παρὰ πάντα δὲ ταῦτα φυλακτέον ἐστὶ κηδεστῶν καὶ οἰκείων καὶ γυναικὸς; ἔστιν ὅτε τῇ φιλοδοξίᾳ συνεπιτιθεμένης λόγους πονηρούς, ὁ ἀδελφὸς ἄγει καὶ φέρει πάντα καὶ θαυμάζεται καὶ θεραπεύεται, σοὶ δʼ οὐδεὶς πρόσεισιν οὐδʼ ἔχεις σεμνὸν οὐδέν. ἔχω μὲν οὖν ἂν ἂν Madvigius φαίη τις εὖ φρονῶν ἀδελφὸν εὐδοκιμοῦντα καὶ μέτεστί μοι τῆς ἐκείνου δυνάμεως τὸ πλεῖστον ὁ μὲν γὰρ Σωκράτης ἔλεγε βούλεσθαι Δαρεῖον ἔχειν μᾶλλον φίλον ἢ τὸ δαρεικόν, τὸ δαρεικόν ] τὸ δαρεικὸν χρυσίον an τὸν δαρεικόν ? ἀδελφῷ δὲ νοῦν ἔχοντι καὶ πλούτου καὶ ἀρχῆς καὶ λογιότητος οὐκ ἔλαττον ἀγαθόν ἐστιν ἄρχων ἀδελφὸς ἢ πλουτῶν ἢ λόγου δυνάμει προήκων εἰς δόξαν. ἀλλὰ ταύτας μὲν οὕτω μάλιστα τὰς ἀνωμαλίας παρηγορητέον ἕτεραι δʼ εὐθὺς ἐγγίγνονται διαφοραὶ περὶ τὰς ἡλικίας ἀπαιδεύτοις ἀδελφοῖς. ἐπιεικῶς γὰρ οἳ τε πρεσβύτεροι τῶν νεωτέρων ἄρχειν ἀξιοῦντες ἀεὶ καὶ προΐστασθαι καὶ πλέον ἔχειν ἐν παντὶ δόξης καὶ δυνάμεως βαρεῖς εἰσι καὶ ἀηδεῖς· οἵ τε νεώτεροι πάλιν ἀφηνιάζοντες καὶ θρασυνόμενοι καταφρονεῖν καὶ ὀλιγωρεῖν ἀσκοῦσιν. ἐκ δὲ τούτων οἱ μὲν ὡς φθονούμενοι καὶ κολουόμενοι φεύγουσι καὶ δυσχεραίνουσι τὰς νουθεσίας· οἱ δʼ ἀεὶ τῆς ὑπεροχῆς γλιχόμενοι φοβοῦνται τὴν ἐκείνων αὔξησιν ὡς αὑτῶν κατάλυσιν. ὥσπερ οὖν ἐπὶ τῆς χάριτος ἀξιοῦσι μείζονα τοὺς λαμβάνοντας ἡγεῖσθαι μικροτέραν δὲ τοὺς διδόντας· οὕτως ἄν τις, τὸν χρόνον παραινῶν τῷ μὲν πρεσβυτέρῳ μὴ μέγα νομίζειν τῷ δὲ νεωτέρῳ μὴ μικρόν, ὑπεροψίας καὶ ἀμελείας καὶ τοῦ καταφρονεῖσθαι καὶ καταφρονεῖν ἀμφοτέρους ἀπαλλάξειεν. ἐπεὶ δὲ τῷ μὲν πρεσβυτέρῳ τὸ κήδεσθαι καὶ καθηγεῖσθαι καὶ νουθετεῖν προσῆκόν ἐστι τῷ δὲ νεωτέρῳ τὸ τιμᾶν καὶ ζηλοῦν καὶ ἀκολουθεῖν, ἡ μὲν ἐκείνου κηδεμονία τὸ ἑταιρικὸν μᾶλλον ἢ τὸ πατρικὸν ἐχέτω καὶ τὸ πεῖθον ἢ τὸ ἐπιτάττον καὶ τὸ χαῖρον ἐπὶ τοῖς κατορθώμασι καὶ κατευφημοῦν τοῦ ψέγοντος ἂν ἁμάρτῃ καὶ κολούοντος μὴ μόνον προθυμότερον ἀλλὰ καὶ φιλανθρωπότερον τῷ δὲ τοῦ νεωτέρου ζήλῳ τὸ μιμούμενον ἐνέστω μὴ τὸ ἁμιλλώμενον. θαυμάζοντος γὰρ ἡ μίμησις ἡ δʼ ἅμιλλα φθονοῦντός ἐστι. διὸ τοὺς μὲν ἐξομοιοῦσθαι βουλομένους ἀγαπῶσι τοὺς,· δʼ ἐξισοῦσθαι πιέζουσι καὶ χαλέπτουσιν. ἐν πολλαῖς; δὲ τιμαῖς ἃς πρέπει παρὰ τῶν νέων ἀποδίδοσθαι τοῖς πρεσβυτέροις, τὸ πειθαρχεῖν εὐδοκιμεῖ μάλιστα καὶ κατεργάζεται μετʼ αἰδοῦς εὔνοιαν ἰσχυρὰν καὶ χάριν ἀνθυπείκουσαν. ᾗ καὶ Κάτων τὸν Καιπίωνα πρεσβύτερον ὄντα θεραπεύων εὐθὺς ἐκ παίδων εὐπειθείᾳ καὶ πραότητι καὶ σιωπῇ, τέλος οὕτως ἐπʼ ἀνδράσιν ἐχειρώσατο καὶ τοσαύτης ἐνέπλησεν αἰδοῦς πρὸς ἑαυτόν, ὡς μήτε πρᾶξαί τι μήτʼ εἰπεῖν ἀγνοοῦντος ἐκείνου. μνημονεύεται γοῦν, ὅτι μαρτυρίας ποτὲ γραμματεῖον ἐπισφραγισαμένου τοῦ Καιπίωνος Καιπίωνος R: καπίωνος ὁ Κάτων ὕστερος ἐπελθὼν οὐκ ἠθέλησεν ἐπισφραγίσασθαι· καὶ ὁ Καιπίων Καιπίων idem : καπίων ἀπαιτήσας τὸ γραμματεῖον ἀφεῖλε τὴν αὑτοῦ σφραγῖδα πρὶν ἢ πυθέσθαι τί παθὼν. ὁ ἀδελφὸς οὐκ ἐπίστευσεν ἀλλʼ ὑπείδετο τὴν μαρτυρίαν. φαίνεται δὲ πολλὴ καὶ πρὸς Ἐπίκουρον ἡ αἰδὼς τῶν ἀδελφῶν διʼ εὔνοιαν αὐτοῦ καὶ κηδεμονίαν, εἴς τε τἄλλα καὶ φιλοσοφίαν τὴν ἐκείνου συνενθουσιώντων· καὶ γὰρ εἰ διημάρτανον δόξης εὐθὺς ἐκ παίδων πεπεισμένοι καὶ λέγοντες ὡς οὐδεὶς γέγονεν Ἐπικούρου σοφώτερος, ἄξιόν ἐστι θαυμάζειν καὶ τοῦ διαθέντος οὕτως καὶ τῶν διατεθέντων. οὐ μὴν ἀλλὰ καὶ τῶν νεωτέρων φιλοσόφων Ἀπολλώνιος ὁ περιπατητικὸς ἤλεγξε τὸν εἰπόντα δόξαν ἀκοινώνητον εἶναι, Σωτίωνα νεώτερον ἀδελφὸν αὑτοῦ ποιήσας ἐνδοξότερον. ἐμοὶ μὲν γὰρ ὅτι πολλῶν ἀξίων χάριτος παρὰ τῆς τύχης γεγονότων, ἡ Τίμωνος εὔνοια τἀδελφοῦ πρὸς ἅπαντα τἄλλα καὶ γέγονε καὶ ἔστιν, οὐδεὶς ἀγνοεῖ τῶν ὁπωσοῦν ἐντετυχηκότων ἡμῖν, ἣκιστα δʼ οἱ συνήθεις ὑμεῖς. ἕτερα τοίνυν ταῖς παραλλήλοις καὶ σύνεγγυς ἡλικίαις τῶν ἀδελφῶν φυλακτέον ἐστὶ πάθη, μικρὰ μὲν συνεχῆ δὲ καὶ πολλὰ καὶ πονηρὰν ποιοῦντα τοῦ λυπεῖν καὶ παροξύνειν ἑαυτοὺς ἐπὶ πᾶσι μελέτην, τελευτῶσαν εἰς ἀνήκεστα μίση καὶ κακοθυμίας. ἀρξάμενοι γὰρ ἐπὶ παιδιαῖς διαφέρεσθαι, περὶ τροφὰς ζῴων καὶ ἀγῶνας οἷον ὀρτύγων ἢ ἀλεκτρυόνων, εἶτα παίδων ἐν παλαίστραις καὶ κυνῶν ἐν θήραις καὶ ἵππων ἐν ἁμίλλαις, οὐκέτι κρατεῖν ἐν τοῖς μείζοσιν οὐδὲ καταπαύειν τὸ φιλόνικον φιλόνικον *: φιλόνεικον δύνανται καὶ φιλότιμον. ὥσπερ Ἑλλήνων οἱ καθʼ ἡμᾶς δυνατώτατοι περὶ σπουδὰς ὀρχηστῶν εἶτα κιθαρῳδῶν διαναστάντες, ἐκ τούτου τὰς ἐν Αἰδηψῷ Αἰδηψῷ M: αἰδιψῷ κολυμβήθρας καὶ παστάδας καὶ ἀνδρῶνας ἀντιπαραβάλλοντες ἀεὶ καὶ τοπομαχοῦντες καὶ ἀποκόπτοντες; ὀχετοὺς καὶ ἀποστρέφοντες, οὕτως ἐξηγριώθησαν καὶ διεφθάρησαν, ὥστε πάντων ἀφαιρεθέντες; ὑπὸ τοῦ τυράννου, καὶ φυγάδες καὶ πένητες καὶ ʽ ὀλίγου δέω λέγειν’ ἕτεροι τῶν πρότερον γενόμενοι, μόνῳ διέμειναν οἱ αὐτοὶ τῷ μισεῖν ἀλλήλους. ὅθεν οὐχ ἥκιστα δεῖ περὶ τὰ μικρὰ καὶ πρῶτα παραδυομένῃ τῇ πρὸς τοὺς ἀδελφοὺς; φιλονικίᾳ φιλονικίᾳ *: φιλονεικίᾳ καὶ ζηλοτυπίᾳ διαμάχεσθαι, μελετῶντας ἀνθυπείκειν καὶ ἡττᾶσθαι καὶ χαίρειν τῷ χαρίζεσθαι μᾶλλον αὐτοῖς ἢ τῷ νικᾶν. οὐ γὰρ ἑτέραν οἱ παλαιοὶ Καδμείαν νίκην ἀλλὰ τὴν περὶ Θήβας τῶν ἀδελφῶν ὡς αἰσχίστην καὶ κακίστην προσηγόρευσαν. τί οὖν; οὐχὶ πολλὰς τὰ πράγματα καὶ τοῖς ἐπιεικῶς ἔχειν δοκοῦσι καὶ πράως φέρει προφάσεις ἀντιλογιῶν καὶ διαφορῶν; καὶ μάλα· ἀλλὰ κἀκεῖ φυλακτέον, ὅπως τὰ πράγματα μάχηται μαχεῖται ? καθʼ αὑτὰ, μηδὲν ἐκ φιλονικίας φιλονικίας : φιλονεικίας μηδʼ ὀργῆς πάθος οἷον ἄγκιστρον προστιθέντας, ἀλλʼ ὥσπερ ἐπὶ ζυγοῦ τοῦ δικαίου τὴν ῥοπὴν κοινῶς ἀποθεωροῦντας, καὶ τάχιστα ταῖς κρίσεσι καὶ ταῖς διαίταις τὴν ἀμφιλογίαν παραδιδόντας ἀποκαθαίρειν, πρὶν ἐνδῦσαν ὥσπερ βαφὴν ἢ κηλῖδα δευσοποιὸν γενέσθαι καὶ δυσέκπλυτον· εἶτα μιμεῖσθαι τοὺς Πυθαγορικούς, οἳ γένει μηθὲν προσήκοντες προσήκοντες ] add. ἀλλήλοις praeter necessitatem Stegmannus ἀλλὰ κοινοῦ λόγου μετέχοντες, εἴ ποτε προαχθεῖεν εἰς λοιδορίαν ὑπʼ ὀργῆς, πρὶν ἢ τὸν ἣλιον δῦναι, τὰς δεξιὰς ἐμβαλόντες ἀλλήλοις καὶ ἀσπασάμενοι διελύοντο. καθάπερ γὰρ ἐπὶ βουβῶνι πυρετοῦ γενομένου, δεινὸν οὐθέν ἐστιν, ἂν δὲ παυσαμένου παραμένῃ, νόσος εἶναι δοκεῖ καὶ βαθυτέραν ἔχειν ἀρχήν οὕτως ἀδελφῶν ἡ μετὰ τὸ πρᾶγμα παυομένη διαφορὰ τοῦ πράγματός ἐστι, τῆς δʼ ἐπιμενούσης πρόφασις ἦν τὸ πρᾶγμα μοχθηράν τε καὶ ὓπουλον αἰτίαν ἔχον. ἄξιον δὲ πυθέσθαι βαρβάρων ἀδελφῶν διαδικασίαν οὐ περὶ γῃδίου μερίδος; οὐδʼ ἐπʼ ἀνδραπόδοις ἢ προβατίοις γενομένην ἀλλὰ περὶ τῆς Περσῶν ἡγεμονίας. Δαρείου γὰρ ἀποθανόντος, οἱ μὲν ἠξίουν Ἀριαμένη βασιλεύειν, πρεσβύτατον ὄντα τῆς γενεᾶς, οἱ δὲ Ξέρξην, Ἀτόσσης τε μητρὸς ὄντα τῆς Κύρου θυγατρὸς; ἔκ τε Δαρείου βασιλεύοντος ἤδη γεγενημένον. Ἀριαμένης μὲν οὖν κατέβαινεν ἐκ Μήδων οὐ πολεμικῶς ἀλλʼ ὡς ἐπὶ δίκην ἡσύχως Ξέρξης· δὲ παρὼν ἔπραττεν ἅπερ ἦν βασιλεῖ προσήκοντα· ἐλθόντος δὲ τἀδελφοῦ, θεὶς τὸ διάδημα καὶ καταβαλὼν τὴν τιάραν, ἣν φοροῦσιν ὀρθὴν οἱ βασιλεύοντες, ἀπήντησεν αὐτῷ καὶ ἠσπάσατο, καὶ δῶρα πέμπων ἐκέλευσεν εἰπεῖν τοὺς κομίζοντας τούτοις σε νῦν τιμᾷ Ξέρξης, ὁ ἀδελφός· ἂν δὲ βασιλεὺς κρίσει καὶ ψήφῳ Περσῶν ἀναγορευθῇ, δίδωσί σοι δευτέρῳ μεθʼ ἑαυτὸν εἶναι. καὶ ὁ Ἀριαμένης ἐγὼ δʼ ἔφη τὰ μὲν δῶρα δέχομαι, βασιλείαν δὲ τὴν Περσῶν ἐμαυτῷ νομίζω προσήκειν· τιμὴν δὲ τὴν μετʼ ἐμὲ τοῖς ἀδελφοῖς φυλάξω, Ξέρξῃ δὲ πρώτῳ τῶν ἀδελφῶν ἐπεὶ δʼ ἡ κρίσις ἐνέστη, Πέρσαι μὲν Ἀρτάβανον, ἀδελφὸν ὄντα Δαρείου, δικαστὴν ἀπέφηναν δόξαν αὐτοῖς, Ξέρξης δʼ ἔφευγεν ἐπʼ ἐκείνου κριθῆναι τῷ πλήθει πεποιθώς. Ἄτοσσα δʼ ἡ μήτηρ ἐπέπληξεν αὐτῷ, τί φεύγεις Ἀρτάβανον, ὦ παῖ, θεῖον ὄντα καὶ Περσῶν ἄριστον; τί δʼ οὕτω τὸν ἀγῶνα δέδοικας, ἐν καλὰ καὶ τὰ δευτερεῖα, Περσῶν βασιλέως ἀδελφὸν κριθῆναι; πεισθέντος οὖν Ξέρξου καὶ γενομένων λόγων, Ἀρτάβανος μὲν ἀπεφήνατο Ξέρξῃ τὴν βασιλείαν προσήκειν, Ἀριαμένης δʼ εὐθὺς ἀναπηδήσας προσεκύνησε τὸν ἀδελφὸν καὶ λαβόμενος τῆς δεξιᾶς εἰς τὸν θρόνον ἐκάθισε τὸν βασίλειον. ἐκ τούτου μέγιστος ἦν παρʼ αὐτῷ καὶ παρεῖχεν εὔνουν ἑαυτόν, ὥστʼ ἀριστεύων ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ πεσεῖν ὑπὲρ τῆς ἐκείνου δόξης τοῦτο μὲν οὖν ὥσπερ ἀρχέτυπον ἐκκείσθω καθαρὸν καὶ ἀμώμητον εὐμενείας καὶ μεγαλοφροσύνης. Ἀντιόχου δὲ τὴν μὲν φιλαρχίαν ψέξειεν ἄν τις, ὅτι δʼ οὐ παντάπασιν αὐτῇ τὸ φιλάδελφον ἐνηφανίσθη, θαυμάσειεν. ἐπολέμει μὲν γὰρ ὑπὲρ τῆς βασιλείας Σελεύκῳ νεώτερος ὢν ἀδελφὸς καὶ τὴν μητέρα συλλαμβάνουσαν εἶχεν· ἀκμάζοντος δὲ τοῦ πολέμου, Γαλάταις μάχην ὁ Σέλευκος συνάψας καὶ ἡττηθείς, οὐδαμοῦ φανερὸς ἦν ἀλλʼ ἔδοξε τεθνάναι, πάσης ὁμοῦ τι τῆς στρατιᾶς ὑπὸ τῶν βαρβάρων κατακοπείσης. πυθόμενος οὖν ὁ Ἀντίοχος τὴν πορφύραν ἔθηκε καὶ φαιὸν ἱμάτιον ἔλαβε, καὶ τὰ βασίλεια κλείσας ἐπένθει τὸν ἀδελφόν· ὀλίγῳ δʼ ὕστερον ἀκούσας, ὅτι σῴζεται καὶ δύναμιν αὖθις ἑτέραν ἀθροίζει, τοῖς τε θεοῖς ἔθυσε προελθὼν καὶ ταῖς πόλεσιν ὧν ἦρχε θύειν καὶ στεφανηφορεῖν ἐπήγγειλεν. Ἀθηναῖοι δὲ τὸν περὶ τῆς ἔριδος τῶν θεῶν μῦθον ἀτόπως πλάσαντες ἐπανόρθωμα τῆς ἀτοπίας οὐ φαῦλον ἐνέμιξαν αὐτῷ· τὴν γὰρ δευτέραν ἐξαιροῦσιν ἀεὶ τοῦ Βοηδρομιῶνος, ὡς ἐν ἐκείνῃ τῷ Ποσειδῶνι πρὸς τὴν Ἀθηνᾶν γενομένης τῆς διαφορᾶς. τί οὖν κωλύει καὶ ἡμᾶς διαφορᾶς ποτε πρὸς οἰκείους καὶ συγγενεῖς γενομένης ἐν ἀμνηστίᾳ τὴν ἡμέραν ἐκείνην τίθεσθαι καὶ μίαν τῶν ἀποφράδων νομίζειν, ἀλλὰ μὴ πολλῶν καὶ ἀγαθῶν ἐν αἷς συνετράφημεν καὶ συνεβιώσαμεν ἡμερῶν διὰ μίαν ἐπιλανθάνεσθαι; ἢ γὰρ μάτην καὶ πρὸς οὐθὲν ἡ φύσις ἡμῖν ἔδωκε πραότητα καὶ μετριοπαθείας ἔκγονον ἀνεξικακίαν, ἢ μάλιστα χρηστέον τούτοις πρὸς συγγενεῖς καὶ οἰκείους. οὐχ ἧττον δὲ τοῦ διδόναι συγγνώμην ἁμαρτοῦσι τὸ αἰτεῖσθαι καὶ λαμβάνειν αὐτοὺς ἁμαρτόντας εὔνοιαν ἐμφαίνει καὶ φιλοστοργίαν. ὅθεν ὀργιζομένων τε δεῖ μὴ ἀμελεῖν καὶ παραιτουμένοις μὴ ἀντιτείνειν, ἀλλὰ καὶ φθάνειν πολλάκις ἁμαρτόντας αὐτοὺς τῇ παραιτήσει τὴν ὀργὴν ἀδικηθέντας τε πάλιν αὖ τῇ συγγνώμῃ τὴν παραίτησιν. ὁ μὲν οὖν Σωκρατικὸς Εὐκλείδης ἐν ταῖς σχολαῖς περιβόητός ἐστιν, ὅτι φωνὴν ἀκούσας ἀγνώμονα καὶ θηριώδη τἀδελφοῦ πρὸς αὐτὸν εἰπόντος ἀπολοίμην, εἰ μή σε τιμωρησαίμην· ἐγὼ δʼ εἶπεν εἰ μή σε πείσαιμι παύσασθαι τῆς ὀργῆς καὶ φιλεῖν ἡμᾶς ὡς πρότερον ἐφίλεις. τὸ δʼ Εὐμένους Εὐμένους hic et infra Duebnerus : εὐμενοῦς τοῦ βασιλέως ἔργον οὐ λόγος ὑπερβολὴν οὐδεμίαν ὑπερβολὴν οὐδεμίαν idem : ὑπερβολὴν οὐδὲν οὐδὲ πραότητος ἀπολέλοιπε. Περσεὺς γὰρ ὁ τῶν Μακεδόνων βασιλεὺς ἐχθρὸς ὢν αὐτῷ παρεσκεύασε τοὺς ἀποκτενοῦντας· οἱ δὲ περὶ Δελφοὺς ἐνήδρευον αἰσθόμενοι βαδίζοντα πρὸς τὸν θεὸν ἀπὸ θαλάσσης. γενόμενοι δʼ ὄπισθεν αὐτοῦ λίθους μεγάλους ἐμβάλλουσιν εἴς τε τὴν κεφαλὴν καὶ τὸν τράχηλον, ὑφʼ ὧν σκοτωθεὶς καὶ πεσὼν ἔδοξε τεθνάναι· καὶ περιῆλθεν ἡ φήμη πανταχόσε, καὶ φίλοι τινὲς ἀφίκοντο καὶ θεράποντες εἰς Πέργαμον αὐτάγγελοι τοῦ πάθους ἣκειν δοκοῦντες. Ἄτταλος οὖν ὁ πρεσβύτατος αὐτοῦ τῶν ἀδελφῶν, ἀνὴρ ἐπιεικὴς καὶ περὶ τὸν Εὐμένη πάντων ἄριστος, οὐ μόνον βασιλεὺς ἀνηγορεύθη διαδησάμενος, ἀλλὰ καὶ τὴν γυναῖκα τἀδελφοῦ Στρατονίκην ἔγημε καὶ συνῆρχεν· συνῆρχεν *: συνῆλθεν ἐπεὶ δʼ ἀπηγγέλη ζῶν ὁ Εὐμένης καὶ προσῄει, θεὶς τὸ διάδημα καὶ λαβὼν ὥσπερ εἰώθει τὰ δοράτια μετὰ τῶν ἄλλων ἀπήντησεν αὐτῷ δορυφόρων. ὁ δὲ κἀκεῖνον εὐμενῶς ἐδεξιώσατο καὶ τὴν βασίλισσαν ἠσπάσατο μετὰ τιμῆς καὶ φιλοφροσύνης· καὶ χρόνον οὐκ ὀλίγον ἐπιβιώσας ἀμέμπτως καὶ ἀνυπόπτως ἀπέθανε, τῷ Ἀττάλῳ τήν τε βασιλείαν καὶ τὴν γυναῖκα παρεγγυήσας. τί οὖν ἐκεῖνος; ἀποθανόντος αὐτοῦ, παιδίον οὐδὲ ἓν ἠθέλησεν ἐκ τῆς γυναικὸς ἀνελέσθαι τεκούσης πολλάκις, ἀλλὰ τὸν ἐκείνου παῖδα θρέψας καὶ ἀνδρώσας ἔτι ζῶν ἐπέθηκε τὸ διάδημα καὶ βασιλέα προσηγόρευσεν. ἀλλὰ Καμβύσης ἐξ ἐνυπνίου φοβηθεὶς ὡς βασιλεύσοντα τῆς Ἀσίας τὸν ἀδελφόν, οὐδεμίαν ἀπόδειξιν οὐδʼ ἔλεγχον ἀναμείνας ἀπέκτεινεν. ὅθεν ἐξέπεσε τῆς Κύρου διαδοχῆς ἡ ἀρχὴ, τελευτήσαντος αὐτοῦ, καὶ τὸ Δαρείου γένος ἐβασίλευσεν, ἀνδρὸς οὐ μόνον ἀδελφοῖς ἀλλὰ καὶ φίλοις ἐπισταμένου κοινωνεῖν πραγμάτων καὶ δυνάμεως. ἔτι τοίνυν ἐκεῖνο δεῖ μνημονεύειν ἐν ταῖς πρὸς τοὺς ἀδελφοὺς διαφοραῖς καὶ φυλάττειν, τὸ τοῖς φίλοις αὐτῶν ὁμιλεῖν, καὶ πλησιάζειν τότε μάλιστα· φεύγειν δὲ τοὺς ἐχθροὺς καὶ μὴ προσδέχεσθαι, μιμούμενον αὐτὸ γοῦν τοῦτο τὸ Κρητῶν, οἳ πολλάκις στασιάζοντες ἀλλήλοις καὶ πολεμοῦντες, ἔξωθεν ἐπιόντων πολεμίων διελύοντο καὶ συνίσταντο· καὶ τοῦτʼ ἦν ὁ καλούμενος ὑπʼ αὐτῶν συγκρητισμός. ἔνιοι γὰρ ὥσπερ ὕδωρ τοῖς χαλῶσι καὶ διισταμένοις ὑπορρέοντες ἀνατρέπουσιν οἰκειότητας καὶ φιλίας, μισοῦντες μὲν ἀμφοτέρους ἐπιτιθέμενοι δὲ τῷ μᾶλλον ὑπʼ ἀσθενείας ἐνδιδόντι. τῷ μὲν γὰρ ἐρῶντι συνερῶσιν οἱ νεαροὶ καὶ ἄκακοι τῶν φίλων, τῷ δʼ ὀργιζομένῳ καὶ διαφερομένῳ πρὸς ἀδελφὸν οἱ κακοηθέστατοι τῶν ἐχθρῶν συναγανακτεῖν καὶ συνοργίζεσθαι δοκοῦσι. καθάπερ οὖν ἡ Αἰσώπειος ἀλεκτορὶς πρὸς τὴν αἴλουρον, ὡς δὴ κατʼ εὔνοιαν αὐτῆς νοσούσης ὅπως ἔχει πυθανομένην, καλῶς εἶπεν ἂν σὺ ἀποστῇς· οὕτω καὶ πρὸς τοιοῦτον τοιοῦτον ] τὸν τοιοῦτον Duebnerus ἄνθρωπον, ἐμβάλλοντα λόγον ὑπὲρ τῆς διαφορᾶς καὶ πυνθανόμενον καὶ ὑπορύττοντα τῶν ἀπορρήτων ἔνια, χρὴ λέγειν ἀλλʼ ἔμοιγε πρᾶγμα πρὸς τὸν ἀδελφὸν οὐθέν ἐστιν, ἂν μήτʼ ἐγὼ τοῖς διαβάλλουσι προσέχω μήτʼ ἐκεῖνος. νυνὶ δʼ οὐκ οἶδʼ ὅπως ὀφθαλμιῶντες μὲν οἰόμεθα δεῖν ἀποστρέφειν ἐπὶ τὰ μὴ ποιοῦντα, πληγὴν μηδʼ ἀντιτυπίαν χρώματα καὶ σώματα τὴν ὄψιν, ἐν δὲ μέμψεσι καὶ ὀργαῖς καὶ ὑπονοίαις πρὸς ἀδελφοὺς γενόμενοι χαίρομεν καὶ προσαναχρωννύμεθα τοῖς ἐκταράττουσιν, ὅτε καλῶς εἶχε τοὺς μὲν ἐχθροὺς καὶ δυσμενεῖς ἀποδιδράσκειν καὶ λανθάνειν, συνεῖναι δὲ καὶ συνδιημερεύειν μάλιστα κηδεσταῖς ἐκείνων καὶ οἰκείοις καὶ φίλοις, καὶ πρὸς γυναῖκας αὐτῶν εἰσιόντας αἰτιᾶσθαι καὶ παρρησιάζεσθαι. καίτοι λίθον οὔ φασι χρῆναι μέσον ἀδελφοὺς λαμβάνειν ὁδὸν βαδίζοντας, ἄχθονται δὲ καὶ κυνὸς διεκδραμόντος, καὶ πολλὰ τοιαῦτα δεδίασιν ὧν οὐδὲν ὁμόνοιαν ἀδελφῶν διέστησεν, ἀνθρώπους δὲ κυνικοὺς καὶ διαβόλους ἐν μέσῳ λαμβάνοντες αὑτῶν καὶ περιπταίοντες οὐ συνορῶσι. διὸ τοῦ λόγου τὸ συνεχὲς ὑπαγορεύοντος, εὖ μὲν εἶπε Θεόφραστος ὡς εἰ κοινὰ τὰ φίλων ἐστί, μάλιστα δεῖ κοινοὺς τῶν φίλων εἶναι τοὺς φίλους· οὐχ ἣκιστα δʼ ἄν τις ἀδελφοῖς τοῦτο παραινέσειεν. αἱ γὰρ ἰδίᾳ καὶ χωρὶς ὁμιλίαι καὶ συνήθειαι πρὸς ἄλλους ἀποστρέφουσι καὶ ἀπάγουσιν ἀπʼ ἀλλήλων· τῷ γὰρ φιλεῖν ἑτέρους εὐθὺς ἕπεται τὸ χαίρειν ἑτέροις καὶ ζηλοῦν ἑτέρους καὶ ἄγεσθαι ὑφʼ ἑτέρων. ἠθοποιοῦσι γὰρ αἱ φιλίαι, καὶ μεῖζον οὐθέν ἐστι διαφορᾶς ἠθῶν σημεῖον ἢ φίλων αἱρέσεις διαφερόντων· . ὅθεν οὔτε τὸ συνεσθίειν ἀδελφοὺς καὶ συμπίνειν οὔτε τὸ συμπαίζειν καὶ συνδιημερεύειν οὕτω συνεκτικόν ἐστιν ὁμονοίας, ὡς τὸ συμφιλεῖν καὶ συνεχθραίνειν ἥδεσθαι τε τοῖς αὐτοῖς συνόντα καὶ τοὺς αὐτοὺς τοὺς αὐτοὺς *: τοὺς αὐτὸν βδελύσσεσθαι καὶ φεύγειν. οὐδὲ γὰρ διαβολὰς; αἱ κοιναὶ φιλίαι φέρουσιν οὐδὲ συγκρούσεις· ἀλλὰ κἂν γένηταί τις ὀργὴ καὶ μέμψις, ἐκλύεται διὰ μέσων τῶν φίλων, ἐκδεχομένων καὶ διασκεδαννύντων, ἄνπερ ἀμφοτέροις οἰκείως ἔχωσι καὶ πρὸς ἀμφοτέρους ὁμοῦ τῇ εὐνοίᾳ συννεύωσιν. ὡς γὰρ ὁ κασσίτερος ῥαγέντα τὸν χαλκὸν συναρμόττει καὶ συγκεράννυσι τῷ ψαύειν ἑκατέρου πέρατος οἰκείως ὁμοπαθὴς γιγνόμενος, οὕτω δεῖ τὸν φίλον εὐάρμοστον ὄντα καὶ κοινὸν ἀμφοτέροις τοῖς ἀδελφοῖς προσκαταπυκνοῦν τὴν εὔνοιαν. οἱ δʼ ἄνισοι καὶ ἄμικτοι καθάπερ ἐν διαγράμματι μουσικῷ φθόγγοι, διάζευξιν οὐ συναφὴν ποιοῦσιν. ἔστιν οὖν διαπορῆσαι πότερον ὀρθῶς ἢ τοὐναντίον ὁ Ἡσίοδος Ἡσίοδος ] OD 707 εἶπε μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον ὁ μὲν γὰρ εὐγνώμων καὶ κοινός, ὥσπερ εἴρηται, μᾶλλον ἐγκραθεὶς διʼ ἀμφοτέρων σύνδεσμος; ἔσται τῆς φιλαδελφίας· ὁ δʼ Ἡσίοδος ὡς ἔοικεν ἐφοβήθη τοὺς πολλοὺς καὶ φαύλους διὰ τὸ δύσζηλον καὶ φίλαυτον. ὃ δὴ καλῶς ἔχει φυλαττομένους, κἂν εὔνοιαν ἴσην φίλῳ νέμῃ τις, ἀεὶ τὰ πρωτεῖα τἀδελφῷ τἀδελφῷ *: τῷ ἀδελφῷ φυλάττειν ἐν ἀρχαῖς καὶ πολιτείαις ἐν κλήσεσι καὶ γνωρίσεσιν ἡγεμόνων καὶ ὅσα τοῖς πολλοῖς ἐπιφανῆ καὶ πρὸς δόξαν ἐστί, τὸ προσῆκον ἀξίωμα τῇ φύσει καὶ γέρας ἀποδιδόντας. οὐ γὰρ οὕτω τῷ φίλῳ τὸ πλέον ἐν τούτοις σεμνόν, ὡς ἀδελφῷ τοὔλαττον αἰσχρὸν γίγνεται καὶ ἄδοξον. ἀλλὰ περὶ ταύτης μὲν ἑτέρωθι τῆς γνώμης γέγραπται τὰ δοκοῦντα διὰ πλειόνων. τὸ δὲ Μενάνδρειον ὀρθῶς ἔχον, ὡς οὐδεὶς ἀγαπῶν αὐτὸς ἀμελεῖθʼ ἡδέως, Kock. 3 p. 213. cf. p. 95 d ὑπομιμνήσκει καὶ διδάσκει τῶν ἀδελφῶν ἐπιμελεῖσθαι καὶ μὴ τῇ φύσει πιστεύοντας ὀλιγωρεῖν. καὶ γὰρ ἵππος τῇ φύσει φιλάνθρωπον καὶ κύων φιλοδέσποτον, ἀλλὰ μὴ τυγχάνοντα θεραπείας μηδʼ ἐπιμελείας ἀπόστοργα γίγνεται καὶ ἀλλότρια· καὶ τὸ σῶμα τῆς ψυχῆς συγγενέστατόν ἐστιν, ἀμελούμενον δὲ καὶ παρορώμενον ὑπʼ αὐτῆς οὐκ ἐθέλει συνεργεῖν ἀλλὰ λυμαίνεται καὶ προλείπει τὰς πράξεις.