<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg096.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">τοῦτʼ οὖν δεῖ πρῶτον ἀσκεῖν καὶ μελετᾶν, <pb xml:id="v.3.p.215"/> ὥσπερ ὁ τῆς κυνὸς ἁμαρτὼν τῷ λίθῳ καὶ τὴν μητρυιὰν πατάξας <q>οὐδʼ οὕτως</q> ἔφη <q>κακῶς·</q> ἔξεστι γὰρ μεθιστάναι τὴν τύχην ἐκ τῶν ἀβουλήτων. ἐφυγαδεύθη Διογένης, οὐδʼ οὕτω κακῶς ἤρξατο γὰρ <milestone unit="tlnum" n="5"/> φιλοσοφεῖν μετὰ τὴν φυγήν. Ζήνωνι τῷ Κιτιεῖ μία <milestone unit="stephpage" xml:id="stephpage-467d" n="467d"/> ναῦς περιῆν φορτηγός· πυθόμενος δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign>] <foreign xml:lang="grc">δὲ καὶ</foreign> R</note> ταύτην αὐτόφορτον ἀπολωλέναι συγκλυσθεῖσαν <q>εὖγʼ</q> εἶπεν <q>ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα καὶ τὴν στοὰν συνελαύνουσʼ ἡμᾶς.</q> τί οὖν κωλύει μιμεῖσθαι τούτους; <milestone unit="tlnum" n="10"/> ἀρχὴν παραγγέλλων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">παραγγέλλων</foreign> R: <foreign xml:lang="grc">τινα τελῶν</foreign> </note> διήμαρτες; ἐν ἀγρῷ διάξεις ἐπιμελόμενος τῶν ἰδίων. ἀλλὰ φιλίαν μνώμενος ἡγεμόνος ἀπώσθης; ἀκινδύνως καὶ ἀπραγμόνως βιώσῃ. πάλιν ἐν πράγμασιν ἀσχολίας ἔχουσι καὶ φροντίδας γέγονας; <milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"> οὐδὲ θερμὸν ὕδωρ τοσόνδε τέγξει μαλθακὰ γυῖα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τόσον γε μαλθακὰ τεύχει γυῖα</foreign> Pindarus Nem. 4, 6</note><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Eurip. Bacch. 66</note> </quote> κατὰ Πίνδαρον, ὡς δόξα ποιεῖ καὶ τὸ τιμᾶσθαι μετά τινος δυνάμεως <quote rend="blockquote">πόνον ἡδὺν κάματὸν τʼ εὐκάματον. <milestone unit="tlnum" n="20"/> </quote> <milestone unit="stephpage" xml:id="stephpage-467e" n="467e"/> ἀλλά τις ἀπήντησεν ἐκ διαβολῆς ἢ φθόνου δυσημερία καὶ σκορακισμός; ἐπὶ τὰς Μούσας οὔριον τὸ πνεῦμα καὶ τὴν Ἀκαδήμειαν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἀκαδήμειαν</foreign> *: <foreign xml:lang="grc">ἀκαδημίαν</foreign> </note> ὥσπερ Πλάτωνι χειμασθέντι περὶ τὴν Διονυσίου φιλίαν. διὸ καὶ τοῦτο πρὸς εὐθυμίαν μέγα, τὸ τοὺς ἐνδόξους ἀποθεωρεῖν, εἰ <milestone unit="tlnum" n="25"/> μηδὲν ὑπὸ τῶν αὐτῶν πεπόνθασιν. οἷον ἀπαιδία τὸ λυποῦν ἐστι; τοὺς Ῥωμαίων ὅρα βασιλεῖς, ὧν οὐδεὶς <pb xml:id="v.3.p.216"/> υἱῷ τὴν ἀρχὴν ἀπέλιπε πενίᾳ δυσφορεῖς παρούσῃ; <milestone unit="stephpage" xml:id="stephpage-467f" n="467f"/> καὶ τίς ἂν ἐβούλου μᾶλλον εἶναι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μᾶλλον εἶναι</foreign> Benselerus: <foreign xml:lang="grc">εἶναι μᾶλλον</foreign> </note> Βοιωτῶν ἢ Ἐπαμεινώνδας; τίς δὲ Ῥωμαίων ἢ Φαβρίκιος; ἀλλὰ διέφθαρταί σου τὸ γύναιον; οὐκ ἀνέγνωκας οὖν τοὐπίγραμμα <milestone unit="tlnum" n="5"/> τὸ ἐν Δελφοῖς <quote rend="blockquote"> ὑγρᾶς καὶ τραφερᾶς βασιλεὺς Ἆγίς μʼ ἀνέθηκεν· </quote> οὐδʼ ἀκήκοας, ὅτι τούτου τὴν γυναῖκα Τιμαίαν Ἀλκιβιάδης διέφθειρε, καὶ τὸ γεννηθὲν Ἀλκιβιάδην ἐκάλει ψιθυρίζουσα πρὸς τὰς θεραπαινίδας; ἀλλὰ <milestone unit="tlnum" n="10"/> τοῦτʼ Ἆγιν οὐκ ἐκώλυσεν ἐνδοξότατον Ἑλλήνων εἶναι <milestone unit="stephpage" xml:id="stephpage-468a" n="468a"/>καὶ μέγιστον ὥσπερ οὐδὲ Στίλπωνα τῶν κατʼ αὐτὸν φιλοσόφων ἱλαρώτατα ζῆν ἀκόλαστος οὖσʼ ἡ θυγάτηρ· ἀλλὰ καὶ Μητροκλέους ὀνειδίσαντος <q>ἐμὸν οὖν</q> ἔφη <q>ἁμάρτημα τοῦτʼ ἐστὶν ἢ ἐκείνης;</q> εἰπόντος δὲ <milestone unit="tlnum" n="15"/> τοῦ Μητροκλέους <q>ἐκείνης μὲν ἁμάρτημα σὸν δʼ ἀτύχημα·</q> <q>πῶς λέγεις;</q> εἶπεν <q>οὐχὶ τὰ ἁμαρτήματα καὶ διαπτώματʼ ἐστί;</q> <q>πάνυ μὲν οὖν</q>, ἔφη. <q>τὰ δὲ διαπτώματʼ οὐχ ὧν διαπτώματα καὶ ἀποτεύγματα;</q> συνωμολόγησε καὶ ὁ Μητροκλῆς. <q>τὰ δʼ ἀποτεύγματʼ <milestone unit="tlnum" n="20"/> οὐχ ὧν ἀποτεύγματʼ καὶ ἀτυχήματα;</q> πράῳ λόγῳ <milestone unit="stephpage" xml:id="stephpage-468b" n="468b"/> καὶ φιλοσόφῳ κενὸν ἀποδείξας ὕλαγμα, τὴν τοῦ κυνικοῦ βλασφημίαν. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">τοὺς δὲ πολλοὺς οὐ μόνον τὰ τῶν φίλων καὶ οἰκείων ἀλλὰ καὶ τὰ τῶν ἐχθρῶν ἀνιᾷ καὶ παροξύνει <milestone unit="tlnum" n="25"/> κακά. βλασφημίαι γὰρ καὶ ὀργαὶ καὶ φθόνοι καὶ κακοήθειαι καὶ ζηλοτυπίαι μετὰ δυσμενείας αὐτῶν μέν εἰσι τῶν ἐχόντων κῆρες, ἐνοχλοῦσι δὲ καὶ <pb xml:id="v.3.p.217"/> παροξύνουσι τοὺς ἀνοήτους· ὥσπερ ἀμέλει καὶ γειτόνων ἀκραχολίαι καὶ συνήθων δυσκολίαι καὶ τῶν περὶ τὰς πράξεις ὑπουργῶν μοχθηρίαι τινές. ὑφʼ ὧν οὐχ ἣκιστά μοι δοκεῖς καὶ αὐτὸς ἐπιταραττόμενος, ὥσπερ <milestone unit="tlnum" n="5"/> οἱ Σοφοκλέους ἰατροὶ <quote rend="blockquote">πικρὰν χολὴν κλύζουσι φαρμάκῳ πικρῷ <milestone unit="stephpage" xml:id="stephpage-468c" n="468c"/> </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">cf. p. 463 f</note> οὕτως ἀντιχαλεπαίνειν καὶ συνεκπικραίνεσθαι τοῖς ἐκείνων πάθεσι καὶ νοσήμασιν, οὐκ εὐλόγως. ἃ γὰρ πράττεις πράγματα πεπιστευμένος, οὐχ ἁπλοῖς ἤθεσιν <milestone unit="tlnum" n="10"/> οὐδὲ χρηστοῖς ὥσπερ εὐφυέσιν ὀργάνοις ἀλλὰ καρχάροις τὰ πολλὰ καὶ σκολιοῖς διακονεῖται. τὸ μὲν οὖν ἀπευθύνειν ταῦτα μὴ νόμιζε σὸν ἔργον εἶναι μηδʼ ἄλλως ῥᾴδιον· ἂν δʼ ὡς τοιούτοις αὐτοῖς πεφυκόσι χρώμενος, ὥσπερ ἰατρὸς ὀδοντάγραις καὶ <milestone unit="tlnum" n="15"/> ἀγκτῆρσιν, ἤπιος φαίνῃ καὶ μέτριος ἐκ τῶν ἐνδεχομένων, εὐφρανῇ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὐφρανεῖ</foreign> Duebnerus</note> τῇ σῇ διαθέσει μᾶλλον ἢ λυπήσει <milestone unit="stephpage" xml:id="stephpage-468d" n="468d"/> ταῖς ἑτέρων ἀηδίαις καὶ μοχθηρίαις· καὶ ὥσπερ κύνας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κύνας</foreign> S: <foreign xml:lang="grc">κύνες</foreign> </note> ἂν ὑλακτῶσι, τὸ προσῆκον αὐτοῖς ἐκείνους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐκείνους</foreign> R: <foreign xml:lang="grc">ἐκείνοις</foreign> </note> οἰόμενος περαίνειν, ἐπιλήσῃ πολλὰ λυπηρὰ συνάγων,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">malim <foreign xml:lang="grc">συνάγειν</foreign>, aut quidem legendum <foreign xml:lang="grc">παύσῃ</foreign> pro <foreign xml:lang="grc">ἐπιλήσῃ</foreign> </note> <milestone unit="tlnum" n="20"/> ὥσπερ εἰς χωρίον κοῖλον καὶ ταπεινὸν ἐπιρρέοντα, τὴν μικροψυχίαν ταύτην καὶ τὴν ἀσθένειαν, ἀλλοτρίων ἀναπιμπλαμένην κακῶν. ὅπου γὰρ ἔνιοι τῶν φιλοσόφων καὶ τὸν ἔλεον ψέγουσι πρὸς ἀτυχοῦντας ἀνθρώπους γιγνόμενον, ὡς καλοῦ τοῦ βοηθεῖν οὐ <milestone unit="tlnum" n="25"/> τοῦ συναλγεῖν καὶ συνενδιδόναι τοῖς πλησίον ὄντος· ὃ δὲ μεῖζόν ἐστιν, οὐδʼ αὑτῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὑτῶν</foreign> R: <foreign xml:lang="grc">αὐτῶν</foreign> </note> ἁμαρτανόντων καὶ <pb xml:id="v.3.p.218"/> <milestone unit="stephpage" xml:id="stephpage-468e" n="468e"/> διακειμένων φαύλως τὸ ἦθος αἰσθανομένους ἀθυμεῖν καὶ δυσφορεῖν ἐῶσιν, ἀλλὰ θεραπεύειν ἄνευ λύπης τὴν κακίαν δεῖ· σκόπει πῶς οὐκ ἄλογόν ἐστι περιορᾶν αὑτούς, ὅτι μὴ πάντες εἰσὶν οἱ χρώμενοι καὶ <milestone unit="tlnum" n="5"/> προσιόντες ἡμῖν ἐπιεικεῖς καὶ χαρίεντες, ἀχθομένους καὶ δυσκολαίνοντας. ἀλλʼ ὅρα, φίλε Πάκκιε, μὴ λανθάνομεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">λανθάνομεν</foreign> *: <foreign xml:lang="grc">λανθάνωμεν</foreign> </note> ἑαυτοὺς οὐ τὸ καθόλου τῆς μοχθηρίας τῶν ἐντυγχανόντων ἀλλὰ τὸ πρὸς ἡμᾶς ὑπὸ φιλαυτίας τινὸς οὐ μισοπονηρίας προβαλλόμενοι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">προβαλλόμενοι κἑ</foreign>] vid. Praefat. p. LVII</note> καὶ δεδοικότες. <milestone unit="tlnum" n="10"/> αἱ γὰρ σφοδραὶ περὶ τὰ πράγματα πτοῖαι καὶ παρʼ ἀξίαν ἐφέσεις καὶ διώξεις ἢ πάλιν ἀποστροφαὶ καὶ <milestone unit="stephpage" xml:id="stephpage-468f" n="468f"/> διαβολαὶ τὰς πρὸς ἀνθρώπους ἐγγεννῶσιν ὑποψίας καὶ δυσκολίας, ὑφʼ ὧν τὰ μὲν ἀποστερεῖσθαι τοῖς δὲ περιπίπτειν δοκοῦμεν. ὁ δὲ τοῖς πράγμασιν ἐθισθεὶς <milestone unit="tlnum" n="15"/> ἐλαφρῶς συμπεριφέρεσθαι καὶ μετρίως εὐκολώτατος ἀνθρώποις ὁμιλεῖν γίγνεται καὶ πραότατος;. </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">ὅθεν ἐκεῖνον αὖθις τὸν περὶ τῶν πραγμάτων λόγον ἀναλάβωμεν. ὡς γὰρ ἐν τῷ πυρέττειν πικρὰ πάντα καὶ ἀηδῆ φαίνεται γευομένοις, ἀλλʼ ὅταν ἴδωμεν <milestone unit="tlnum" n="20"/> ἑτέρους ταὐτὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὰ</foreign> *: <foreign xml:lang="grc">τὰ αὐτὰ</foreign> </note> προσφερομένους καὶ μὴ δυσχεραίνοντας, οὐκέτι τὸ σιτίον οὐδὲ τὸ ποτὸν ἀλλʼ <milestone unit="stephpage" xml:id="stephpage-469a" n="469a"/> αὑτοὺς αἰτιώμεθα καὶ τὴν νόσον· οὕτω καὶ τοῖς πράγμασι παυσόμεθα μεμφόμενοι καὶ δυσχεραίνοντες, ἂν ἑτέρους ταὐτὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὰ</foreign>] <foreign xml:lang="grc">τὰ αὐτὰ</foreign></note> προσδεχομένους ἀλύπως καὶ <milestone unit="tlnum" n="25"/> ἱλαρῶς ὁρῶμεν. ἀγαθὸν τοίνυν ἐν τοῖς ἀβουλήτοις συμπτώμασι πρὸς εὐθυμίαν καὶ τὸ μὴ παρορᾶν ὅσα προσφιλῆ καὶ ἀστεῖα πάρεστιν ἡμῖν, ἀλλὰ μιγνύντας <pb xml:id="v.3.p.219"/> ἐξαμαυροῦν τὰ χείρονα τοῖς βελτίοσι. νῦν δὲ τὰς μὲν ὄψεις ὑπὸ τῶν ἄγαν λαμπρῶν τιτρωσκομένας ἀποστρέφοντες, ταῖς ἀνθηραῖς καὶ ποώδεσι χρόαις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χρόαις</foreign> *: <foreign xml:lang="grc">χροιαῖς</foreign> </note> παρηγοροῦμεν τὴν δὲ διάνοιαν ἐντείνομεν εἰς τὰ <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-469b" n="469b"/> λυπηρὰ καὶ προσβιαζόμεθα τοῖς τῶν ἀνιαρῶν ἐνδιατρίβειν ἀναλογισμοῖς, μονονοὺ βίᾳ τῶν βελτιόνων ἀποσπάσαντες. καίτοι τό γε πρὸς τὸν πολυπράγμονα λελεγμένον οὐκ ἀηδῶς δεῦρʼ ἔστι μετενεγκεῖν <quote rend="blockquote"><l> τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Kock. 3 p. 476</note> <milestone unit="tlnum" n="10"/> </l><l> κακὸν ὀξυδορκεῖς, τὸ δʼ ἴδιον παραβλέπεις; </l></quote> τί τὸ σεαυτοῦ κακόν, ὦ μακάριε, λίαν καταβλέπεις καὶ ποιεῖς ἐναργὲς ἀεὶ καὶ πρόσφατον ἀγαθοῖς δὲ παροῦσιν οὐ προσάγεις τὴν διάνοιαν, ἀλλʼ ὥσπερ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω <milestone unit="tlnum" n="15"/> τὰ κάκιστα τῶν ἰδίων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἰδίων</foreign> M: <foreign xml:lang="grc">ἡδέων</foreign> </note> συνάγεις ἐπὶ σαυτόν, οὐδὲν <milestone unit="stephpage" xml:id="stephpage-469c" n="469c"/> τι τοῦ Χίου βελτίων γενόμενος ὃς πολὺν καὶ χρηστὸν οἶνον ἑτέροις πιπράσκων ἑαυτῷ πρὸς τὸ ἄριστον ὀξίνην ἐζήτει διαγευόμενος, οἰκέτης δέ τις ἐρωτηθεὶς ὑφʼ ἑτέρου τί ποιοῦντα τὸν δεσπότην καταλέλοιπεν <milestone unit="tlnum" n="20"/> <q>ἀγαθῶν</q> ἔφη <q>παρόντων, κακὸν ζητοῦντα;</q> καὶ γὰρ οἱ πολλοὶ τὰ χρηστὰ καὶ πότιμα τῶν ἰδίων ὑπερβαίνοντες ἐπὶ τὰ μοχθηρὰ καὶ δυσχερῆ τρέχουσιν. ὁ δʼ Ἀρίστιππος οὐ τοιοῦτος, ἀλλʼ ἀγαθὸς ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ βελτίονα τῶν ὑποκειμένων <milestone unit="tlnum" n="25"/> ἐξαναφέρειν καὶ ἀνακουφίζειν αὑτόν· χωρίον γοῦν ἀπολέσας καλὸν ἠρώτησεν ἕνα τῶν πάνυ <pb xml:id="v.3.p.220"/> προσποιουμένων <milestone unit="stephpage" xml:id="stephpage-469d" n="469d"/> συνάχθεσθαι καὶ συναγανακτεῖν <q>οὐχὶ σοὶ μὲν χωρίδιον ἓν ἔστιν, ἐμοὶ δὲ τρεῖς ἀγροὶ καταλείπονται;</q> συνομολογήσαντος δʼ ἐκείνου, <q>τί οὖν</q> εἶπεν <q>οὐ σοὶ μᾶλλον ἡμεῖς συναχθόμεθα</q> μανικὸν γάρ <milestone unit="tlnum" n="5"/> ἐστι τοῖς ἀπολλυμένοις ἀνιᾶσθαι μὴ χαίρειν δὲ τοῖς σῳζομένοις, ἀλλʼ ὥσπερ τὰ μικρὰ παιδάρια, ἀπὸ πολλῶν παιγνίων ἂν ἕν τις ἀφέληταί τι, καὶ τὰ λοιπὰ πάντα προσρίψαντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">προρρίψαντα</foreign> Herwerdenus, sed nihil opus</note> κλαίει καὶ βοᾷ, τὸν αὐτὸν τρόπον ἡμᾶς περὶ ἓν ὀχληθέντας ὑπὸ τῆς τύχης, καὶ <milestone unit="tlnum" n="10"/> τἄλλα πάντα ποιεῖν ἀνόνητα ἑαυτοῖς ὀδυρομένους καὶ δυσφοροῦντας. <milestone unit="stephpage" xml:id="stephpage-469e" n="469e"/> </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent"><q>καὶ τί</q>, φήσαι τις ἄν, <q>ἔχομεν;</q> τί δʼ οὐκ ἔχομεν; ὁ μὲν δόξαν ὁ δʼ οἶκον ὁ δὲ γάμον τῷ δὲ φίλος ἀγαθός ἐστιν. Ἀντίπατρος δʼ ὁ Ταρσεὺς πρὸς <milestone unit="tlnum" n="15"/> τῷ τελευτᾶν ἀναλογιζόμενος ὧν ἔτυχεν ἀγαθῶν, οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας. δεῖ δὲ καὶ τὰ κοινὰ μὴ παρορᾶν ἀλλʼ ἔν τινι λόγῳ τίθεσθαι καὶ χαίρειν, ὅτι ζῶμεν ὑγιαίνομεν τὸν ἣλιον ὁρῶμεν· οὔτε πόλεμος <milestone unit="tlnum" n="20"/> οὔτε στάσις ἐστίν· ἀλλὰ καὶ ἡ γῆ παρέχει γεωργεῖν καὶ θάλασσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ἡ θάλασσα</foreign>?</note> πλεῖν ἀδεῶς τοῖς βουλομένοις· καὶ λέγειν <milestone unit="stephpage" xml:id="stephpage-469f" n="469f"/> ἔξεστι καὶ πράττειν καὶ σιωπᾶν καὶ σχολάζειν. εὐθυμήσομεν δὲ τούτοις μᾶλλον παροῦσιν, ἂν μὴ παρόντων αὐτῶν φαντασίαν λαμβάνωμεν ἀναμιμνήσκοντες <milestone unit="tlnum" n="25"/> αὑτοὺς πολλάκις, ὡς ποθεινόν ἐστιν ὑγεία<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑγίεια</foreign> *: <foreign xml:lang="grc">ὑγεία</foreign> </note> νοσοῦσι καὶ πολεμουμένοις εἰρήνη, καὶ κτήσασθαι δόξαν ἐν πόλει τηλικαύτῃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τηλικαύτῃ</foreign> R: <foreign xml:lang="grc">τηλικαύτην</foreign> </note> καὶ φίλους ἀγνῶτι καὶ <pb xml:id="v.3.p.221"/> ξένῳ· καὶ; τὸ στέρεσθαι γενομένων ὡς ἀνιαρόν. οὐ γὰρ τότε γίγνεται μέγα καὶ τίμιον ἕκαστον ἡμῖν, ὅταν ἀπόληται, σῳζόμενον δὲ τὸ μηδέν ἐστιν· οὐδενὶ γὰρ ἀξίαν τὸ μὴ εἶναι προστίθησιν. οὐδὲ δεῖ <milestone unit="tlnum" n="5"/> κτᾶσθαι μὲν ὡς μεγάλα καὶ τρέμειν ἀεὶ δεδιότας <milestone unit="stephpage" xml:id="stephpage-470a" n="470a"/> ὡς ὑπὲρ μεγάλων μὴ στερηθῶμεν, ἔχοντας δὲ παρορᾶν καὶ καταφρονεῖν ὡς μηδενὸς ἀξίων ἀλλὰ χρῆσθαι μάλιστα ἐπὶ τῷ χαίρειν καὶ, ἀπολαύειν αὐτῶν, ἵνα καὶ τὰς ἀποβολάς, ἂν συντυγχάνωσι, πραότερον <milestone unit="tlnum" n="10"/> φέρωμεν. οἱ δὲ πολλοὶ ποιήματα μέν, ὡς ἔλεγεν Ἀρκεσίλαος, ἀλλότρια καὶ γραφὰς καὶ ἀνδριάντας οἴονται δεῖν ἀκριβῶς καὶ κατά μέρος ἕκαστον ἐπιπορευόμενοι τῇ διανοίᾳ καὶ τῇ ὄψει θεωρεῖν, τὸν δʼ ἑαυτῶν βίον ἔχοντα πολλὰς οὐκ ἀτερπεῖς ἀναθεωρήσεις <milestone unit="tlnum" n="15"/> ἐῶσιν, ἔξω βλέποντες ἀεὶ καὶ θαυμάζοντες ἀλλοτρίας δόξας καὶ τύχας, ὥσπερ μοιχοὶ τὰς ἑτέρων γυναῖκας αὑτῶν δὲ καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] delendum vid.</note> τῶν ἰδίων καταφρονοῦντες. <milestone unit="stephpage" xml:id="stephpage-470b" n="470b"/> </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">καίτοι καὶ τοῦτο μέγα πρὸς εὐθυμίαν ἐστί, <milestone unit="tlnum" n="20"/> τὸ μάλιστα μὲν αὑτὸν ἐπισκοπεῖν καὶ τὰ καθʼ αὑτόν, εἰ δὲ μή, τοὺς ὑποδεεστέρους ἀποθεωρεῖν καὶ μή, καθάπερ οἱ πολλοί, πρὸς τοὺς ὑπερέχοντας ἀντιπαρεξάγουσιν.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀντιπαρεξάγειν</foreign> W</note> οἷον εὐθύς, οἱ δεδεμένοι εὐδαιμονίζουσι τοὺς λελυμένους, ἐκεῖνοι δὲ τοὺς ἐλευθέρους οἱ δʼ <milestone unit="tlnum" n="25"/> ἐλεύθεροι. τοὺς πολίτας, οὗτοι δὲ πάλιν αὖ τοὺς πλουσίους, οἱ δὲ πλούσιοι τοὺς σατράπας οἱ δὲ σατράπαι τοὺς βασιλεῖς, οἱ δὲ βασιλεῖς τοὺς θεούς, μονονοὺ βροντᾶν καὶ ἀστράπτειν θέλοντες. εἷθʼ <pb xml:id="v.3.p.222"/> οὕτως ἀεὶ τῶν ὑπὲρ ἑαυτοὺς ἐνδεεῖς ὄντες οὐδέποτε τοῖς καθʼ ἑαυτοὺς χάριν ἔχουσιν. <milestone unit="stephpage" xml:id="stephpage-470c" n="470c"/> <quote rend="blockquote"> οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει·</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Bergk. 2 p. 390</note> καί<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] del. idem</note> <milestone unit="tlnum" n="5"/> <quote rend="blockquote"><l> οὐδʼ εἷλὲ πώ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πώ</foreign>] <foreign xml:lang="grc">κώ</foreign> Schneidewinus</note> με ζῆλος, οὐδʼ ἀγαίομαι </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Bergk. 2 p. 390</note><l> θεῶν ἔργα, μεγάλης δʼ οὐκ ἐρέω<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐρέω</foreign> Schol. Aesch. Prom. 224: <foreign xml:lang="grc">ἐρῶ</foreign> </note> τυραννίδος </l><l> ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν. </l></quote> Θάσιος γὰρ ἦν ἐκεῖνος· ἄλλος δέ τις Χῖος, ἄλλος δὲ Γαλάτης ἢ Βιθυνὸς οὐκ ἀγαπῶν, εἴ τινος μερίδος <milestone unit="tlnum" n="10"/> ἦν ἢ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἦν ἢ</foreign> *: <foreign xml:lang="grc">ἢ</foreign> </note> δόξαν ἢ δύναμιν ἐν τοῖς ἑαυτοῦ πολίταις εἴληχεν, ἀλλὰ κλαίων ὅτι μὴ φορεῖ πατρικίους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πατρικίους</foreign>] <foreign xml:lang="grc">καλτίους</foreign> Madvigius</note> ἐὰν δὲ καὶ φορῇ, ὅτι μηδέπω στρατηγεῖ Ῥωμαίων ἐὰν <milestone unit="stephpage" xml:id="stephpage-470d" n="470d"/> δὲ καὶ στρατηγῇ, ὅτι μὴ ὑπατεύει· καὶ ὑπατεύων, ὅτι μὴ πρῶτος ἀλλʼ ὕστερος ἀνηγορεύθη. τοῦτο δʼ <milestone unit="tlnum" n="15"/> ἐστὶ τί ἄλλο ἢ συλλέγοντα προφάσεις ἀχαριστίας ἐπὶ τὴν τύχην αὐτὸν ὑφʼ αὑτοῦ κολάζεσθαι καὶ διδόναι δίκην; ἀλλʼ ὅ γε νοῦν ἔχων σωτήρια φρονοῦντα τοῦ ἡλίου μυριάδας ἀνθρώπων ἐφορῶντος <quote rend="blockquote"> εὐρυεδοῦς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὐρυεδοῦς</foreign> Plato Protag. p. 345 c: <foreign xml:lang="grc">εὐρυέδους</foreign> </note> ὅσοι καρπὸν αἰνύμεθα χθονός,</quote> <milestone unit="tlnum" n="20"/> οὐκ εἴ τινων ἧττον ἔνδοξός ἐστι καὶ πλούσιος, ὀδυρόμενος κάθηται καὶ ταπεινούμενος, ἀλλʼ ὅτι μυρίων μυριάκις ἐν τοσούτοις εὐσχημονέστερον ζῇ καὶ βέλτιον, ὑμνῶν τὸν ἑαυτοῦ δαίμονα καὶ τὸν βίον ὁδῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁδῷ</foreign> Cobetus: <foreign xml:lang="grc">ἐν ὁδῷ</foreign> </note> πρόεισιν. ἐν Ὀλυμπίᾳ μὲν γὰρ οὐκ ἔστι νικᾶν <pb xml:id="v.3.p.223"/> ἐκ <milestone unit="stephpage" xml:id="stephpage-470e" n="470e"/> λεγόμενον ἀντιπάλους· ἐν δὲ τῷ βίῳ τὰ πράγματα δίδωσι περιόντα πολλῶν μέγα φρονεῖν, καὶ ζηλωτὸν εἶναι μᾶλλον ἢ ζηλοῦν ἑτέρους· ἄν γε δὴ μὴ τοῦ Βριάρεω μηδὲ τοῦ Ἡρακλέους ποιήσῃς σεαυτὸν ἀνταγωνιστήν. <milestone unit="tlnum" n="5"/> ὅταν οὖν πάνυ θαυμάσῃς ὡς κρείττονα τὸν ἐν τῷ φορείῳ κομιζόμενον, ὑποκύψας θέασαι καὶ τοὺς βαστάζοντας· καὶ ὅταν διαβαίνοντα τὴν σχεδίαν μακαρίσῃς τὸν Ξέρξην ἐκεῖνον, ὡς ὁ Ἑλλησπόντιος, ἴδε καὶ τοὺς ὑπὸ μάστιξι διορύττοντας <milestone unit="tlnum" n="10"/> τὸν Ἄθω καὶ τοὺς περικοπτομένους ὦτα καὶ ῥῖνας ἐπὶ τῷ διαλυθῆναι τὴν γέφυραν ὑπὸ τοῦ κλύδωνος, ἅμα καὶ τὴν ἐκείνων ἀποθεωρῶν διάνοιαν ὅτι τὸν <milestone unit="stephpage" xml:id="stephpage-470f" n="470f"/> σὸν βίον καὶ τὰ σὰ πράγματα μακαρίζουσιν. ὁ Σωκράτης ἀκούσας τινὸς τῶν φίλων λέγοντος ὡς πολυτελὴς <milestone unit="tlnum" n="15"/> ἡ πόλις <q>μνᾶς ὁ Χῖος οἶνος, ἡ πορφύρα τριῶν μνῶν, τοῦ μέλιτος ἡ κοτύλη πέντε δραχμῶν·</q> λαβὼν αὐτὸν προσήγαγε τοῖς ἀλφίτοις ὀβολοῦ <q>τὸ ἡμίεκτον, εὐτελὴς ἡ πόλις·</q> εἶτα ταῖς ἐλαίαις <q>δυεῖν χαλκοῖν ἡ χοῖνιξ, εὐτελὴς ἡ πόλις·</q> εἶτα ταῖς ἐξωμίσι <q>δέκα <milestone unit="tlnum" n="20"/> δραχμῶν, εὐτελὴς ἡ πόλις.</q> οὐκοῦν καὶ ἡμεῖς, ὅταν ἀκούσωμεν ἑτέρου λέγοντος, ὡς μικρὰ τὰ καθʼ ἡμᾶς <milestone unit="stephpage" xml:id="stephpage-471a" n="471a"/> πράγματα καὶ λυπρὰ δεινῶς, μὴ ὑπατευόντων μηδʼ ἐπιτροπευόντων, ἔξεστιν εἰπεῖν <q>λαμπρὰ τὰ καθʼ ἡμᾶς πράγματα καὶ ζηλωτὸς ἡμῶν ὁ βίος, οὐ προσαιτοῦμεν <milestone unit="tlnum" n="25"/> οὐκ ἀχθοφοροῦμεν οὐ κολακεύομεν.</q> </p></div></div></body></text></TEI>