<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-478a" n="478a"/>
   τὰ παλαιὰ τῶν Διοσκόρων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Διοσκόρων</foreign> *: <foreign xml:lang="grc">διοσκούρων</foreign>
</note> ἀφιδρύματα Σπαρτιᾶται <q>δόκανα</q> καλοῦσι·
               ἔστι δὲ δύο ξύλα παράλληλα
   <milestone unit="stephpage" xml:id="stephpage-478b" n="478b"/> δυσὶ πλαγίοις ἐπεζευγμένα, καὶ δοκεῖ τῷ φιλαδέλφῳ τῶν θεῶν
               οἰκεῖον εἶναι τοῦ ἀναθήματος τὸ
<milestone unit="tlnum" n="5"/> κοινὸν καὶ
               ἀδιαίρετον. οὕτω δὴ καὶ αὐτὸς ὑμῖν, ὦ; Νιγρῖνε καὶ Κύντε, τὸ
               σύγγραμμα τοῦτο περὶ φιλαδελφίας ἀνατίθημι, κοινὸν ἀξίοις οὖσι δῶρον.
               ἐφʼ ἃ γὰρ προτρέπεται, ταῦτα πράττοντες ἤδη μαρτυρεῖσθαι μᾶλλον ἢ
               παρακαλεῖσθαι δόξετε. καὶ τὸ χαῖρον
<milestone unit="tlnum" n="10"/> ὑμῶν ἐφʼ
               οἷς κατορθοῦτε ποιήσει τῇ κρίσει τὴν ἐπιμονὴν βεβαιοτέραν, ὥσπερ ἐν
               χρηστοῖς καὶ φιλοκάλοις
<milestone unit="stephpage" xml:id="stephpage-478c" n="478c"/>
               θεαταῖς εὐημερούντων. Ἀρίσταρχος μὲν οὖν ὁ Θεοδέκτου πατήρ,
               ἐπισκώπτων τὸ πλῆθος τῶν σοφιστῶν, ἔλεγε πάλαι μὲν ἑπτὰ σοφοὺς μόλις
               γενέσθαι,
<milestone unit="tlnum" n="15"/> τότε δὲ μὴ ῥᾳδίως ἂν ἰδιώτας
               τοσούτους εὑρεθῆναι. ἐγὼ δʼ ὁρῶ καθʼ ἡμᾶς τὴν φιλαδελφίαν οὕτω σπάνιον
               οὖσαν, ὡς τὴν μισαδελφίαν ἐπὶ τῶν παλαιῶν, ἧς γε τὰ φανέντα
               παραδείγματα τραγῳδίαις καὶ θεάτροις ὁ βίος ἐξέδωκε διὰ τὸ παράδοξον· οἱ
               δὲ νῦν
<milestone unit="tlnum" n="20"/> ἄνθρωποι πάντες, ὅταν ἐντυγχάνωσι
               χρηστοῖς ἀδελφοῖς, θαυμάζουσιν οὐδὲν ἧττον ἢ τοὺς Μολιονίδας ἐκείνους,
               συμφυεῖς τοῖς σώμασι γεγονέναι δοκοῦντας· καὶ τὸ χρῆσθαι κοινῶς τοῖς
               πατρῴοις χρήμασι <pb xml:id="v.3.p.243"/> καὶ φίλοις καὶ δούλοις οὕτως ἄπιστον
               ἡγοῦνται καὶ
<milestone unit="stephpage" xml:id="stephpage-478d" n="478d"/>
               τερατῶδες, ὡς τὸ χρῆσθαι μίαν ψυχὴν δυεῖν σωμάτων χερσὶ καὶ ποσὶ καὶ
               ὀφθαλμοῖς.</p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">καίτοι τὸ παράδειγμα τῆς χρήσεως τῶν ἀδελφῶν
<milestone unit="tlnum" n="5"/>
               ἡ φύσις οὐ μακρὰν ἔθηκεν, ἀλλʼ ἐν αὐτῷ τῷ σώματι τὰ πλεῖστα τῶν
               ἀναγκαίων διττὰ καὶ ἀδελφὰ καὶ δίδυμα μηχανησαμένη, χεῖρας πόδας ὄμματʼ
               ὦτα ῥῖνας, ἐδίδαξεν ὅτι ταῦτα πάντα σωτηρίας ἕνεκα καὶ συμπράξεως
               κοινῆς οὐ διαφορᾶς καὶ μάχης οὕτω
<milestone unit="tlnum" n="10"/> διέστησεν·
               αὐτάς τε τὰς χεῖρας εἰς πολλοὺς καὶ ἀνίσους δακτύλους σχίσασα πάντων
               ὀργάνων ἐμμελέστατα καὶ τεχνικώτατα παρέσχεν, ὥστʼ Ἀναξαγόραν
<milestone unit="stephpage" xml:id="stephpage-478e" n="478e"/> τὸν παλαιὸν ἐν ταῖς χερσὶ
               τὴν αἰτίαν τίθεσθαι τῆς ἀνθρωπίνης σοφίας καὶ συνέσεως. ἀλλὰ τούτου·
               μὲν
<milestone unit="tlnum" n="15"/> ἔοικεν ἀληθὲς εἶναι τοὐναντίον· οὐ
               γὰρ ὅτι χεῖρας ἔσχεν ἄνθρωπος, σοφώτατον· ἀλλʼ ὅτι φύσει λογικὸν ἦν
               καὶ τεχνικόν, ὀργάνων φύσει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φύσει</foreign>] del. Stegmannus</note> τοιούτων ἔτυχεν. ἐκεῖνο δὲ παντὶ δῆλον, ὡς
               ἀπὸ σπέρματος; ἑνὸς καὶ μιᾶς ἀρχῆς ἡ φύσις ἀδελφοὺς δύο καὶ τρεῖς
               καὶ
<milestone unit="tlnum" n="20"/>
<milestone unit="stephpage" xml:id="stephpage-478f" n="478f"/> πλείονας, ἐποίησεν οὐ
               πρὸς διαφορὰν καὶ ἀντίταξιν, ἀλλʼ ὅπως χωρὶς ὄντες ἀλλήλοις μᾶλλον
               συνεργῶσιν. οἱ γὰρ δὴ τρισώματοι καὶ ἑκατόγχειρες, εἴπερ ἐγένοντο,
               συμφυεῖς ὄντες πᾶσι τοῖς μέρεσιν, οὐδὲν ἐκτὸς αὐτῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὑτῶν</foreign> *: <foreign xml:lang="grc">αὐτῶν</foreign>
</note> οὐδὲ χωρὶς
               ἐδύναντο ποιεῖν· ὃ τοῖς
<milestone unit="tlnum" n="25"/> ἀδελφοῖς ὑπάρχει,
               καὶ μένειν καὶ ἀποδημεῖν ἅμα καὶ πολιτεύεσθαι καὶ γεωργεῖν δυναμένοις διʼ
               ἀλλήλων, ἄνπερ ἣν ἡ φύσις ἔδωκεν εὐνοίας καὶ συμφωνίας ἀρχὴν
               φυλάττωσιν εἰ δὲ μή, ποδῶν οὐθέν, <pb xml:id="v.3.p.244"/> οἶμαι, διοίσουσιν
               ἀλλήλους ὑποσκελιζόντων καὶ δακτύλων ἐμπλεκομένων καὶ διαστρεφομένων παρὰ
               φύσιν ὑπʼ ἀλλήλων. μᾶλλον δʼ ὥσπερ ἐν ταὐτῷ σώματι μιᾶς κοινωνοῦντα
               φύσεως καὶ τροφῆς τὰ ὑγρὰ καὶ
<milestone unit="tlnum" n="5"/>
<milestone unit="stephpage" xml:id="stephpage-479a" n="479a"/> ξηρὰ καὶ ψυχρὰ καὶ
               θερμά, τῇ ὁμονοίᾳ καὶ συμφωνίᾳ τὴν ἀρίστην καὶ ἡδίστην κρᾶσιν
               ἐμποιεῖ καὶ ἁρμονίαν, ἧς χωρὶς οὔτε <quote rend="blockquote">
                  πλούτου</quote>
<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 3 p. 597</note> φασὶν οὔτε
<milestone unit="tlnum" n="10"/>
<quote rend="blockquote"> τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς</quote>
               εἶναί τινα χάριν καὶ ὄνησιν ἂν δὲ πλεονεξία καὶ στάσις αὐτοῖς
               ἐγγένηται, διέφθειρεν αἴσχιστα καὶ συνέχεε τὸ ζῷον· οὕτως ἀδελφῶν
               ὁμοφροσύνῃ καὶ γένος καὶ οἶκος ὑγιαίνει καὶ τέθηλε, καὶ φίλοι καὶ
<milestone unit="tlnum" n="15"/> συνήθεις ὥσπερ ἐμμελὴς χορὸς οὐθὲν οὔτε
               πράσσουσιν ἐναντίον οὔτε λέγουσιν οὔτε φρονοῦσιν <quote rend="blockquote">
                  ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς, </quote>
<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">versum proverbialem Callimacho vindicat Schneiderus</foreign></note> οἰκέτης
               διάβολος ἢ κόλαξ παρενδὺς θυραῖος ἢ πολίτης
<milestone unit="stephpage" xml:id="stephpage-479b" n="479b"/> βάσκανος. ὡς γὰρ αἱ νόσοι τοῖς σώμασι μὴ
<milestone unit="tlnum" n="20"/> προσιεμένοις τὸ οἰκεῖον πολλῶν ἐμποιοῦσιν
               ἀτόπων καὶ βλαβερῶν ὀρέξεις, οὕτως ἡ πρὸς τὸ συγγενὲς διαβολὴ καὶ
               ὑφόρασις ὁμιλίας ἐπάγεται φαύλας καὶ πονηρὰς εἰς τὸ ἐλλιπὲς; ἔξωθεν
               ἐπιρρεούσας. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">ὁ μὲν οὖν Ἀρκαδικὸς μάντις ἀναγκαίως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀναγκαίως</foreign>] <foreign xml:lang="grc">δικαίως</foreign> Stobaeus (vol. IV p. 229 Mein.)</note> πόδα
<milestone unit="tlnum" n="25"/>
               ξύλινον προσεποιήσατο καθʼ Ἡρόδοτον,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἡρόδοτον</foreign>] 9, 37</note> τοῦ οἰκείου στερηθείς· ἀδελφὸς δὲ
               πολεμῶν ἀδελφῷ καὶ <pb xml:id="v.3.p.245"/> ὀθνεῖον ἐξ ἀγορᾶς ἢ παλαίστρας
               ἑταῖρον οὐθὲν ἔοικεν ἄλλο ποιεῖν ἢ σάρκινον καὶ συμφυὲς; ἑκουσίως
               ἀποκόψας μέλος ἀλλότριον προστρίβεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προστρίβεσθαι</foreign> Stobaeus: <foreign xml:lang="grc">προστίθεσθαι</foreign>
</note> καὶ
<milestone unit="stephpage" xml:id="stephpage-479c" n="479c"/> προσαρμόττειν. αὐτὴ γὰρ ἡ προσδεχομένη καὶ
               ζητοῦσα
<milestone unit="tlnum" n="5"/> φιλίαν καὶ ὁμιλίαν χρεία διδάσκει τὸ
               συγγενὲς τιμᾶν καὶ περιέπειν καὶ διαφυλάττειν, ὡς ἀφίλους καὶ ἀμίκτους
               καὶ μονοτρόπους ζῆν μὴ δυναμένους μηδὲ πεφυκότας. ὅθεν ὁ Μένανδρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μένανδρος</foreign>] Kock. 3 p. 169</note>
               ὀρθῶς <quote rend="blockquote"><l> οὐκ ἐκ πότων καὶ τῆς καθʼ ἡμέραν τρυφῆς
<milestone unit="tlnum" n="10"/>
</l><l> ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου ʽ φησἴ, </l><l> πάτερ;<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πάτερ</foreign>; Madvigius: <foreign xml:lang="grc">πάτερ</foreign></note> οὐ περιττὸν οἴετʼ ἐξευρηκέναι </l><l> ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν; </l></quote> σκιαὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σκιάν</foreign>; <foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">σκιάν</foreign></note> γάρ εἰσιν ὄντως αἱ πολλαὶ φιλίαι καὶ μιμήματα
<milestone unit="stephpage" xml:id="stephpage-479d" n="479d"/> καὶ εἴδωλα τῆς πρώτης
               ἐκείνης, ἣν παισί τε
<milestone unit="tlnum" n="15"/> πρὸς γονεῖς ἡ φύσις
               ἀδελφοῖς τε πρὸς ἀδελφοὺς ἐμπεποίηκε, κἀκείνην ὁ μὴ σεβόμενος μηδὲ
               τιμῶν ἆρά τίνα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τινα</foreign> Duebnerus: <foreign xml:lang="grc">τίνα</foreign>
</note> πίστιν εὐνοίας τοῖς ἀλλοτρίοις δίδωσιν; ἢ ποῖὸς τίς
               ἐστιν ὁ τὸν ἑταῖρον ἐν φιλοφροσύναις καὶ γράμμασιν ἀδελφὸν προσαγορεύων,
               τῷ δʼ ἀδελφῷ
<milestone unit="tlnum" n="20"/> μηδὲ τὴν αὐτὴν ὁδὸν
               οἰόμενος; δεῖν βαδίζειν; ὡς γὰρ εἰκόνα κοσμεῖν ἀδελφοῦ τὸ δὲ σῶμα
               τύπτειν καὶ ἀκρωτηριάζειν μανικόν, οὕτω τοὔνομα σέβεσθαι καὶ τιμᾶν ἐν
               ἑτέροις αὐτὸν δὲ μισεῖν καὶ φεύγειν οὐχ ὑγιαίνοντός ἐστιν, οὐδʼ ἐν
               νῷ πώποτε τὴν φύσιν
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-479e" n="479e"/> ὡς ἁγιώτατον καὶ
               μέγιστον ἱερὸν λαβόντος. </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">οἶδα γοῦν ἐμαυτὸν ἐν Ῥώμῃ δυεῖν ἀδελφῶν <pb xml:id="v.3.p.246"/>
               ἀναδεξάμενον δίαιταν, ὧν ἅτερος ἐδόκει φιλοσοφεῖν· ἦν δʼ ὡς ἔοικεν οὐ
               μόνον ἀδελφὸς ἀλλὰ καὶ φιλόσοφος ψευδεπίγραφος καὶ ψευδώνυμος· ἐμοῦ γὰρ
               ἀξιοῦντος αὐτὸν ὡς ἀδελφῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀδελφῷ</foreign>] <foreign xml:lang="grc">ἀδελφὸν ἀδελφῷ</foreign> Stegmannus</note> καὶ ἰδιώτῃ φιλόσοφον
   <milestone unit="tlnum" n="5"/> προσφέρεσθαι, <q>ταῦτʼ</q> εἶπεν <q>ὡς πρὸς ἰδιώτην ἀληθῶς,
                  ἐγὼ δʼ οὐ σεμνὸν οὐδὲ μέγα ποιοῦμαι τὸ ἐκ τῶν αὐτῶν μορίων
                  γεγονέναι</q> <q>σὺ μέν</q> ἔφην ἐγὼ
   <milestone unit="stephpage" xml:id="stephpage-479f" n="479f"/> <q>δῆλος εἶ μηδὲ τὸ ἐκ μορίων γεγονέναι μέγα καὶ σεμνὸν ἡγούμενος.</q> ἀλλʼ οἵ γε ἄλλοι πάντες,, εἰ καὶ
<milestone unit="tlnum" n="10"/> μὴ
               φρονοῦσιν οὕτω, λέγουσι γοῦν καὶ ᾅδουσιν, ὡς γονεῦσι τιμὴν μετὰ θεοὺς
               πρώτην καὶ μεγίστην ἥ τε φύσις ὅ τε τὴν φύσιν σῴζων νόμος ἀπέδωκε·
               καὶ οὐκ ἔστιν ὅ τι μᾶλλον ἄνθρωποι κεχαρισμένον θεοῖς δρῶσιν, ἢ
               τοκεῦσιν αὑτῶν καὶ τροφεῦσι <q>παλαιὰς
<milestone unit="tlnum" n="15"/> ἐπὶ
                  νέαις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπὶ νέαις</foreign>] <foreign xml:lang="grc">ἐπὶ νέοις</foreign> Madvigius coll. Plat. de Legg. p. 717 c</note> 
   δανεισθείσας</q> χάριτας εὐμενῶς καὶ προθύμως ἐκτίνοντες. οὐδʼ
               αὖ πάλιν μείζων ἐπίδειξις ἀθέου γέγονε τῆς περὶ γονεῖς ὀλιγωρίας καὶ
               πλημμελείας· διὸ τοὺς μὲν ἄλλους κακῶς ποιεῖν ἀπείρηται,
<milestone unit="stephpage" xml:id="stephpage-480a" n="480a"/> μητρὶ δʼ αὑτοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῦ</foreign>] fort. <foreign xml:lang="grc">αὑτοὺς</foreign>, <foreign xml:lang="lat">deleto proximo</foreign><foreign xml:lang="grc">ἑαυτοὺς</foreign></note> καὶ πατρὶ τὸ
               μὴ παρέχειν
<milestone unit="tlnum" n="20"/> ἑαυτοὺς δρῶντας ἀεὶ καὶ
               λέγοντας ἀφʼ ὧν εὐφρανοῦνται, κἂν μὴ προσῇ τὸ λυποῦν, ἀνόσιον
               ἡγοῦνται καὶ ἄθεσμον. τίς οὖν ἐστι παρὰ παίδων γονεῦσιν ἢ πρᾶξις ἢ
               χάρις ἢ διάθεσις μᾶλλον εὐφραίνειν δυναμένη τῆς πρὸς ἀδελφὸν εὐνοίας
               βεβαίου; καὶ φιλίας;ʼ
<milestone unit="tlnum" n="25"/>
</p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">ἦ τοῦτό γε ῥᾴδιόν ἐστιν ἀπὸ τῶν ἐναντίων καταμαθεῖν. ὅπου γὰρ
               οἰκότριβα τιμώμενον ὑπὸ <pb xml:id="v.3.p.247"/> πατρὸς ἢ μητρὸς υἱοὶ
               προπηλακίζοντες καὶ φυτῶν καὶ χωρίων οἷς ἔχαιρον ἀμελοῦντες ἀνιῶσιν
               αὐτούς,
<milestone unit="stephpage" xml:id="stephpage-480b" n="480b"/> καὶ κύων τις
               οἰκογενὴς παρορώμενος καὶ ἵππος ἅπτεται φιλοστόργων καὶ φιλοτίμων
               γερόντων, ἄχθονται
<milestone unit="tlnum" n="5"/> δὲ καὶ παισὶν ἀκροάματα
               καὶ θεάματα καὶ ἀθλητάς, οὓς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὓς</foreign> R: <foreign xml:lang="grc">ὅσους</foreign>
</note> ἐθαύμαζον αὐτοί, διασύρουσι καὶ
               καταφρονοῦσιν· ἦπου μετρίως ἔχουσιν υἱοῖς διαφερομένοις καὶ μισοῦσιν
               ἀλλήλους καὶ κακῶς λέγουσι καὶ πρὸς ἔργα καὶ πράξεις ἀντιταττομένοις
               ἀεὶ καὶ καταλυομένοις
<milestone unit="tlnum" n="10"/> ὑπʼ ἀλλήλων; οὐκ ἂν
               εἴποι τις· οὐκοῦν τοὐναντίον ἐρῶντες ἀλλήλων καὶ φιλοῦντες ἀδελφοί,
               καὶ ὅσον ἡ φύσις τοῖς σώμασι διέστησεν, ἐπὶ ταὐτὸ τοῖς πάθεσι
<milestone unit="stephpage" xml:id="stephpage-480c" n="480c"/> καὶ τοῖς πράγμασιν
               ἀποδιδόντες, καὶ λόγους κοινοὺς καὶ διατριβὰς ἅμα καὶ παιδιὰς μετʼ
               ἀλλήλων
<milestone unit="tlnum" n="15"/> ἔχοντες, ἡδεῖαν καὶ μακαρίαν
               παρεσκευάκασι γηροτρόφον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γηροτρόφον</foreign>] cf. Bergk. 1 p. 452</note> τοῖς γονεῦσι τὴν φιλαδελφίαν. οὔτε γὰρ φιλόλογος
               πατὴρ οὕτως οὔτε φιλότιμος οὔτε φιλοχρήματος γέγονεν ὡς φιλότεκνος· διὸ
               τοὺς υἱοὺς οὔτε πλουτοῦντας οὔτε πλουτοῦντας οὔτʼ ἄρχοντας ἡδέως
<milestone unit="tlnum" n="20"/> οὕτως ὡς φιλοῦντας ἀλλήλους ὁρῶσιν.
               Ἀπολλωνίδα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀπολλωνιάδα</foreign> Polyb. 23, 18</note> γοῦν τὴν Κυζικηνήν, Εὐμένους δὲ τοῦ βασιλέως μητέρα καὶ
               τριῶν ἄλλων, Ἀττάλου καὶ Φιλεταίρου καὶ Ἀθηναίου, λέγουσι μακαρίζειν
               ἑαυτὴν ἀεὶ καὶ τοῖς θεοῖς χάριν ἔχειν οὐ διὰ τὸν πλοῦτον οὐδὲ διὰ
<milestone unit="tlnum" n="25"/> τὴν ἡγεμονίαν, ἀλλʼ ὅτι τοὺς τρεῖς
               υἱοὺς ἑώρα τὸν πρεσβύτατον δορυφοροῦντας κἀκεῖνον ἐν μέσοις αὐτοῖς
<milestone unit="stephpage" xml:id="stephpage-480d" n="480d"/> δόρατα καὶ ξίφη
               φοροῦσιν ἀδεῶς διαιτώμενον. <pb xml:id="v.3.p.248"/> ὥσπερ αὖ τοὐναντίον,
               Ἀρτοξέρξης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀρτοξέρξης</foreign><foreign xml:lang="lat">scripsi cum Palmerio</foreign>: <foreign xml:lang="grc">ξέρξης</foreign></note> αἰσθόμενος Ὦχον τὸν υἱὸν ἐπιβεβουλευκότα τοῖς ἀδελφοῖς
               ἀθυμήσας ἀπέθανε· <quote rend="blockquote"> χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν
<milestone unit="tlnum" n="5"/>
</quote> ὡς Εὐριπίδης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 675</note> εἴρηκεν ὄντες, χαλεπώτατοι τοῖς γονεῦσιν αὐτοῖς
               εἰσιν· ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὑτοῦ καὶ βαρυνόμενος; οὐ δύναται μὴ
               τὸν γεννήσαντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">cf. Stob. 84, 1-</note> μέμφεσθαι καὶ τὴν τεκοῦσαν. </p></div></div></body></text></TEI>