Καιπίωνος</foreign> R: <foreign xml:lang="grc">καπίωνος</foreign>
</note> ὁ Κάτων ὕστερος ἐπελθὼν οὐκ ἠθέλησεν ἐπισφραγίσασθαι·
               καὶ ὁ Καιπίων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Καιπίων</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">καπίων</foreign></note> ἀπαιτήσας τὸ
<milestone unit="stephpage" xml:id="stephpage-487d" n="487d"/> γραμματεῖον ἀφεῖλε τὴν αὑτοῦ σφραγῖδα πρὶν ἢ πυθέσθαι
<milestone unit="tlnum" n="5"/> τί παθὼν. ὁ ἀδελφὸς οὐκ ἐπίστευσεν ἀλλʼ
               ὑπείδετο τὴν μαρτυρίαν. φαίνεται δὲ πολλὴ καὶ πρὸς Ἐπίκουρον ἡ αἰδὼς
               τῶν ἀδελφῶν διʼ εὔνοιαν αὐτοῦ καὶ κηδεμονίαν, εἴς τε τἄλλα καὶ
               φιλοσοφίαν τὴν ἐκείνου συνενθουσιώντων· καὶ γὰρ εἰ διημάρτανον
<milestone unit="tlnum" n="10"/> δόξης εὐθὺς ἐκ παίδων πεπεισμένοι καὶ λέγοντες ὡς
               οὐδεὶς γέγονεν Ἐπικούρου σοφώτερος, ἄξιόν ἐστι θαυμάζειν καὶ τοῦ
               διαθέντος οὕτως καὶ τῶν διατεθέντων. οὐ μὴν ἀλλὰ καὶ τῶν νεωτέρων
               φιλοσόφων Ἀπολλώνιος ὁ περιπατητικὸς ἤλεγξε τὸν
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-487e" n="487e"/> εἰπόντα δόξαν
               ἀκοινώνητον εἶναι, Σωτίωνα νεώτερον ἀδελφὸν αὑτοῦ ποιήσας ἐνδοξότερον.
               ἐμοὶ μὲν γὰρ ὅτι πολλῶν ἀξίων χάριτος παρὰ τῆς τύχης γεγονότων, ἡ
               Τίμωνος εὔνοια τἀδελφοῦ πρὸς ἅπαντα τἄλλα καὶ γέγονε καὶ ἔστιν,
               οὐδεὶς ἀγνοεῖ
<milestone unit="tlnum" n="20"/> τῶν ὁπωσοῦν ἐντετυχηκότων
               ἡμῖν, ἣκιστα δʼ οἱ συνήθεις ὑμεῖς. </p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent">ἕτερα τοίνυν ταῖς παραλλήλοις καὶ σύνεγγυς ἡλικίαις τῶν ἀδελφῶν
               φυλακτέον ἐστὶ πάθη, μικρὰ μὲν συνεχῆ δὲ καὶ πολλὰ καὶ πονηρὰν ποιοῦντα
               τοῦ
<milestone unit="tlnum" n="25"/> λυπεῖν καὶ παροξύνειν ἑαυτοὺς ἐπὶ πᾶσι
               μελέτην, τελευτῶσαν εἰς ἀνήκεστα μίση καὶ κακοθυμίας. ἀρξάμενοι
<milestone unit="stephpage" xml:id="stephpage-487f" n="487f"/> γὰρ ἐπὶ παιδιαῖς διαφέρεσθαι,
               περὶ τροφὰς ζῴων καὶ ἀγῶνας οἷον ὀρτύγων ἢ ἀλεκτρυόνων, <pb xml:id="v.3.p.266"/> εἶτα παίδων ἐν παλαίστραις καὶ κυνῶν ἐν θήραις καὶ
               ἵππων ἐν ἁμίλλαις, οὐκέτι κρατεῖν ἐν τοῖς μείζοσιν οὐδὲ καταπαύειν τὸ
               φιλόνικον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φιλόνικον</foreign> *: <foreign xml:lang="grc">φιλόνεικον</foreign>
</note> δύνανται καὶ φιλότιμον. ὥσπερ Ἑλλήνων οἱ καθʼ ἡμᾶς δυνατώτατοι
<milestone unit="tlnum" n="5"/> περὶ σπουδὰς ὀρχηστῶν εἶτα κιθαρῳδῶν
               διαναστάντες, ἐκ τούτου τὰς ἐν Αἰδηψῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Αἰδηψῷ</foreign> M: <foreign xml:lang="grc">αἰδιψῷ</foreign>
</note> κολυμβήθρας καὶ παστάδας καὶ
               ἀνδρῶνας ἀντιπαραβάλλοντες ἀεὶ καὶ τοπομαχοῦντες καὶ ἀποκόπτοντες;
               ὀχετοὺς καὶ
<milestone unit="stephpage" xml:id="stephpage-488a" n="488a"/>
               ἀποστρέφοντες, οὕτως ἐξηγριώθησαν καὶ διεφθάρησαν,
<milestone unit="tlnum" n="10"/> ὥστε πάντων ἀφαιρεθέντες; ὑπὸ τοῦ τυράννου, καὶ φυγάδες καὶ
               πένητες καὶ ʽ ὀλίγου δέω λέγειν’ ἕτεροι τῶν πρότερον
               γενόμενοι, μόνῳ διέμειναν οἱ αὐτοὶ τῷ μισεῖν ἀλλήλους. ὅθεν οὐχ
               ἥκιστα δεῖ περὶ τὰ μικρὰ καὶ πρῶτα παραδυομένῃ τῇ πρὸς τοὺς
<milestone unit="tlnum" n="15"/> ἀδελφοὺς; φιλονικίᾳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φιλονικίᾳ</foreign> *: <foreign xml:lang="grc">φιλονεικίᾳ</foreign>
</note> καὶ ζηλοτυπίᾳ διαμάχεσθαι,
               μελετῶντας ἀνθυπείκειν καὶ ἡττᾶσθαι καὶ χαίρειν τῷ χαρίζεσθαι μᾶλλον
               αὐτοῖς ἢ τῷ νικᾶν. οὐ γὰρ ἑτέραν οἱ παλαιοὶ Καδμείαν νίκην ἀλλὰ
               τὴν περὶ Θήβας τῶν ἀδελφῶν ὡς αἰσχίστην καὶ κακίστην προσηγόρευσαν.
<milestone unit="tlnum" n="20"/> τί οὖν; οὐχὶ πολλὰς τὰ πράγματα καὶ
               τοῖς
<milestone unit="stephpage" xml:id="stephpage-488b" n="488b"/> ἐπιεικῶς ἔχειν
               δοκοῦσι καὶ πράως φέρει προφάσεις ἀντιλογιῶν καὶ διαφορῶν; καὶ μάλα·
               ἀλλὰ κἀκεῖ φυλακτέον, ὅπως τὰ πράγματα μάχηται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μαχεῖται</foreign>?</note> καθʼ αὑτὰ, μηδὲν ἐκ
               φιλονικίας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φιλονικίας</foreign>: <foreign xml:lang="grc">φιλονεικίας</foreign></note> μηδʼ ὀργῆς πάθος οἷον ἄγκιστρον
<milestone unit="tlnum" n="25"/>προστιθέντας, ἀλλʼ ὥσπερ ἐπὶ ζυγοῦ τοῦ δικαίου τὴν ῥοπὴν κοινῶς
               ἀποθεωροῦντας, καὶ τάχιστα <pb xml:id="v.3.p.267"/> ταῖς κρίσεσι καὶ ταῖς
               διαίταις τὴν ἀμφιλογίαν παραδιδόντας ἀποκαθαίρειν, πρὶν ἐνδῦσαν ὥσπερ
               βαφὴν ἢ κηλῖδα δευσοποιὸν γενέσθαι καὶ δυσέκπλυτον· εἶτα
<milestone unit="stephpage" xml:id="stephpage-488c" n="488c"/> μιμεῖσθαι τοὺς Πυθαγορικούς,
               οἳ γένει μηθὲν προσήκοντες<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προσήκοντες</foreign>] add. <foreign xml:lang="grc">ἀλλήλοις</foreign><foreign xml:lang="lat">praeter necessitatem Stegmannus</foreign></note>
<milestone unit="tlnum" n="5"/> ἀλλὰ κοινοῦ λόγου
               μετέχοντες, εἴ ποτε προαχθεῖεν εἰς λοιδορίαν ὑπʼ ὀργῆς, πρὶν ἢ τὸν
               ἣλιον δῦναι, τὰς δεξιὰς ἐμβαλόντες ἀλλήλοις καὶ ἀσπασάμενοι διελύοντο.
               καθάπερ γὰρ ἐπὶ βουβῶνι πυρετοῦ γενομένου, δεινὸν οὐθέν ἐστιν, ἂν δὲ
               παυσαμένου παραμένῃ,
<milestone unit="tlnum" n="10"/> νόσος εἶναι δοκεῖ καὶ
               βαθυτέραν ἔχειν ἀρχήν οὕτως ἀδελφῶν ἡ μετὰ τὸ πρᾶγμα παυομένη διαφορὰ
               τοῦ πράγματός ἐστι, τῆς δʼ ἐπιμενούσης πρόφασις ἦν τὸ πρᾶγμα μοχθηράν τε
               καὶ ὓπουλον αἰτίαν ἔχον.
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-488d" n="488d"/>
</p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">ἄξιον δὲ πυθέσθαι βαρβάρων ἀδελφῶν διαδικασίαν οὐ περὶ γῃδίου μερίδος;
               οὐδʼ ἐπʼ ἀνδραπόδοις ἢ προβατίοις γενομένην ἀλλὰ περὶ τῆς Περσῶν
               ἡγεμονίας. Δαρείου γὰρ ἀποθανόντος, οἱ μὲν ἠξίουν Ἀριαμένη βασιλεύειν,
               πρεσβύτατον ὄντα
<milestone unit="tlnum" n="20"/> τῆς γενεᾶς, οἱ δὲ Ξέρξην,
               Ἀτόσσης τε μητρὸς ὄντα τῆς Κύρου θυγατρὸς; ἔκ τε Δαρείου βασιλεύοντος
               ἤδη γεγενημένον. Ἀριαμένης μὲν οὖν κατέβαινεν ἐκ Μήδων οὐ πολεμικῶς
               ἀλλʼ ὡς ἐπὶ δίκην ἡσύχως Ξέρξης· δὲ παρὼν ἔπραττεν ἅπερ ἦν βασιλεῖ
               προσήκοντα·
<milestone unit="tlnum" n="25"/> ἐλθόντος δὲ τἀδελφοῦ, θεὶς τὸ
               διάδημα
<milestone unit="stephpage" xml:id="stephpage-488e" n="488e"/> καὶ καταβαλὼν
               τὴν τιάραν, ἣν φοροῦσιν ὀρθὴν οἱ βασιλεύοντες, ἀπήντησεν αὐτῷ καὶ
               ἠσπάσατο, καὶ <pb xml:id="v.3.p.268"/> δῶρα πέμπων ἐκέλευσεν εἰπεῖν τοὺς
               κομίζοντας <q>τούτοις σε νῦν τιμᾷ Ξέρξης, ὁ ἀδελφός· ἂν δὲ βασιλεὺς
                  κρίσει καὶ ψήφῳ Περσῶν ἀναγορευθῇ, δίδωσί σοι δευτέρῳ μεθʼ ἑαυτὸν
                  εἶναι.</q> καὶ ὁ Ἀριαμένης <q>ἐγὼ
   <milestone unit="tlnum" n="5"/> δʼ</q> ἔφη <q>τὰ μὲν δῶρα δέχομαι, βασιλείαν δὲ τὴν Περσῶν ἐμαυτῷ νομίζω
                  προσήκειν· τιμὴν δὲ τὴν μετʼ ἐμὲ τοῖς ἀδελφοῖς φυλάξω, Ξέρξῃ δὲ
                  πρώτῳ τῶν ἀδελφῶν</q> ἐπεὶ δʼ ἡ κρίσις ἐνέστη, Πέρσαι μὲν
<milestone unit="stephpage" xml:id="stephpage-488f" n="488f"/>Ἀρτάβανον, ἀδελφὸν ὄντα
               Δαρείου, δικαστὴν ἀπέφηναν
<milestone unit="tlnum" n="10"/> δόξαν αὐτοῖς,
               Ξέρξης δʼ ἔφευγεν ἐπʼ ἐκείνου κριθῆναι τῷ πλήθει πεποιθώς. Ἄτοσσα δʼ
               ἡ μήτηρ ἐπέπληξεν αὐτῷ, <q>τί φεύγεις Ἀρτάβανον, ὦ παῖ, θεῖον ὄντα
                  καὶ Περσῶν ἄριστον; τί δʼ οὕτω τὸν ἀγῶνα δέδοικας, ἐν καλὰ καὶ τὰ
                  δευτερεῖα, Περσῶν
<milestone unit="tlnum" n="15"/> βασιλέως ἀδελφὸν
   κριθῆναι;</q> πεισθέντος οὖν Ξέρξου καὶ γενομένων λόγων, Ἀρτάβανος
               μὲν ἀπεφήνατο Ξέρξῃ τὴν βασιλείαν προσήκειν, Ἀριαμένης δʼ εὐθὺς
               ἀναπηδήσας προσεκύνησε τὸν ἀδελφὸν καὶ λαβόμενος τῆς δεξιᾶς εἰς τὸν
               θρόνον ἐκάθισε τὸν
<milestone unit="tlnum" n="20"/> βασίλειον. ἐκ τούτου
               μέγιστος ἦν παρʼ αὐτῷ καὶ παρεῖχεν εὔνουν ἑαυτόν, ὥστʼ ἀριστεύων ἐν
               τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ πεσεῖν ὑπὲρ τῆς ἐκείνου δόξης
<milestone unit="stephpage" xml:id="stephpage-489a" n="489a"/> τοῦτο μὲν οὖν ὥσπερ
               ἀρχέτυπον ἐκκείσθω καθαρὸν καὶ ἀμώμητον εὐμενείας καὶ μεγαλοφροσύνης.
               Ἀντιόχου
<milestone unit="tlnum" n="25"/> δὲ τὴν μὲν φιλαρχίαν ψέξειεν ἄν
               τις, ὅτι δʼ οὐ παντάπασιν αὐτῇ τὸ φιλάδελφον ἐνηφανίσθη, θαυμάσειεν.
               ἐπολέμει μὲν γὰρ ὑπὲρ τῆς βασιλείας Σελεύκῳ νεώτερος ὢν ἀδελφὸς καὶ
               τὴν μητέρα συλλαμβάνουσαν εἶχεν· ἀκμάζοντος δὲ τοῦ πολέμου, <pb xml:id="v.3.p.269"/> Γαλάταις μάχην ὁ Σέλευκος συνάψας καὶ ἡττηθείς,
               οὐδαμοῦ φανερὸς ἦν ἀλλʼ ἔδοξε τεθνάναι, πάσης
<milestone unit="stephpage" xml:id="stephpage-489b" n="489b"/> ὁμοῦ τι τῆς στρατιᾶς ὑπὸ τῶν βαρβάρων
               κατακοπείσης. πυθόμενος οὖν ὁ Ἀντίοχος τὴν πορφύραν ἔθηκε
<milestone unit="tlnum" n="5"/> καὶ φαιὸν ἱμάτιον ἔλαβε, καὶ τὰ βασίλεια κλείσας
               ἐπένθει τὸν ἀδελφόν· ὀλίγῳ δʼ ὕστερον ἀκούσας, ὅτι σῴζεται καὶ
               δύναμιν αὖθις ἑτέραν ἀθροίζει, τοῖς τε θεοῖς ἔθυσε προελθὼν καὶ ταῖς
               πόλεσιν ὧν ἦρχε θύειν καὶ στεφανηφορεῖν ἐπήγγειλεν. Ἀθηναῖοι δὲ
<milestone unit="tlnum" n="10"/> τὸν περὶ τῆς ἔριδος τῶν θεῶν μῦθον
               ἀτόπως πλάσαντες ἐπανόρθωμα τῆς ἀτοπίας οὐ φαῦλον ἐνέμιξαν αὐτῷ· τὴν
               γὰρ δευτέραν ἐξαιροῦσιν ἀεὶ τοῦ Βοηδρομιῶνος, ὡς ἐν ἐκείνῃ τῷ
               Ποσειδῶνι πρὸς τὴν Ἀθηνᾶν γενομένης τῆς διαφορᾶς. τί οὖν κωλύει
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-489c" n="489c"/> καὶ ἡμᾶς διαφορᾶς ποτε
               πρὸς οἰκείους καὶ συγγενεῖς γενομένης ἐν ἀμνηστίᾳ τὴν ἡμέραν ἐκείνην
               τίθεσθαι καὶ μίαν τῶν ἀποφράδων νομίζειν, ἀλλὰ μὴ πολλῶν καὶ ἀγαθῶν ἐν
               αἷς συνετράφημεν καὶ συνεβιώσαμεν ἡμερῶν διὰ μίαν ἐπιλανθάνεσθαι; ἢ
<milestone unit="tlnum" n="20"/> γὰρ μάτην καὶ πρὸς οὐθὲν ἡ φύσις ἡμῖν
               ἔδωκε πραότητα καὶ μετριοπαθείας ἔκγονον ἀνεξικακίαν, ἢ μάλιστα χρηστέον
               τούτοις πρὸς συγγενεῖς καὶ οἰκείους. οὐχ ἧττον δὲ τοῦ διδόναι συγγνώμην
               ἁμαρτοῦσι τὸ αἰτεῖσθαι καὶ λαμβάνειν αὐτοὺς ἁμαρτόντας εὔνοιαν
<milestone unit="tlnum" n="25"/> ἐμφαίνει καὶ φιλοστοργίαν. ὅθεν
               ὀργιζομένων τε
<milestone unit="stephpage" xml:id="stephpage-489d" n="489d"/> δεῖ μὴ
               ἀμελεῖν καὶ παραιτουμένοις μὴ ἀντιτείνειν, ἀλλὰ καὶ φθάνειν πολλάκις
               ἁμαρτόντας αὐτοὺς τῇ παραιτήσει τὴν ὀργὴν ἀδικηθέντας τε πάλιν αὖ τῇ
               συγγνώμῃ τὴν παραίτησιν. ὁ μὲν οὖν Σωκρατικὸς <pb xml:id="v.3.p.270"/>
               Εὐκλείδης ἐν ταῖς σχολαῖς περιβόητός ἐστιν, ὅτι φωνὴν ἀκούσας
               ἀγνώμονα καὶ θηριώδη τἀδελφοῦ πρὸς αὐτὸν εἰπόντος <q>ἀπολοίμην, εἰ μή
                  σε τιμωρησαίμην·</q> <q>ἐγὼ δʼ</q> εἶπεν <q>εἰ μή σε πείσαιμι παύσασθαι
   <milestone unit="tlnum" n="5"/> τῆς ὀργῆς καὶ φιλεῖν ἡμᾶς ὡς πρότερον ἐφίλεις.</q> <milestone unit="stephpage" xml:id="stephpage-489e" n="489e"/> τὸ δʼ Εὐμένους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Εὐμένους</foreign><foreign xml:lang="lat">hic et infra Duebnerus</foreign>: <foreign xml:lang="grc">εὐμενοῦς</foreign></note> τοῦ
               βασιλέως ἔργον οὐ λόγος ὑπερβολὴν οὐδεμίαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὑπερβολὴν οὐδεμίαν</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">ὑπερβολὴν οὐδὲν οὐδὲ</foreign></note> πραότητος ἀπολέλοιπε.
               Περσεὺς γὰρ ὁ τῶν Μακεδόνων βασιλεὺς ἐχθρὸς ὢν αὐτῷ παρεσκεύασε τοὺς
               ἀποκτενοῦντας· οἱ δὲ περὶ Δελφοὺς
<milestone unit="tlnum" n="10"/> ἐνήδρευον
               αἰσθόμενοι βαδίζοντα πρὸς τὸν θεὸν ἀπὸ θαλάσσης. γενόμενοι δʼ ὄπισθεν
               αὐτοῦ λίθους μεγάλους ἐμβάλλουσιν εἴς τε τὴν κεφαλὴν καὶ τὸν τράχηλον,
               ὑφʼ ὧν σκοτωθεὶς καὶ πεσὼν ἔδοξε τεθνάναι· καὶ περιῆλθεν ἡ φήμη
               πανταχόσε, καὶ φίλοι
<milestone unit="tlnum" n="15"/> τινὲς ἀφίκοντο καὶ
               θεράποντες εἰς Πέργαμον αὐτάγγελοι τοῦ πάθους ἣκειν δοκοῦντες. Ἄτταλος
               οὖν ὁ
<milestone unit="stephpage" xml:id="stephpage-489f" n="489f"/> πρεσβύτατος
               αὐτοῦ τῶν ἀδελφῶν, ἀνὴρ ἐπιεικὴς καὶ περὶ τὸν Εὐμένη πάντων
               ἄριστος, οὐ μόνον βασιλεὺς ἀνηγορεύθη διαδησάμενος, ἀλλὰ καὶ τὴν γυναῖκα
<milestone unit="tlnum" n="20"/> τἀδελφοῦ Στρατονίκην ἔγημε καὶ συνῆρχεν·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">συνῆρχεν</foreign> *: <foreign xml:lang="grc">συνῆλθεν</foreign>
</note>
               ἐπεὶ δʼ ἀπηγγέλη ζῶν ὁ Εὐμένης καὶ προσῄει, θεὶς τὸ διάδημα καὶ
               λαβὼν ὥσπερ εἰώθει τὰ δοράτια μετὰ τῶν ἄλλων ἀπήντησεν αὐτῷ
               δορυφόρων. ὁ δὲ κἀκεῖνον εὐμενῶς ἐδεξιώσατο καὶ τὴν βασίλισσαν
<milestone unit="tlnum" n="25"/> ἠσπάσατο μετὰ τιμῆς καὶ φιλοφροσύνης· καὶ χρόνον
               οὐκ ὀλίγον ἐπιβιώσας ἀμέμπτως καὶ ἀνυπόπτως <pb xml:id="v.3.p.271"/> ἀπέθανε,
               τῷ Ἀττάλῳ τήν τε βασιλείαν καὶ τὴν γυναῖκα παρεγγυήσας. τί οὖν
               ἐκεῖνος; ἀποθανόντος αὐτοῦ, παιδίον οὐδὲ ἓν ἠθέλησεν ἐκ τῆς γυναικὸς
               ἀνελέσθαι
<milestone unit="stephpage" xml:id="stephpage-490a" n="490a"/> τεκούσης
               πολλάκις, ἀλλὰ τὸν ἐκείνου παῖδα θρέψας
<milestone unit="tlnum" n="5"/> καὶ
               ἀνδρώσας ἔτι ζῶν ἐπέθηκε τὸ διάδημα καὶ βασιλέα προσηγόρευσεν. ἀλλὰ
               Καμβύσης ἐξ ἐνυπνίου φοβηθεὶς ὡς βασιλεύσοντα τῆς Ἀσίας τὸν ἀδελφόν,
               οὐδεμίαν ἀπόδειξιν οὐδʼ ἔλεγχον ἀναμείνας ἀπέκτεινεν. ὅθεν ἐξέπεσε
               τῆς Κύρου διαδοχῆς ἡ ἀρχὴ, τελευτήσαντος
<milestone unit="tlnum" n="10"/>
               αὐτοῦ, καὶ τὸ Δαρείου γένος ἐβασίλευσεν, ἀνδρὸς οὐ μόνον ἀδελφοῖς
               ἀλλὰ καὶ φίλοις ἐπισταμένου κοινωνεῖν πραγμάτων καὶ δυνάμεως. </p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">ἔτι τοίνυν ἐκεῖνο δεῖ μνημονεύειν ἐν ταῖς
<milestone unit="stephpage" xml:id="stephpage-490b" n="490b"/> πρὸς τοὺς ἀδελφοὺς διαφοραῖς καὶ φυλάττειν,
               τὸ
<milestone unit="tlnum" n="15"/> τοῖς φίλοις αὐτῶν ὁμιλεῖν, καὶ
               πλησιάζειν τότε μάλιστα· φεύγειν δὲ τοὺς ἐχθροὺς καὶ μὴ προσδέχεσθαι,
               μιμούμενον αὐτὸ γοῦν τοῦτο τὸ Κρητῶν, οἳ πολλάκις στασιάζοντες ἀλλήλοις
               καὶ πολεμοῦντες, ἔξωθεν ἐπιόντων πολεμίων διελύοντο καὶ συνίσταντο· καὶ
   <milestone unit="tlnum" n="20"/> τοῦτʼ ἦν ὁ καλούμενος ὑπʼ αὐτῶν <q>συγκρητισμός.</q> ἔνιοι γὰρ ὥσπερ ὕδωρ τοῖς χαλῶσι καὶ διισταμένοις
               ὑπορρέοντες ἀνατρέπουσιν οἰκειότητας καὶ φιλίας, μισοῦντες μὲν ἀμφοτέρους
               ἐπιτιθέμενοι δὲ τῷ μᾶλλον ὑπʼ ἀσθενείας ἐνδιδόντι. τῷ μὲν γὰρ ἐρῶντι
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-490c" n="490c"/> συνερῶσιν οἱ νεαροὶ
               καὶ ἄκακοι τῶν φίλων, τῷ δʼ ὀργιζομένῳ καὶ διαφερομένῳ πρὸς ἀδελφὸν
               οἱ κακοηθέστατοι τῶν ἐχθρῶν συναγανακτεῖν καὶ συνοργίζεσθαι δοκοῦσι.
               καθάπερ οὖν ἡ Αἰσώπειος ἀλεκτορὶς πρὸς τὴν αἴλουρον, ὡς δὴ κατʼ
               εὔνοιαν αὐτῆς <pb xml:id="v.3.p.272"/> νοσούσης ὅπως ἔχει πυθανομένην, <q>καλῶς</q> εἶπεν <q>ἂν σὺ ἀποστῇς·</q> οὕτω καὶ πρὸς τοιοῦτον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοιοῦτον</foreign>] <foreign xml:lang="grc">τὸν τοιοῦτον</foreign> Duebnerus</note>
               ἄνθρωπον, ἐμβάλλοντα λόγον ὑπὲρ τῆς διαφορᾶς καὶ πυνθανόμενον καὶ
               ὑπορύττοντα τῶν ἀπορρήτων ἔνια, χρὴ
<milestone unit="tlnum" n="5"/> λέγειν <q>ἀλλʼ ἔμοιγε πρᾶγμα πρὸς τὸν ἀδελφὸν οὐθέν ἐστιν, ἂν μήτʼ ἐγὼ
   τοῖς διαβάλλουσι προσέχω μήτʼ ἐκεῖνος.</q> νυνὶ δʼ οὐκ οἶδʼ ὅπως
               ὀφθαλμιῶντες μὲν οἰόμεθα δεῖν ἀποστρέφειν ἐπὶ τὰ μὴ ποιοῦντα, πληγὴν
<milestone unit="stephpage" xml:id="stephpage-490d" n="490d"/> μηδʼ ἀντιτυπίαν
               χρώματα καὶ σώματα τὴν ὄψιν,
<milestone unit="tlnum" n="10"/> ἐν δὲ μέμψεσι
               καὶ ὀργαῖς καὶ ὑπονοίαις πρὸς ἀδελφοὺς γενόμενοι χαίρομεν καὶ
               προσαναχρωννύμεθα τοῖς ἐκταράττουσιν, ὅτε καλῶς εἶχε τοὺς μὲν ἐχθροὺς
               καὶ δυσμενεῖς ἀποδιδράσκειν καὶ λανθάνειν, συνεῖναι δὲ καὶ συνδιημερεύειν
               μάλιστα κηδεσταῖς ἐκείνων
<milestone unit="tlnum" n="15"/> καὶ οἰκείοις καὶ
               φίλοις, καὶ πρὸς γυναῖκας αὐτῶν εἰσιόντας αἰτιᾶσθαι καὶ παρρησιάζεσθαι.
               καίτοι λίθον οὔ φασι χρῆναι μέσον ἀδελφοὺς λαμβάνειν ὁδὸν βαδίζοντας,
               ἄχθονται δὲ καὶ κυνὸς διεκδραμόντος,
<milestone unit="stephpage" xml:id="stephpage-490e" n="490e"/> καὶ πολλὰ τοιαῦτα δεδίασιν ὧν οὐδὲν
               ὁμόνοιαν
<milestone unit="tlnum" n="20"/> ἀδελφῶν διέστησεν, ἀνθρώπους δὲ
               κυνικοὺς καὶ διαβόλους ἐν μέσῳ λαμβάνοντες αὑτῶν καὶ περιπταίοντες οὐ
               συνορῶσι. </p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent">διὸ τοῦ λόγου τὸ συνεχὲς ὑπαγορεύοντος, εὖ μὲν εἶπε Θεόφραστος ὡς <q>εἰ κοινὰ τὰ φίλων
<milestone unit="tlnum" n="25"/> ἐστί, μάλιστα δεῖ
   κοινοὺς τῶν φίλων εἶναι τοὺς φίλους·</q> οὐχ ἣκιστα δʼ ἄν τις
               ἀδελφοῖς τοῦτο παραινέσειεν. αἱ γὰρ ἰδίᾳ καὶ χωρὶς ὁμιλίαι καὶ
               συνήθειαι πρὸς ἄλλους ἀποστρέφουσι καὶ ἀπάγουσιν ἀπʼ <pb xml:id="v.3.p.273"/>
               ἀλλήλων· τῷ γὰρ φιλεῖν ἑτέρους εὐθὺς ἕπεται τὸ χαίρειν
<milestone unit="stephpage" xml:id="stephpage-490f" n="490f"/> ἑτέροις καὶ ζηλοῦν ἑτέρους
               καὶ ἄγεσθαι ὑφʼ ἑτέρων. ἠθοποιοῦσι γὰρ αἱ φιλίαι, καὶ μεῖζον οὐθέν
               ἐστι διαφορᾶς ἠθῶν σημεῖον ἢ φίλων αἱρέσεις διαφερόντων·
<milestone unit="tlnum" n="5"/>. ὅθεν οὔτε τὸ συνεσθίειν ἀδελφοὺς καὶ συμπίνειν
               οὔτε τὸ συμπαίζειν καὶ συνδιημερεύειν οὕτω συνεκτικόν ἐστιν ὁμονοίας, ὡς
               τὸ συμφιλεῖν καὶ συνεχθραίνειν ἥδεσθαι τε τοῖς αὐτοῖς συνόντα καὶ τοὺς
               αὐτοὺς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοὺς αὐτοὺς</foreign> *: <foreign xml:lang="grc">τοὺς αὐτὸν</foreign>
</note> βδελύσσεσθαι καὶ φεύγειν. οὐδὲ γὰρ
<milestone unit="tlnum" n="10"/>
               διαβολὰς; αἱ κοιναὶ φιλίαι φέρουσιν οὐδὲ συγκρούσεις· ἀλλὰ κἂν γένηταί
               τις ὀργὴ καὶ μέμψις, ἐκλύεται διὰ μέσων τῶν φίλων, ἐκδεχομένων καὶ
               διασκεδαννύντων, ἄνπερ ἀμφοτέροις οἰκείως ἔχωσι καὶ πρὸς
<milestone unit="stephpage" xml:id="stephpage-491a" n="491a"/> ἀμφοτέρους ὁμοῦ τῇ εὐνοίᾳ
               συννεύωσιν. ὡς γὰρ
<milestone unit="tlnum" n="15"/> ὁ κασσίτερος ῥαγέντα τὸν
               χαλκὸν συναρμόττει καὶ συγκεράννυσι τῷ ψαύειν ἑκατέρου πέρατος οἰκείως
               ὁμοπαθὴς γιγνόμενος, οὕτω δεῖ τὸν φίλον εὐάρμοστον ὄντα καὶ κοινὸν
               ἀμφοτέροις τοῖς ἀδελφοῖς προσκαταπυκνοῦν τὴν εὔνοιαν. οἱ δʼ ἄνισοι καὶ
               ἄμικτοι
<milestone unit="tlnum" n="20"/> καθάπερ ἐν διαγράμματι μουσικῷ
               φθόγγοι, διάζευξιν οὐ συναφὴν ποιοῦσιν. ἔστιν οὖν διαπορῆσαι πότερον
               ὀρθῶς ἢ τοὐναντίον ὁ Ἡσίοδος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] OD 707</note> εἶπε <quote rend="blockquote"> μηδὲ
                  κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον </quote> ὁ μὲν γὰρ εὐγνώμων καὶ
               κοινός, ὥσπερ εἴρηται,
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-491b" n="491b"/> μᾶλλον ἐγκραθεὶς διʼ
               ἀμφοτέρων σύνδεσμος; ἔσται τῆς φιλαδελφίας· ὁ δʼ Ἡσίοδος ὡς ἔοικεν
               ἐφοβήθη τοὺς πολλοὺς καὶ φαύλους διὰ τὸ δύσζηλον καὶ φίλαυτον. <pb xml:id="v.3.p.274"/> ὃ δὴ καλῶς ἔχει φυλαττομένους, κἂν εὔνοιαν ἴσην
               φίλῳ νέμῃ τις, ἀεὶ τὰ πρωτεῖα τἀδελφῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τἀδελφῷ</foreign> *: <foreign xml:lang="grc">τῷ ἀδελφῷ</foreign>
</note> φυλάττειν ἐν ἀρχαῖς καὶ
               πολιτείαις ἐν κλήσεσι καὶ γνωρίσεσιν ἡγεμόνων καὶ ὅσα τοῖς πολλοῖς
               ἐπιφανῆ καὶ πρὸς
<milestone unit="tlnum" n="5"/> δόξαν ἐστί, τὸ προσῆκον
               ἀξίωμα τῇ φύσει καὶ γέρας ἀποδιδόντας. οὐ γὰρ οὕτω τῷ φίλῳ τὸ
               πλέον ἐν τούτοις σεμνόν, ὡς ἀδελφῷ τοὔλαττον αἰσχρὸν γίγνεται καὶ
               ἄδοξον. ἀλλὰ περὶ ταύτης μὲν ἑτέρωθι τῆς
<milestone unit="stephpage" xml:id="stephpage-491c" n="491c"/> γνώμης γέγραπται τὰ δοκοῦντα διὰ πλειόνων.
               τὸ
<milestone unit="tlnum" n="10"/> δὲ Μενάνδρειον ὀρθῶς ἔχον, ὡς <quote rend="blockquote"> οὐδεὶς ἀγαπῶν αὐτὸς ἀμελεῖθʼ ἡδέως, </quote>
<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Kock. 3 p. 213. cf. p. 95 d</note>
               ὑπομιμνήσκει καὶ διδάσκει τῶν ἀδελφῶν ἐπιμελεῖσθαι καὶ μὴ τῇ φύσει
               πιστεύοντας ὀλιγωρεῖν. καὶ γὰρ ἵππος τῇ φύσει φιλάνθρωπον καὶ κύων
               φιλοδέσποτον,
<milestone unit="tlnum" n="15"/> ἀλλὰ μὴ τυγχάνοντα θεραπείας
               μηδʼ ἐπιμελείας ἀπόστοργα γίγνεται καὶ ἀλλότρια· καὶ τὸ σῶμα τῆς ψυχῆς
               συγγενέστατόν ἐστιν, ἀμελούμενον δὲ καὶ παρορώμενον ὑπʼ αὐτῆς οὐκ
               ἐθέλει συνεργεῖν ἀλλὰ λυμαίνεται καὶ προλείπει τὰς πράξεις.
<milestone unit="tlnum" n="20"/>
<milestone unit="stephpage" xml:id="stephpage-491d" n="491d"/>
</p></div></div></body></text></TEI>