τὰ παλαιὰ τῶν Διοσκόρων Διοσκόρων *: διοσκούρων ἀφιδρύματα Σπαρτιᾶται δόκανα καλοῦσι· ἔστι δὲ δύο ξύλα παράλληλα δυσὶ πλαγίοις ἐπεζευγμένα, καὶ δοκεῖ τῷ φιλαδέλφῳ τῶν θεῶν οἰκεῖον εἶναι τοῦ ἀναθήματος τὸ κοινὸν καὶ ἀδιαίρετον. οὕτω δὴ καὶ αὐτὸς ὑμῖν, ὦ; Νιγρῖνε καὶ Κύντε, τὸ σύγγραμμα τοῦτο περὶ φιλαδελφίας ἀνατίθημι, κοινὸν ἀξίοις οὖσι δῶρον. ἐφʼ ἃ γὰρ προτρέπεται, ταῦτα πράττοντες ἤδη μαρτυρεῖσθαι μᾶλλον ἢ παρακαλεῖσθαι δόξετε. καὶ τὸ χαῖρον ὑμῶν ἐφʼ οἷς κατορθοῦτε ποιήσει τῇ κρίσει τὴν ἐπιμονὴν βεβαιοτέραν, ὥσπερ ἐν χρηστοῖς καὶ φιλοκάλοις θεαταῖς εὐημερούντων. Ἀρίσταρχος μὲν οὖν ὁ Θεοδέκτου πατήρ, ἐπισκώπτων τὸ πλῆθος τῶν σοφιστῶν, ἔλεγε πάλαι μὲν ἑπτὰ σοφοὺς μόλις γενέσθαι, τότε δὲ μὴ ῥᾳδίως ἂν ἰδιώτας τοσούτους εὑρεθῆναι. ἐγὼ δʼ ὁρῶ καθʼ ἡμᾶς τὴν φιλαδελφίαν οὕτω σπάνιον οὖσαν, ὡς τὴν μισαδελφίαν ἐπὶ τῶν παλαιῶν, ἧς γε τὰ φανέντα παραδείγματα τραγῳδίαις καὶ θεάτροις ὁ βίος ἐξέδωκε διὰ τὸ παράδοξον· οἱ δὲ νῦν ἄνθρωποι πάντες, ὅταν ἐντυγχάνωσι χρηστοῖς ἀδελφοῖς, θαυμάζουσιν οὐδὲν ἧττον ἢ τοὺς Μολιονίδας ἐκείνους, συμφυεῖς τοῖς σώμασι γεγονέναι δοκοῦντας· καὶ τὸ χρῆσθαι κοινῶς τοῖς πατρῴοις χρήμασι καὶ φίλοις καὶ δούλοις οὕτως ἄπιστον ἡγοῦνται καὶ τερατῶδες, ὡς τὸ χρῆσθαι μίαν ψυχὴν δυεῖν σωμάτων χερσὶ καὶ ποσὶ καὶ ὀφθαλμοῖς. καίτοι τὸ παράδειγμα τῆς χρήσεως τῶν ἀδελφῶν ἡ φύσις οὐ μακρὰν ἔθηκεν, ἀλλʼ ἐν αὐτῷ τῷ σώματι τὰ πλεῖστα τῶν ἀναγκαίων διττὰ καὶ ἀδελφὰ καὶ δίδυμα μηχανησαμένη, χεῖρας πόδας ὄμματʼ ὦτα ῥῖνας, ἐδίδαξεν ὅτι ταῦτα πάντα σωτηρίας ἕνεκα καὶ συμπράξεως κοινῆς οὐ διαφορᾶς καὶ μάχης οὕτω διέστησεν· αὐτάς τε τὰς χεῖρας εἰς πολλοὺς καὶ ἀνίσους δακτύλους σχίσασα πάντων ὀργάνων ἐμμελέστατα καὶ τεχνικώτατα παρέσχεν, ὥστʼ Ἀναξαγόραν τὸν παλαιὸν ἐν ταῖς χερσὶ τὴν αἰτίαν τίθεσθαι τῆς ἀνθρωπίνης σοφίας καὶ συνέσεως. ἀλλὰ τούτου· μὲν ἔοικεν ἀληθὲς εἶναι τοὐναντίον· οὐ γὰρ ὅτι χεῖρας ἔσχεν ἄνθρωπος, σοφώτατον· ἀλλʼ ὅτι φύσει λογικὸν ἦν καὶ τεχνικόν, ὀργάνων φύσει φύσει ] del. Stegmannus τοιούτων ἔτυχεν. ἐκεῖνο δὲ παντὶ δῆλον, ὡς ἀπὸ σπέρματος; ἑνὸς καὶ μιᾶς ἀρχῆς ἡ φύσις ἀδελφοὺς δύο καὶ τρεῖς καὶ πλείονας, ἐποίησεν οὐ πρὸς διαφορὰν καὶ ἀντίταξιν, ἀλλʼ ὅπως χωρὶς ὄντες ἀλλήλοις μᾶλλον συνεργῶσιν. οἱ γὰρ δὴ τρισώματοι καὶ ἑκατόγχειρες, εἴπερ ἐγένοντο, συμφυεῖς ὄντες πᾶσι τοῖς μέρεσιν, οὐδὲν ἐκτὸς αὐτῶν αὑτῶν *: αὐτῶν οὐδὲ χωρὶς ἐδύναντο ποιεῖν· ὃ τοῖς ἀδελφοῖς ὑπάρχει, καὶ μένειν καὶ ἀποδημεῖν ἅμα καὶ πολιτεύεσθαι καὶ γεωργεῖν δυναμένοις διʼ ἀλλήλων, ἄνπερ ἣν ἡ φύσις ἔδωκεν εὐνοίας καὶ συμφωνίας ἀρχὴν φυλάττωσιν εἰ δὲ μή, ποδῶν οὐθέν, οἶμαι, διοίσουσιν ἀλλήλους ὑποσκελιζόντων καὶ δακτύλων ἐμπλεκομένων καὶ διαστρεφομένων παρὰ φύσιν ὑπʼ ἀλλήλων. μᾶλλον δʼ ὥσπερ ἐν ταὐτῷ σώματι μιᾶς κοινωνοῦντα φύσεως καὶ τροφῆς τὰ ὑγρὰ καὶ ξηρὰ καὶ ψυχρὰ καὶ θερμά, τῇ ὁμονοίᾳ καὶ συμφωνίᾳ τὴν ἀρίστην καὶ ἡδίστην κρᾶσιν ἐμποιεῖ καὶ ἁρμονίαν, ἧς χωρὶς οὔτε πλούτου Bergk. 3 p. 597 φασὶν οὔτε τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς εἶναί τινα χάριν καὶ ὄνησιν ἂν δὲ πλεονεξία καὶ στάσις αὐτοῖς ἐγγένηται, διέφθειρεν αἴσχιστα καὶ συνέχεε τὸ ζῷον· οὕτως ἀδελφῶν ὁμοφροσύνῃ καὶ γένος καὶ οἶκος ὑγιαίνει καὶ τέθηλε, καὶ φίλοι καὶ συνήθεις ὥσπερ ἐμμελὴς χορὸς οὐθὲν οὔτε πράσσουσιν ἐναντίον οὔτε λέγουσιν οὔτε φρονοῦσιν ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς, versum proverbialem Callimacho vindicat Schneiderus οἰκέτης διάβολος ἢ κόλαξ παρενδὺς θυραῖος ἢ πολίτης βάσκανος. ὡς γὰρ αἱ νόσοι τοῖς σώμασι μὴ προσιεμένοις τὸ οἰκεῖον πολλῶν ἐμποιοῦσιν ἀτόπων καὶ βλαβερῶν ὀρέξεις, οὕτως ἡ πρὸς τὸ συγγενὲς διαβολὴ καὶ ὑφόρασις ὁμιλίας ἐπάγεται φαύλας καὶ πονηρὰς εἰς τὸ ἐλλιπὲς; ἔξωθεν ἐπιρρεούσας. ὁ μὲν οὖν Ἀρκαδικὸς μάντις ἀναγκαίως ἀναγκαίως ] δικαίως Stobaeus (vol. IV p. 229 Mein.) πόδα ξύλινον προσεποιήσατο καθʼ Ἡρόδοτον, Ἡρόδοτον ] 9, 37 τοῦ οἰκείου στερηθείς· ἀδελφὸς δὲ πολεμῶν ἀδελφῷ καὶ ὀθνεῖον ἐξ ἀγορᾶς ἢ παλαίστρας ἑταῖρον οὐθὲν ἔοικεν ἄλλο ποιεῖν ἢ σάρκινον καὶ συμφυὲς; ἑκουσίως ἀποκόψας μέλος ἀλλότριον προστρίβεσθαι προστρίβεσθαι Stobaeus: προστίθεσθαι καὶ προσαρμόττειν. αὐτὴ γὰρ ἡ προσδεχομένη καὶ ζητοῦσα φιλίαν καὶ ὁμιλίαν χρεία διδάσκει τὸ συγγενὲς τιμᾶν καὶ περιέπειν καὶ διαφυλάττειν, ὡς ἀφίλους καὶ ἀμίκτους καὶ μονοτρόπους ζῆν μὴ δυναμένους μηδὲ πεφυκότας. ὅθεν ὁ Μένανδρος Μένανδρος ] Kock. 3 p. 169 ὀρθῶς οὐκ ἐκ πότων καὶ τῆς καθʼ ἡμέραν τρυφῆς ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου ʽ φησἴ, πάτερ; πάτερ ; Madvigius: πάτερ οὐ περιττὸν οἴετʼ ἐξευρηκέναι ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν; σκιαὶ σκιάν ; idem : σκιάν γάρ εἰσιν ὄντως αἱ πολλαὶ φιλίαι καὶ μιμήματα καὶ εἴδωλα τῆς πρώτης ἐκείνης, ἣν παισί τε πρὸς γονεῖς ἡ φύσις ἀδελφοῖς τε πρὸς ἀδελφοὺς ἐμπεποίηκε, κἀκείνην ὁ μὴ σεβόμενος μηδὲ τιμῶν ἆρά τίνα τινα Duebnerus: τίνα πίστιν εὐνοίας τοῖς ἀλλοτρίοις δίδωσιν; ἢ ποῖὸς τίς ἐστιν ὁ τὸν ἑταῖρον ἐν φιλοφροσύναις καὶ γράμμασιν ἀδελφὸν προσαγορεύων, τῷ δʼ ἀδελφῷ μηδὲ τὴν αὐτὴν ὁδὸν οἰόμενος; δεῖν βαδίζειν; ὡς γὰρ εἰκόνα κοσμεῖν ἀδελφοῦ τὸ δὲ σῶμα τύπτειν καὶ ἀκρωτηριάζειν μανικόν, οὕτω τοὔνομα σέβεσθαι καὶ τιμᾶν ἐν ἑτέροις αὐτὸν δὲ μισεῖν καὶ φεύγειν οὐχ ὑγιαίνοντός ἐστιν, οὐδʼ ἐν νῷ πώποτε τὴν φύσιν ὡς ἁγιώτατον καὶ μέγιστον ἱερὸν λαβόντος. οἶδα γοῦν ἐμαυτὸν ἐν Ῥώμῃ δυεῖν ἀδελφῶν ἀναδεξάμενον δίαιταν, ὧν ἅτερος ἐδόκει φιλοσοφεῖν· ἦν δʼ ὡς ἔοικεν οὐ μόνον ἀδελφὸς ἀλλὰ καὶ φιλόσοφος ψευδεπίγραφος καὶ ψευδώνυμος· ἐμοῦ γὰρ ἀξιοῦντος αὐτὸν ὡς ἀδελφῷ ἀδελφῷ ] ἀδελφὸν ἀδελφῷ Stegmannus καὶ ἰδιώτῃ φιλόσοφον προσφέρεσθαι, ταῦτʼ εἶπεν ὡς πρὸς ἰδιώτην ἀληθῶς, ἐγὼ δʼ οὐ σεμνὸν οὐδὲ μέγα ποιοῦμαι τὸ ἐκ τῶν αὐτῶν μορίων γεγονέναι σὺ μέν ἔφην ἐγὼ δῆλος εἶ μηδὲ τὸ ἐκ μορίων γεγονέναι μέγα καὶ σεμνὸν ἡγούμενος. ἀλλʼ οἵ γε ἄλλοι πάντες,, εἰ καὶ μὴ φρονοῦσιν οὕτω, λέγουσι γοῦν καὶ ᾅδουσιν, ὡς γονεῦσι τιμὴν μετὰ θεοὺς πρώτην καὶ μεγίστην ἥ τε φύσις ὅ τε τὴν φύσιν σῴζων νόμος ἀπέδωκε· καὶ οὐκ ἔστιν ὅ τι μᾶλλον ἄνθρωποι κεχαρισμένον θεοῖς δρῶσιν, ἢ τοκεῦσιν αὑτῶν καὶ τροφεῦσι παλαιὰς ἐπὶ νέαις ἐπὶ νέαις ] ἐπὶ νέοις Madvigius coll. Plat. de Legg. p. 717 c δανεισθείσας χάριτας εὐμενῶς καὶ προθύμως ἐκτίνοντες. οὐδʼ αὖ πάλιν μείζων ἐπίδειξις ἀθέου γέγονε τῆς περὶ γονεῖς ὀλιγωρίας καὶ πλημμελείας· διὸ τοὺς μὲν ἄλλους κακῶς ποιεῖν ἀπείρηται, μητρὶ δʼ αὑτοῦ αὐτοῦ ] fort. αὑτοὺς , deleto proximo ἑαυτοὺς καὶ πατρὶ τὸ μὴ παρέχειν ἑαυτοὺς δρῶντας ἀεὶ καὶ λέγοντας ἀφʼ ὧν εὐφρανοῦνται, κἂν μὴ προσῇ τὸ λυποῦν, ἀνόσιον ἡγοῦνται καὶ ἄθεσμον. τίς οὖν ἐστι παρὰ παίδων γονεῦσιν ἢ πρᾶξις ἢ χάρις ἢ διάθεσις μᾶλλον εὐφραίνειν δυναμένη τῆς πρὸς ἀδελφὸν εὐνοίας βεβαίου; καὶ φιλίας;ʼ ἦ τοῦτό γε ῥᾴδιόν ἐστιν ἀπὸ τῶν ἐναντίων καταμαθεῖν. ὅπου γὰρ οἰκότριβα τιμώμενον ὑπὸ πατρὸς ἢ μητρὸς υἱοὶ προπηλακίζοντες καὶ φυτῶν καὶ χωρίων οἷς ἔχαιρον ἀμελοῦντες ἀνιῶσιν αὐτούς, καὶ κύων τις οἰκογενὴς παρορώμενος καὶ ἵππος ἅπτεται φιλοστόργων καὶ φιλοτίμων γερόντων, ἄχθονται δὲ καὶ παισὶν ἀκροάματα καὶ θεάματα καὶ ἀθλητάς, οὓς οὓς R: ὅσους ἐθαύμαζον αὐτοί, διασύρουσι καὶ καταφρονοῦσιν· ἦπου μετρίως ἔχουσιν υἱοῖς διαφερομένοις καὶ μισοῦσιν ἀλλήλους καὶ κακῶς λέγουσι καὶ πρὸς ἔργα καὶ πράξεις ἀντιταττομένοις ἀεὶ καὶ καταλυομένοις ὑπʼ ἀλλήλων; οὐκ ἂν εἴποι τις· οὐκοῦν τοὐναντίον ἐρῶντες ἀλλήλων καὶ φιλοῦντες ἀδελφοί, καὶ ὅσον ἡ φύσις τοῖς σώμασι διέστησεν, ἐπὶ ταὐτὸ τοῖς πάθεσι καὶ τοῖς πράγμασιν ἀποδιδόντες, καὶ λόγους κοινοὺς καὶ διατριβὰς ἅμα καὶ παιδιὰς μετʼ ἀλλήλων ἔχοντες, ἡδεῖαν καὶ μακαρίαν παρεσκευάκασι γηροτρόφον γηροτρόφον ] cf. Bergk. 1 p. 452 τοῖς γονεῦσι τὴν φιλαδελφίαν. οὔτε γὰρ φιλόλογος πατὴρ οὕτως οὔτε φιλότιμος οὔτε φιλοχρήματος γέγονεν ὡς φιλότεκνος· διὸ τοὺς υἱοὺς οὔτε πλουτοῦντας οὔτε πλουτοῦντας οὔτʼ ἄρχοντας ἡδέως οὕτως ὡς φιλοῦντας ἀλλήλους ὁρῶσιν. Ἀπολλωνίδα Ἀπολλωνιάδα Polyb. 23, 18 γοῦν τὴν Κυζικηνήν, Εὐμένους δὲ τοῦ βασιλέως μητέρα καὶ τριῶν ἄλλων, Ἀττάλου καὶ Φιλεταίρου καὶ Ἀθηναίου, λέγουσι μακαρίζειν ἑαυτὴν ἀεὶ καὶ τοῖς θεοῖς χάριν ἔχειν οὐ διὰ τὸν πλοῦτον οὐδὲ διὰ τὴν ἡγεμονίαν, ἀλλʼ ὅτι τοὺς τρεῖς υἱοὺς ἑώρα τὸν πρεσβύτατον δορυφοροῦντας κἀκεῖνον ἐν μέσοις αὐτοῖς δόρατα καὶ ξίφη φοροῦσιν ἀδεῶς διαιτώμενον. ὥσπερ αὖ τοὐναντίον, Ἀρτοξέρξης Ἀρτοξέρξης scripsi cum Palmerio : ξέρξης αἰσθόμενος Ὦχον τὸν υἱὸν ἐπιβεβουλευκότα τοῖς ἀδελφοῖς ἀθυμήσας ἀπέθανε· χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν ὡς Εὐριπίδης Εὐριπίδης ] Nauck. p. 675 εἴρηκεν ὄντες, χαλεπώτατοι τοῖς γονεῦσιν αὐτοῖς εἰσιν· ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὑτοῦ καὶ βαρυνόμενος; οὐ δύναται μὴ τὸν γεννήσαντα cf. Stob. 84, 1- μέμφεσθαι καὶ τὴν τεκοῦσαν.