<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent">ἀποθανόντος γε μὴν πατρὸς ἐμφύεσθαι μᾶλλον
<milestone unit="tlnum" n="5"/> ἢ
               πρότερον ὀρθῶς; ἔχει τῇ εὐνοίᾳ τοὺς ἀδελφούς, εὐθὺς μὲν ἐν τῷ
               συνδακρύειν καὶ συνάχθεσθαι κοινουμένους; τὸ φιλόστοργον, ὑπονοίας δὲ
               θεραπόντων καὶ διαβολὰς ἑταίρων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἑταίρων</foreign> R: <foreign xml:lang="grc">ἑτέρων</foreign>
</note> ἑτέροις αὑτοὺς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὑτοὺς</foreign> *: <foreign xml:lang="grc">αὐτοὺς</foreign>
</note> προσνεμόντων ἀπωθουμένους,
               καὶ πιστεύοντας τοῖς τʼ ἄλλοις ἃ
<milestone unit="tlnum" n="10"/> μυθολογοῦσι
               περὶ τῶν Διοσκόρων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Διοσκόρων</foreign> *: <foreign xml:lang="grc">διοσκούρων</foreign>
</note> τῆς φιλαδελφίας, καὶ ὅτι ὁ Πολυδεύκης τὸν
               καταψιθυρίζοντα τἀδελφοῦ πρὸς αὐτὸν κονδύλῳ παίσας ἀπέκτεινεν.
<milestone unit="stephpage" xml:id="stephpage-483d" n="483d"/> ἐπὶ δὲ τὴν νέμησιν τῶν
               πατρῴων, μὴ καταγγείλαντας ἀλλήλοις πόλεμον ὥσπερ οἱ πολλοὶ
<milestone unit="tlnum" n="15"/>
<quote rend="blockquote">κλῦθʼ, Ἀλαλά Πολέμου θύγατερ,</quote>
<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 1 p. 397</note> ἐκ παρασκευῆς
               ἀπαντᾶν ἀλλὰ μάλιστα δεῖ τὴν ἡμέραν ἐκείνην φυλαττομένους, ὡς τοῖς μὲν
               ἔχθρας ἀνηκέστου καὶ διαφορᾶς τοῖς δὲ φιλίας καὶ ὁμονοίας οὖσαν
               ἀρχήν, μάλιστα μὲν αὐτοὺς καθʼ ἑαυτούς, εἰ
<milestone unit="tlnum" n="20"/>
               δὲ μή, φίλου κοινοῦ παρόντος ἀμφοτέροις μάρτυρος εὐγνώμονος <q>δίκης
               κλήροις,</q> ᾗ φησιν ὁ Πλάτων,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title rend="italic">Criti</title>. p. 109 b</note> τὰ φίλα καὶ προσήκοντα λαμβάνοντας καὶ
               διδόντας οἴεσθαι τὴν ἐπιμέλειαν νέμεσθαι καὶ τὴν οἰκονομίαν,
<milestone unit="stephpage" xml:id="stephpage-483e" n="483e"/> χρῆσιν δὲ καὶ κτῆσιν ἐν
               μέσῳ κεῖσθαι κοινὴν καὶ
<milestone unit="tlnum" n="25"/> ἀνέμητον ἁπάντων,
               οἱ δὲ καὶ τίτθας ἀποσπῶντες ἀλλήλων καὶ συντρόφους καὶ συνήθεις παῖδας
               <pb xml:id="v.3.p.256"/> ὑπερβαλλόμενοι τοῖς διωγμοῖς,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διωγμοῖς</foreign>] <foreign xml:lang="grc">διαλογισμοῖς</foreign><foreign xml:lang="lat">Emperius. malim</foreign><foreign xml:lang="grc">διωσμοῖς ῀ διωθισμοῖς</foreign></note> ἀπίασιν ἀνδραπόδου
               τιμὴν πλέον ἔχοντες, τὸ δὲ μέγιστον καὶ τιμιώτατον τῶν πατρῴων, φιλίαν
               ἀδελφοῦ καὶ πίστιν, ἀπολωλεκότες ἐνίους δὲ καὶ ἀκερδῶς φιλονεικίας
               ἕνεκα χρησαμένους
<milestone unit="tlnum" n="5"/>
<milestone unit="stephpage" xml:id="stephpage-483f" n="483f"/> τοῖς πατρῴοις οὐθὲν
               ἐπιεικέστερον ἢ λαφύροις ἴσμεν. ὧν καὶ Χαρικλῆς καὶ Ἀντίοχος ἦσαν
               οἱ Ὀπούντιοι· καὶ γὰρ ἔκπωμα διακόψαντες ἀργυροῦν καὶ ἱμάτιον
               διατεμόντες ἀπῄεσαν, ὥσπερ ἐκ τραγικῆς τινος κατάρας
<milestone unit="tlnum" n="10"/>
<quote rend="blockquote"> θηκτῷ σιδήρῳ δῶμα διαλαχόντες</quote>
<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Eur. <title rend="italic">Phoen</title>. 68</note> οἱ δὲ καὶ
               διηγοῦνται πρὸς ἑτέρους γαυριῶντες, ὅτι τῶν ἀδελφῶν πανουργίᾳ καὶ
               δριμύτητι καὶ παραλογισμῷ πλέον ἔσχον ἐν τῷ νέμεσθαι, δέον ἀγάλλεσθαι
               καὶ μέγα φρονεῖν ἐπιεικείᾳ καὶ χάριτι καὶ
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-484a" n="484a"/> ὑπείξει περιγενομένους.
               ὅθεν ἄξιόν Ἀθηνοδώρου μεμνῆσθαι, καὶ μέμνηνταί γε πάντες παρʼ ἡμῖν.
               ἦν γὰρ ἀδελφὸς πρεσβύτερος αὐτῷ ὄνομα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοὔνομα</foreign>?</note> Ξένων, καὶ πολλὰ τῆς οὐσίας
               ἐπιτροπεύων διεφόρησε· τέλος δʼ ἁρπάσας γυναῖκα καὶ καταδικασθεὶς ἀπώλεσε
               τὴν
<milestone unit="tlnum" n="20"/> οὐσίαν, εἰς τὸ Καίσαρος ταμιεῖον
               ἀναληφθεῖσαν. ὁ δʼ Ἀθηνόδωρος ἦν μὲν ἔτι μειράκιον οὐδέπω γενειῶν·
               ἀποδοθέντος δὲ τοῦ μέρους αὐτῷ τῶν χρημάτων, οὐ περιεῖδε τὸν ἀδελφὸν
               ἀλλʼ εἰς μέσον ἅπαντα καταθεὶς ἐνείματο, καὶ πολλὰ περὶ τὴν νέμησιν
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-484b" n="484b"/> ἀγνωμονούμενος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀγνωμονούμενος</foreign> W: <foreign xml:lang="grc">ἀγνωμονευόμενος</foreign>
</note> οὐκ
               ἠγανάκτησεν οὐδὲ <pb xml:id="v.3.p.257"/> μετενόησεν, ἀλλὰ πράως καὶ ἱλαρῶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἱλαρῶς</foreign>] <foreign xml:lang="grc">ῥᾳδίως</foreign> F. Schmidt. <foreign xml:lang="lat">Non opus</foreign></note>
               ἤνεγκε τἀδελφοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τἀδελφοῦ</foreign> * <foreign xml:lang="lat">hic et infra</foreign>: <foreign xml:lang="grc">τοῦ ἀδελφοῦ</foreign>
</note> τὴν ἄνοιαν, περιβόητον ἐν τῇ Ἑλλάδι γενομένην. </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">ὁ μὲν οὖν Σόλων ἀποφηνάμενος περὶ πολιτείας, ὡς ἰσότης στάσιν οὐ
               ποιεῖ, λίαν ἔδοξεν ὀχλικός,
<milestone unit="tlnum" n="5"/> ἀριθμητικὴν καὶ
               δημοκρατικὴν ἐπεισάγων ἀναλογίαν ἀντὶ τῆς καλῆς γεωμετρικῆς· ὁ δʼ ἐν
               οἰκίᾳ παραινῶν ἀδελφοῖς μάλιστα μὲν ὡς ὁ Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title rend="italic">Rep</title>. p. 462 c</note> παρῄνει τοῖς
   πολίταις, τὸ <q>ἐμόν</q> ἐξαιρεῖν <q>καὶ τὸ οὐκ ἐμόν,</q> εἰ δὲ μή,
               τὴν ἴσην ἀγαπᾶν καὶ τῆς ἴσης περιέχεσθαι,
<milestone unit="tlnum" n="10"/>
               καλὴν κρηπῖδα καὶ μόνιμον ὁμονοίας καὶ εἰρήνης καταβαλλόμενος ἐστι.
               χρήσθω δὲ καὶ παραδείγμασιν
<milestone unit="stephpage" xml:id="stephpage-484c" n="484c"/> ἐνδόξοις οἷόν ἐστι, καὶ τὸ τοῦ Πιττακοῦ πρὸς τὸν βασιλέα
   Λυδῶν πυνθανόμενον εἰ χρήματʼ ἔστιν αὐτῷ, <q>διπλάσιʼ</q> εἶπεν <q>ἢ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἢ</foreign> Amyotus: <foreign xml:lang="grc">εἰ</foreign>
</note>
                  ἐβουλόμην, τἀδελφοῦ
   <milestone unit="tlnum" n="15"/> τεθνηκότος.</q> ἐπεὶ
               δʼ οὐ μόνον ἐν χρημάτων κτήσει καὶ μειώσει τῷ πλείονι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πλείονι</foreign> *: <foreign xml:lang="grc">πλέονι</foreign>
</note> πολέμιον καθίσταται
               τοὔλασσον ἀλλʼ ἁπλῶς, ᾗ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ᾗ</foreign>] del. R</note> φησιν ὁ Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title rend="italic">Rep</title>. p. 547 a</note> ἐν μὲν ἀνωμαλίᾳ κίνησιν ἐν δʼ
               ὁμαλότητι στάσιν ἐγγίγνεσθαι καὶ μονήν, οὕτω πᾶσα μὲν ἀνισότης
               ἐπισφαλής
<milestone unit="tlnum" n="20"/> ἐστι πρὸς διαφορὰν ἀδελφῶν, ἐν
               πᾶσι δʼ ἴσους γενέσθαι καὶ ὁμαλοὺς ἀδύνατον· τὰ μὲν γὰρ αἱ φύσεις
               εὐθὺς ἀνίσως νέμουσι, τὰ δʼ ὕστερον αἱ τύχαι
<milestone unit="stephpage" xml:id="stephpage-484d" n="484d"/> φθόνους ἐμποιοῦσαι καὶ ζηλοτυπίας, αἴσχιστα
               νοσήματα καὶ κῆρας οὐκ οἰκίαις μόνον ἀλλὰ καὶ πόλεσιν
<milestone unit="tlnum" n="25"/> ὀλεθρίους δεῖ καὶ ταῦτα φυλάττεσθαι καὶ θεραπεύειν,
               ἂν ἐγγένηται. τῷ μὲν οὖν ὑπερέχοντι <pb xml:id="v.3.p.258"/> παραινέσειεν
               ἄν τις, πρῶτον μὲν οἷς δοκεῖ διαφέρειν, ταῦτα κοινὰ ποιεῖν τοῖς
               ἀδελφοῖς, συνεπικοσμοῦντα τῇ δόξῃ καὶ συνεισποιοῦντα ταῖς φιλίαις· κἂν
               λέγειν δεινότερος ᾖ, χρῆσθαι παρέχοντα τὴν δύναμιν, ὡς
<milestone unit="tlnum" n="5"/> ἐκείνου μηθὲν ἧττον οὖσαν· ἔπειτα μήτʼ ὄγκον
               ἐμφαίνειν τινὰ μήθʼ ὑπεροψίαν, ἀλλὰ μᾶλλον ἐνδιδόντα καὶ συγκαθιέντα
               τῷ ἤθει τὴν ὑπεροχὴν ἀνεπίφθονον ποιεῖν, καὶ τὴν τῆς τύχης ἀνωμαλίαν
               ἐπανισοῦν,
<milestone unit="stephpage" xml:id="stephpage-484e" n="484e"/> ὡς ἀνυστόν
               ἐστι, τῇ μετριότητι τοῦ φρονήματος.
<milestone unit="tlnum" n="10"/> ὁ γοῦν
               Λεύκολλος οὐκ ἠξίωσε πρότερος; τἀδελφοῦ τὴν ἀρχὴν λαβεῖν πρεσβύτερος
               ὤν, ἀλλὰ τὸν αὑτοῦ παρεὶς καιρὸν τὸν ἐκείνου περιέμεινεν. ὁ δὲ
               Πολυδεύκης οὐδὲ θεὸς ἠθέλησε μόνος ἀλλὰ μᾶλλον ἡμίθεος σὺν τἀδελφῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τἀδελφῷ</foreign> *: <foreign xml:lang="grc">τῷ ἀδελφῷ</foreign>
</note>
               γενέσθαι καὶ τῆς θνητῶν
<milestone unit="tlnum" n="15"/> μερίδος μετασχεῖν
               ἐπὶ τῷ μεταδοῦναι τῆς ἀθανασίας ἐκείνῳ. σοὶ δέ, φαίη τις ἄν, ὦ
               μακάριε, μηθὲν ἐλαττοῦντι τῶν προσόντων ἀγαθῶν ὑπάρχει συνεξομοιοῦν καὶ
               συνεπικοσμεῖν τὸν ἀδελφόν, ὥσπερ αὐγῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὐγῆς</foreign> Emperius: <foreign xml:lang="grc">αὐτῆς</foreign>
</note> ἀπολαύοντα τῆς περὶ σὲ δόξης ἢ
               ἀρετῆς ἢ εὐτυχίας·
<milestone unit="tlnum" n="20"/>
<milestone unit="stephpage" xml:id="stephpage-484f" n="484f"/> ὥσπερ Πλάτων τοὺς
               ἀδελφοὺς εἰς τὰ κάλλιστα τῶν αὑτοῦ συγγραμμάτων θέμενος ὀνομαστοὺς
               ἐποίησε, Γλαύκωνα μὲν καὶ Ἀδείμαντον εἰς τὴν Πολιτείαν, Ἀντιφῶντα δὲ
               τὸν νεώτατον εἰς τὸν Παρμενίδην. </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent"> ἔτι τοίνυν ὥσπερ ἐγγίγνονται ταῖς φύσεσι
<milestone unit="tlnum" n="25"/>
               καὶ ταῖς τύχαις τῶν ἀδελφῶν ἀνισότητες, οὕτως ἐν πᾶσι καὶ πάντως
               ὑπερέχειν τὸν ἕτερον ἀδύνατόν ἐστι. τὰ μὲν γὰρ στοιχεῖά φασιν ἐκ μιᾶς
               ὕλης γεγονέναι,
<milestone unit="stephpage" xml:id="stephpage-485a" n="485a"/> τὰς
               ἐναντιωτάτας ἔχοντα δυνάμεις· δυεῖν δʼ ἀδελφῶν· <pb xml:id="v.3.p.259"/> ἐκ
               μιᾶς μητρὸς καὶ πατρὸς ταὐτοῦ γεγονότων, οὐθεὶς ἑώρακε τὸν μὲν ὡς τὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸν μὲν ὡς τὸν</foreign> R: <foreign xml:lang="grc">τὸν μὲν</foreign>
</note>
               ἐκ τῆς Στοᾶς σοφόν, ὁμοῦ καλὸν εὔχαριν ἐλευθέριον ἔντιμον πλούσιον
               δεινὸν εἰπεῖν πολυμαθῆ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολυμαθῆ</foreign> Polus: <foreign xml:lang="grc">φιλομαθῆ</foreign>
</note> φιλάνθρωπον τὸν δʼ ἕτερον
<milestone unit="tlnum" n="5"/> αἰσχρὸν ἄχαριν ἀνελεύθερον ἄτιμον ἄπορον ἀσθενῆ περὶ λόγον
               ἀμαθῆ μισάνθρωπον ἀλλʼ ἔνεστιν ἁμωσγέπως καὶ τοῖς ἀδοξοτέροις καὶ
               ταπεινοτέροις μοῖρά τις χάριτος ἢ δυνάμεως ἢ πρός τι καλὸν εὐφυΐας,
                  <quote rend="blockquote"><l> ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 3 p. 689</note>
<milestone unit="tlnum" n="10"/>
</l><l> φύονται μαλακῶν ἄνθεα λευκοΐων. </l></quote> ταῦτα τοίνυν ὁ δοκῶν πλέον ἒχειν ἐν ἄλλοις, ἂν
<milestone unit="stephpage" xml:id="stephpage-485b" n="485b"/> μὴ κολούῃ μηδʼ ἐπικρύπτῃ
               μηδὲ πάντων ὥσπερ ἐν ἀγῶνι τὸν ἀδελφὸν ἐξωθῇ τῶν πρωτείων, ἀλλʼ
               ἀνθυπείκῃ καὶ ἀποφαίνῃ πρὸς πολλὰ βελτίω καὶ χρησιμώτερον
<milestone unit="tlnum" n="15"/> ἐκεῖνον, ὑφαιρῶν ἀεὶ τοῦ φθόνου τὴν πρόφασιν
               ὥσπερ ὕλην τοῦ πυρὸς ἀποσβέσει, μᾶλλον δʼ ὅλως οὐκ ἐάσει λαβεῖν
               γένεσιν οὐδὲ σύστασιν. ὁ δὲ καὶ συνεργόν, ἐν οἷς δοκεῖ κρείττων αὐτὸς
               εἶναι, ποιούμενος τὸν ἀδελφὸν ἀεὶ καὶ σύμβουλον, οἷον ἐν
<milestone unit="tlnum" n="20"/> δίκαις ῥητορικὸς ὤν, ἐν ἀρχαῖς πολιτευόμενος, ἐν
               πράξεσι φιλικαῖς·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φιλικαῖς</foreign>] <foreign xml:lang="grc">φιλικαῖς φιλικός</foreign>?</note> συνελόντι δʼ εἰπεῖν, μηδενὸς ἀξιολόγου
<milestone unit="stephpage" xml:id="stephpage-485c" n="485c"/> καὶ τιμὴν φέροντος ἔργου
               περιορῶν ἀπολειπόμενον, ἀλλὰ τῶν καλῶν πάντων κοινωνὸν ἀποφαίνων καὶ
               χρώμενος παρόντι καὶ περιμένων ἀπόντα,
<milestone unit="tlnum" n="25"/> καὶ
               ὅλως συνεμφαίνων ὅτι πρακτικὸς μὲν οὐχ ἧττον αὐτοῦ παραχωρητικὸς δὲ
               μᾶλλόν ἐστι δόξης; καὶ <pb xml:id="v.3.p.260"/> δυνάμεως, οὐθὲν ἑαυτοῦ
               παραιρούμενος ἐκείνῳ μεγάλα προστίθησι. </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">τῷ μὲν οὖν ὑπερέχοντι τοιαῦτά τις ἂν παραινέσειε· τῷ δὲ λειπομένῳ
               πάλιν ἐνθυμητέον, ὡς οὐχ
<milestone unit="tlnum" n="5"/> εἷς οὐδὲ μόνος
               αὐτοῦ πλουσιώτερος ἢ λογιώτερος ἢ λαμπρότερος εἰς δόξαν ὁ ἀδελφός
               ἐστιν, ἀλλὰ πολλάκις πολλῶν ἀπολείπεται καὶ μυριάκις μυρίων <quote rend="blockquote"> εὐρυεδοῦς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εὐρυεδοῦς</foreign> Plato <title rend="italic">Prot</title>. p. 345 c: <foreign xml:lang="grc">εὐρυόδους</foreign>
</note> ὅσοι καρπὸν αἰνύμεθα χθονός.
<milestone unit="stephpage" xml:id="stephpage-485d" n="485d"/>
</quote> εἴτε δὲ πᾶσι περινοστεῖ φθονῶν εἴτε μόνος αὐτὸν
<milestone unit="tlnum" n="10"/> ἐν τοσούτοις εὐτυχοῦσιν ὁ φίλτατος ἀνιᾷ καὶ ὁ
               συγγενέστατος, ὑπερβολὴν ἑτέρῳ κακοδαιμονίας οὐ λέλοιπεν, ὡς οὖν ὁ
               Μέτελλος ᾤετο δεῖν Ῥωμαίους τοῖς θεοῖς χάριν ἔχειν, ὅτι Σκιπίων ἐν
               ἑτέρᾳ πόλει τοιοῦτος ὢν οὐκ ἐγεννήθη οὕτως ἕκαστος εὐχέσθω
<milestone unit="tlnum" n="15"/> μάλιστα μὲν αὐτὸς εὐπραξίᾳ διαφέρειν, εἰ δὲ μή,
               τὸν ἀδελφὸν αὐτοῦ τὴν ζηλουμένην ἔχειν ὑπεροχὴν καὶ δύναμιν. οἱ δʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἱ δʼ</foreign>] <foreign xml:lang="grc">ἔνιοι δʼ</foreign>?</note>
               οὕτω πεφύκασιν ἀτυχεῖς πρὸς τὸ καλόν, ὥστε φίλοις μὲν ἐνδόξοις
               ἀγάλλεσθαι καὶ
<milestone unit="stephpage" xml:id="stephpage-485e" n="485e"/> μέγα
               φρονεῖν ἂν ξένους ἡγεμονικοὺς καὶ πλουσίους
<milestone unit="tlnum" n="20"/>
               ἔχωσι, τὰς δὲ τῶν ἀδελφῶν λαμπρότητας αὑτῶν ἀμαυρώσεις νομίζειν· καὶ
               πατέρων μὲν εὐτυχίαις ἐπαίρεσθαι καὶ στρατηγίαις προπάππων λεγομέναις, ὧν
               οὐδὲν ἀπέλαυσαν οὐδὲ μετέσχον, ἀδελφῶν δὲ κληρονομίαις καὶ ἀρχαῖς καὶ
               γάμοις ἐνδόξοις ἀθυμεῖν
<milestone unit="tlnum" n="25"/> καὶ ταπεινοῦσθαι.
               καίτοι μάλιστα μὲν ἔδει μηδʼ ἄλλῳ φθονεῖν, εἰ δὲ μή, τρέπειν ἔξω καὶ
               πρὸς ἑτέρους <pb xml:id="v.3.p.261"/> ἀποχετεύειν τὸ βάσκανον, ὥσπερ οἱ τὰς
               στάσεις θύραζε τοῖς πολεμίοις περιιστάντες.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">περιιστάντες</foreign> *: <foreign xml:lang="grc">περιιστῶντες</foreign>
</note>
<quote rend="blockquote"><l> πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοὶ τʼ ἐπίκουροι· </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Hom. Z 227, 229</note><l> πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοί </l></quote>
<milestone unit="tlnum" n="5"/> φθονεῖν πεφύκασι καὶ ζηλοτυπεῖν.
<milestone unit="stephpage" xml:id="stephpage-485f" n="485f"/>
</p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent"> ἀδελφῷ δὲ χρὴ μὴ καθάπερ πλάστιγγα ῥέπειν ἐπὶ τοὐναντίον, ὑψουμένου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὑψουμένῳ</foreign>?</note>
               ταπεινούμενον αὐτόν, ἀλλʼ ὥσπερ τῶν ἀριθμῶν οἱ ἐλάττονες τοὺς μείζονας
               πολλαπλασιάζοντες; καὶ πολλαπλασιαζόμενοι
<milestone unit="tlnum" n="10"/>
               συναύξειν ἅμα καὶ συναύξεσθαι τοῖς ἀγαθοῖς. οὐδὲ γὰρ τῶν δακτύλων
               ἔλαττον ἔχει τοῦ γράφοντος ἢ ψάλλοντος ὁ μὴ δυνάμενος τοῦτο ποιεῖν
               μηδὲ πεφυκώς, ἀλλὰ συγκινοῦνται καὶ συνεργοῦσιν ἅπαντες
<milestone unit="stephpage" xml:id="stephpage-486a" n="486a"/> ἁμωσγέπως ἀλλήλοις, ὥσπερ
               ἐπίτηδες ἄνισοι γεγονότες
<milestone unit="tlnum" n="15"/> καὶ τὸ συλληπτικὸν
               ἐξ ἀντιθέσεως πρὸς τὸν μέγιστον καὶ ῥωμαλεώτατον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ῥωμαλεώτατον</foreign> R: <foreign xml:lang="grc">ῥωμαλεώτερον</foreign>
</note> ἔχοντες. οὕτω καὶ
               Κρατερὸς Ἀντιγόνου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀντιγόνου</foreign>] <quote xml:lang="lat">Craterus non Antigoni sed Antipatri frater fuit</quote> R</note> βασιλεύοντος ἀδελφὸς ὢν καὶ Κασάνδρου Περίλαος
               ἐπὶ τὸ στρατηγεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">στρατηγεῖν</foreign>] <foreign xml:lang="grc">οὐραγεῖν</foreign>?</note> καὶ οἰκουρεῖν ἔταττον αὑτούς· Ἀντίοχοι δὲ καὶ
               Σέλευκοι καὶ πάλιν
<milestone unit="tlnum" n="20"/>Γρυποὶ καὶ Κυζικηνοὶ τὰ
               δεύτερα φέρειν οὐ μαθόντες ἀδελφοῖς ἀλλὰ πορφύρας καὶ διαδήματος
               ὀρεγόμενοι, πολλῶν μὲν αὑτοὺς κακῶν καὶ ἀλλήλους πολλῶν δὲ
<milestone unit="stephpage" xml:id="stephpage-486b" n="486b"/> τὴν Ἀσίαν ἐνέπλησαν. ἐπεὶ
               δὲ τοῖς φιλοτίμοις μάλιστα τῶν ἠθῶν ἐμφύονται φθόνοι καὶ ζηλοτυπίαι
<milestone unit="tlnum" n="25"/> πρὸς τοὺς πλέον ἔχοντας ἐν δόξῃ καὶ
               τιμῇ, <pb xml:id="v.3.p.262"/> χρησιμώτατόν ἐστι πρὸς τοῦτο τοῖς ἀδελφοῖς τὸ
               μὴ κτᾶσθαι μήτε τὰς τιμὰς μήτε τὰς δυνάμεις ἀπὸ τῶν αὐτῶν, ἀλλʼ
               ἕτερον ἀφʼ ἑτέρου. καὶ γὰρ τῶν θηρίων πόλεμός ἐστι πρὸς ἄλληλα τοῖς
               ἀπὸ τῶν αὐτῶν τρεφομένοις,
<milestone unit="tlnum" n="5"/> καὶ τῶν ἀθλητῶν
               οἱ πρὸς ἓν ἄθλημα κάμνοντες ἀνταγωνισταί· πύκται δὲ παγκρατιασταῖς
               φίλιοι καὶ δολιχοδρόμοι παλαισταῖς εὐμενεῖς εἰσι καὶ συναγωνιῶσι καὶ
               σπουδάζουσιν ὑπὲρ ἀλλήλων· διὸ καὶ τῶν Τυνδαριδῶν πὺξ μὲν ὁ Πολυδεύκης
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-486c" n="486c"/> ἐνίκα δρόμῳ δʼ ὁ
               Κάστωρ. εὖ δὲ καὶ τὸν Τεῦκρον Ὅμηρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ὅμηρος</foreign>] <foreign xml:lang="grc">Θ</foreign> 272</note> πεποίηκεν ἀπὸ τῆς τοξικῆς
               εὐδοκιμοῦντα, τἀδελφοῦ πρωτεύοντος ἐν τοῖς ὁπλίταις· <quote rend="blockquote">ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.</quote> καὶ τῶν
               πολιτευομένων οἱ στρατηγοῦντες τοῖς δημαγωγοῦσιν
<milestone unit="tlnum" n="15"/> οὐ πάνυ φθονοῦσιν, οὐδέ γε τῶν ῥητόρων οἱ δικολόγοι τοῖς σοφιστεύουσιν
               οὐδὲ τῶν ἰατρῶν οἱ περὶ δίαιταν τοῖς χειρουργοῖς ἀλλὰ καὶ
               συμπαραλαμβάνουσι καὶ συνεπιμαρτυροῦσι. τὸ δʼ ἀπὸ τῆς αὐτῆς τέχνης ἢ
               δυνάμεως ζητεῖν ἔνδοξον εἶναι καὶ
<milestone unit="tlnum" n="20"/>
               περίβλεπτον οὐδὲν ἐν φαύλοις διαφέρει τοῦ μιᾶς ἐρῶντας ἀμφοτέρους
               βούλεσθαι πλέον ἔχειν καὶ μᾶλλον
<milestone unit="stephpage" xml:id="stephpage-486d" n="486d"/> εὐδοκιμεῖν τοῦ ἑτέρου τὸν ἕτερον. οἱ μὲν
               οὖν καθʼ ἑτέρας ὁδοὺς βαδίζοντες οὐθὲν ἀλλήλους ὠφελοῦσιν, οἱ δὲ
               βίοις χρώμενοι διαφόροις τόν τε φθόνον
<milestone unit="tlnum" n="25"/>
               ἐκτρέπονται καὶ συνεργοῦσιν ἀλλήλοις μᾶλλον, ὡς Δημοσθένης καὶ Χάρης
               καὶ πάλιν Αἰσχίνης καὶ Εὔβουλος καὶ Ὑπερείδης καὶ Λεωσθένης, οἱ μὲν
                  <pb xml:id="v.3.p.263"/> λέγοντες ἐν τῷ καὶ γράφοντες οἱ στρατηγοῦντες καὶ
               πράττοντες·, ὅθεν ἀπωτάτω δεῖ ταῖς ἐπιθυμίαις τρέπεσθαι καὶ ταῖς
               φιλοτιμίαις τῶν ἀδελφῶν τοὺς ἀφθόνως δόξης καὶ δυνάμεως κοινωνεῖν
<milestone unit="tlnum" n="5"/> μὴ πεφυκότας, ὅπως εὐφραίνωσιν
               εὐημεροῦντες ἀλλήλους ἀλλὰ μὴ λυπῶσι. </p></div></div></body></text></TEI>