τοῦτʼ οὖν δεῖ πρῶτον ἀσκεῖν καὶ μελετᾶν, ὥσπερ ὁ τῆς κυνὸς ἁμαρτὼν τῷ λίθῳ καὶ τὴν μητρυιὰν πατάξας οὐδʼ οὕτως ἔφη κακῶς· ἔξεστι γὰρ μεθιστάναι τὴν τύχην ἐκ τῶν ἀβουλήτων. ἐφυγαδεύθη Διογένης, οὐδʼ οὕτω κακῶς ἤρξατο γὰρ φιλοσοφεῖν μετὰ τὴν φυγήν. Ζήνωνι τῷ Κιτιεῖ μία ναῦς περιῆν φορτηγός· πυθόμενος δὲ δὲ ] δὲ καὶ R ταύτην αὐτόφορτον ἀπολωλέναι συγκλυσθεῖσαν εὖγʼ εἶπεν ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα καὶ τὴν στοὰν συνελαύνουσʼ ἡμᾶς. τί οὖν κωλύει μιμεῖσθαι τούτους; ἀρχὴν παραγγέλλων παραγγέλλων R: τινα τελῶν διήμαρτες; ἐν ἀγρῷ διάξεις ἐπιμελόμενος τῶν ἰδίων. ἀλλὰ φιλίαν μνώμενος ἡγεμόνος ἀπώσθης; ἀκινδύνως καὶ ἀπραγμόνως βιώσῃ. πάλιν ἐν πράγμασιν ἀσχολίας ἔχουσι καὶ φροντίδας γέγονας; οὐδὲ θερμὸν ὕδωρ τοσόνδε τέγξει μαλθακὰ γυῖα τόσον γε μαλθακὰ τεύχει γυῖα Pindarus Nem. 4, 6 Eurip. Bacch. 66 κατὰ Πίνδαρον, ὡς δόξα ποιεῖ καὶ τὸ τιμᾶσθαι μετά τινος δυνάμεως πόνον ἡδὺν κάματὸν τʼ εὐκάματον. ἀλλά τις ἀπήντησεν ἐκ διαβολῆς ἢ φθόνου δυσημερία καὶ σκορακισμός; ἐπὶ τὰς Μούσας οὔριον τὸ πνεῦμα καὶ τὴν Ἀκαδήμειαν, Ἀκαδήμειαν *: ἀκαδημίαν ὥσπερ Πλάτωνι χειμασθέντι περὶ τὴν Διονυσίου φιλίαν. διὸ καὶ τοῦτο πρὸς εὐθυμίαν μέγα, τὸ τοὺς ἐνδόξους ἀποθεωρεῖν, εἰ μηδὲν ὑπὸ τῶν αὐτῶν πεπόνθασιν. οἷον ἀπαιδία τὸ λυποῦν ἐστι; τοὺς Ῥωμαίων ὅρα βασιλεῖς, ὧν οὐδεὶς υἱῷ τὴν ἀρχὴν ἀπέλιπε πενίᾳ δυσφορεῖς παρούσῃ; καὶ τίς ἂν ἐβούλου μᾶλλον εἶναι μᾶλλον εἶναι Benselerus: εἶναι μᾶλλον Βοιωτῶν ἢ Ἐπαμεινώνδας; τίς δὲ Ῥωμαίων ἢ Φαβρίκιος; ἀλλὰ διέφθαρταί σου τὸ γύναιον; οὐκ ἀνέγνωκας οὖν τοὐπίγραμμα τὸ ἐν Δελφοῖς ὑγρᾶς καὶ τραφερᾶς βασιλεὺς Ἆγίς μʼ ἀνέθηκεν· οὐδʼ ἀκήκοας, ὅτι τούτου τὴν γυναῖκα Τιμαίαν Ἀλκιβιάδης διέφθειρε, καὶ τὸ γεννηθὲν Ἀλκιβιάδην ἐκάλει ψιθυρίζουσα πρὸς τὰς θεραπαινίδας; ἀλλὰ τοῦτʼ Ἆγιν οὐκ ἐκώλυσεν ἐνδοξότατον Ἑλλήνων εἶναι καὶ μέγιστον ὥσπερ οὐδὲ Στίλπωνα τῶν κατʼ αὐτὸν φιλοσόφων ἱλαρώτατα ζῆν ἀκόλαστος οὖσʼ ἡ θυγάτηρ· ἀλλὰ καὶ Μητροκλέους ὀνειδίσαντος ἐμὸν οὖν ἔφη ἁμάρτημα τοῦτʼ ἐστὶν ἢ ἐκείνης; εἰπόντος δὲ τοῦ Μητροκλέους ἐκείνης μὲν ἁμάρτημα σὸν δʼ ἀτύχημα· πῶς λέγεις; εἶπεν οὐχὶ τὰ ἁμαρτήματα καὶ διαπτώματʼ ἐστί; πάνυ μὲν οὖν , ἔφη. τὰ δὲ διαπτώματʼ οὐχ ὧν διαπτώματα καὶ ἀποτεύγματα; συνωμολόγησε καὶ ὁ Μητροκλῆς. τὰ δʼ ἀποτεύγματʼ οὐχ ὧν ἀποτεύγματʼ καὶ ἀτυχήματα; πράῳ λόγῳ καὶ φιλοσόφῳ κενὸν ἀποδείξας ὕλαγμα, τὴν τοῦ κυνικοῦ βλασφημίαν. τοὺς δὲ πολλοὺς οὐ μόνον τὰ τῶν φίλων καὶ οἰκείων ἀλλὰ καὶ τὰ τῶν ἐχθρῶν ἀνιᾷ καὶ παροξύνει κακά. βλασφημίαι γὰρ καὶ ὀργαὶ καὶ φθόνοι καὶ κακοήθειαι καὶ ζηλοτυπίαι μετὰ δυσμενείας αὐτῶν μέν εἰσι τῶν ἐχόντων κῆρες, ἐνοχλοῦσι δὲ καὶ παροξύνουσι τοὺς ἀνοήτους· ὥσπερ ἀμέλει καὶ γειτόνων ἀκραχολίαι καὶ συνήθων δυσκολίαι καὶ τῶν περὶ τὰς πράξεις ὑπουργῶν μοχθηρίαι τινές. ὑφʼ ὧν οὐχ ἣκιστά μοι δοκεῖς καὶ αὐτὸς ἐπιταραττόμενος, ὥσπερ οἱ Σοφοκλέους ἰατροὶ πικρὰν χολὴν κλύζουσι φαρμάκῳ πικρῷ cf. p. 463 f οὕτως ἀντιχαλεπαίνειν καὶ συνεκπικραίνεσθαι τοῖς ἐκείνων πάθεσι καὶ νοσήμασιν, οὐκ εὐλόγως. ἃ γὰρ πράττεις πράγματα πεπιστευμένος, οὐχ ἁπλοῖς ἤθεσιν οὐδὲ χρηστοῖς ὥσπερ εὐφυέσιν ὀργάνοις ἀλλὰ καρχάροις τὰ πολλὰ καὶ σκολιοῖς διακονεῖται. τὸ μὲν οὖν ἀπευθύνειν ταῦτα μὴ νόμιζε σὸν ἔργον εἶναι μηδʼ ἄλλως ῥᾴδιον· ἂν δʼ ὡς τοιούτοις αὐτοῖς πεφυκόσι χρώμενος, ὥσπερ ἰατρὸς ὀδοντάγραις καὶ ἀγκτῆρσιν, ἤπιος φαίνῃ καὶ μέτριος ἐκ τῶν ἐνδεχομένων, εὐφρανῇ εὐφρανεῖ Duebnerus τῇ σῇ διαθέσει μᾶλλον ἢ λυπήσει ταῖς ἑτέρων ἀηδίαις καὶ μοχθηρίαις· καὶ ὥσπερ κύνας κύνας S: κύνες ἂν ὑλακτῶσι, τὸ προσῆκον αὐτοῖς ἐκείνους ἐκείνους R: ἐκείνοις οἰόμενος περαίνειν, ἐπιλήσῃ πολλὰ λυπηρὰ συνάγων, malim συνάγειν , aut quidem legendum παύσῃ pro ἐπιλήσῃ ὥσπερ εἰς χωρίον κοῖλον καὶ ταπεινὸν ἐπιρρέοντα, τὴν μικροψυχίαν ταύτην καὶ τὴν ἀσθένειαν, ἀλλοτρίων ἀναπιμπλαμένην κακῶν. ὅπου γὰρ ἔνιοι τῶν φιλοσόφων καὶ τὸν ἔλεον ψέγουσι πρὸς ἀτυχοῦντας ἀνθρώπους γιγνόμενον, ὡς καλοῦ τοῦ βοηθεῖν οὐ τοῦ συναλγεῖν καὶ συνενδιδόναι τοῖς πλησίον ὄντος· ὃ δὲ μεῖζόν ἐστιν, οὐδʼ αὑτῶν αὑτῶν R: αὐτῶν ἁμαρτανόντων καὶ διακειμένων φαύλως τὸ ἦθος αἰσθανομένους ἀθυμεῖν καὶ δυσφορεῖν ἐῶσιν, ἀλλὰ θεραπεύειν ἄνευ λύπης τὴν κακίαν δεῖ· σκόπει πῶς οὐκ ἄλογόν ἐστι περιορᾶν αὑτούς, ὅτι μὴ πάντες εἰσὶν οἱ χρώμενοι καὶ προσιόντες ἡμῖν ἐπιεικεῖς καὶ χαρίεντες, ἀχθομένους καὶ δυσκολαίνοντας. ἀλλʼ ὅρα, φίλε Πάκκιε, μὴ λανθάνομεν λανθάνομεν *: λανθάνωμεν ἑαυτοὺς οὐ τὸ καθόλου τῆς μοχθηρίας τῶν ἐντυγχανόντων ἀλλὰ τὸ πρὸς ἡμᾶς ὑπὸ φιλαυτίας τινὸς οὐ μισοπονηρίας προβαλλόμενοι προβαλλόμενοι κἑ ] vid. Praefat. p. LVII καὶ δεδοικότες. αἱ γὰρ σφοδραὶ περὶ τὰ πράγματα πτοῖαι καὶ παρʼ ἀξίαν ἐφέσεις καὶ διώξεις ἢ πάλιν ἀποστροφαὶ καὶ διαβολαὶ τὰς πρὸς ἀνθρώπους ἐγγεννῶσιν ὑποψίας καὶ δυσκολίας, ὑφʼ ὧν τὰ μὲν ἀποστερεῖσθαι τοῖς δὲ περιπίπτειν δοκοῦμεν. ὁ δὲ τοῖς πράγμασιν ἐθισθεὶς ἐλαφρῶς συμπεριφέρεσθαι καὶ μετρίως εὐκολώτατος ἀνθρώποις ὁμιλεῖν γίγνεται καὶ πραότατος;. ὅθεν ἐκεῖνον αὖθις τὸν περὶ τῶν πραγμάτων λόγον ἀναλάβωμεν. ὡς γὰρ ἐν τῷ πυρέττειν πικρὰ πάντα καὶ ἀηδῆ φαίνεται γευομένοις, ἀλλʼ ὅταν ἴδωμεν ἑτέρους ταὐτὰ ταὐτὰ *: τὰ αὐτὰ προσφερομένους καὶ μὴ δυσχεραίνοντας, οὐκέτι τὸ σιτίον οὐδὲ τὸ ποτὸν ἀλλʼ αὑτοὺς αἰτιώμεθα καὶ τὴν νόσον· οὕτω καὶ τοῖς πράγμασι παυσόμεθα μεμφόμενοι καὶ δυσχεραίνοντες, ἂν ἑτέρους ταὐτὰ ταὐτὰ ] τὰ αὐτὰ προσδεχομένους ἀλύπως καὶ ἱλαρῶς ὁρῶμεν. ἀγαθὸν τοίνυν ἐν τοῖς ἀβουλήτοις συμπτώμασι πρὸς εὐθυμίαν καὶ τὸ μὴ παρορᾶν ὅσα προσφιλῆ καὶ ἀστεῖα πάρεστιν ἡμῖν, ἀλλὰ μιγνύντας ἐξαμαυροῦν τὰ χείρονα τοῖς βελτίοσι. νῦν δὲ τὰς μὲν ὄψεις ὑπὸ τῶν ἄγαν λαμπρῶν τιτρωσκομένας ἀποστρέφοντες, ταῖς ἀνθηραῖς καὶ ποώδεσι χρόαις χρόαις *: χροιαῖς παρηγοροῦμεν τὴν δὲ διάνοιαν ἐντείνομεν εἰς τὰ λυπηρὰ καὶ προσβιαζόμεθα τοῖς τῶν ἀνιαρῶν ἐνδιατρίβειν ἀναλογισμοῖς, μονονοὺ βίᾳ τῶν βελτιόνων ἀποσπάσαντες. καίτοι τό γε πρὸς τὸν πολυπράγμονα λελεγμένον οὐκ ἀηδῶς δεῦρʼ ἔστι μετενεγκεῖν τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε, Kock. 3 p. 476 κακὸν ὀξυδορκεῖς, τὸ δʼ ἴδιον παραβλέπεις; τί τὸ σεαυτοῦ κακόν, ὦ μακάριε, λίαν καταβλέπεις καὶ ποιεῖς ἐναργὲς ἀεὶ καὶ πρόσφατον ἀγαθοῖς δὲ παροῦσιν οὐ προσάγεις τὴν διάνοιαν, ἀλλʼ ὥσπερ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ κάκιστα τῶν ἰδίων ἰδίων M: ἡδέων συνάγεις ἐπὶ σαυτόν, οὐδὲν τι τοῦ Χίου βελτίων γενόμενος ὃς πολὺν καὶ χρηστὸν οἶνον ἑτέροις πιπράσκων ἑαυτῷ πρὸς τὸ ἄριστον ὀξίνην ἐζήτει διαγευόμενος, οἰκέτης δέ τις ἐρωτηθεὶς ὑφʼ ἑτέρου τί ποιοῦντα τὸν δεσπότην καταλέλοιπεν ἀγαθῶν ἔφη παρόντων, κακὸν ζητοῦντα; καὶ γὰρ οἱ πολλοὶ τὰ χρηστὰ καὶ πότιμα τῶν ἰδίων ὑπερβαίνοντες ἐπὶ τὰ μοχθηρὰ καὶ δυσχερῆ τρέχουσιν. ὁ δʼ Ἀρίστιππος οὐ τοιοῦτος, ἀλλʼ ἀγαθὸς ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ βελτίονα τῶν ὑποκειμένων ἐξαναφέρειν καὶ ἀνακουφίζειν αὑτόν· χωρίον γοῦν ἀπολέσας καλὸν ἠρώτησεν ἕνα τῶν πάνυ προσποιουμένων συνάχθεσθαι καὶ συναγανακτεῖν οὐχὶ σοὶ μὲν χωρίδιον ἓν ἔστιν, ἐμοὶ δὲ τρεῖς ἀγροὶ καταλείπονται; συνομολογήσαντος δʼ ἐκείνου, τί οὖν εἶπεν οὐ σοὶ μᾶλλον ἡμεῖς συναχθόμεθα μανικὸν γάρ ἐστι τοῖς ἀπολλυμένοις ἀνιᾶσθαι μὴ χαίρειν δὲ τοῖς σῳζομένοις, ἀλλʼ ὥσπερ τὰ μικρὰ παιδάρια, ἀπὸ πολλῶν παιγνίων ἂν ἕν τις ἀφέληταί τι, καὶ τὰ λοιπὰ πάντα προσρίψαντα προρρίψαντα Herwerdenus, sed nihil opus κλαίει καὶ βοᾷ, τὸν αὐτὸν τρόπον ἡμᾶς περὶ ἓν ὀχληθέντας ὑπὸ τῆς τύχης, καὶ τἄλλα πάντα ποιεῖν ἀνόνητα ἑαυτοῖς ὀδυρομένους καὶ δυσφοροῦντας. καὶ τί , φήσαι τις ἄν, ἔχομεν; τί δʼ οὐκ ἔχομεν; ὁ μὲν δόξαν ὁ δʼ οἶκον ὁ δὲ γάμον τῷ δὲ φίλος ἀγαθός ἐστιν. Ἀντίπατρος δʼ ὁ Ταρσεὺς πρὸς τῷ τελευτᾶν ἀναλογιζόμενος ὧν ἔτυχεν ἀγαθῶν, οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας. δεῖ δὲ καὶ τὰ κοινὰ μὴ παρορᾶν ἀλλʼ ἔν τινι λόγῳ τίθεσθαι καὶ χαίρειν, ὅτι ζῶμεν ὑγιαίνομεν τὸν ἣλιον ὁρῶμεν· οὔτε πόλεμος οὔτε στάσις ἐστίν· ἀλλὰ καὶ ἡ γῆ παρέχει γεωργεῖν καὶ θάλασσα καὶ ἡ θάλασσα ? πλεῖν ἀδεῶς τοῖς βουλομένοις· καὶ λέγειν ἔξεστι καὶ πράττειν καὶ σιωπᾶν καὶ σχολάζειν. εὐθυμήσομεν δὲ τούτοις μᾶλλον παροῦσιν, ἂν μὴ παρόντων αὐτῶν φαντασίαν λαμβάνωμεν ἀναμιμνήσκοντες αὑτοὺς πολλάκις, ὡς ποθεινόν ἐστιν ὑγεία ὑγίεια *: ὑγεία νοσοῦσι καὶ πολεμουμένοις εἰρήνη, καὶ κτήσασθαι δόξαν ἐν πόλει τηλικαύτῃ τηλικαύτῃ R: τηλικαύτην καὶ φίλους ἀγνῶτι καὶ ξένῳ· καὶ; τὸ στέρεσθαι γενομένων ὡς ἀνιαρόν. οὐ γὰρ τότε γίγνεται μέγα καὶ τίμιον ἕκαστον ἡμῖν, ὅταν ἀπόληται, σῳζόμενον δὲ τὸ μηδέν ἐστιν· οὐδενὶ γὰρ ἀξίαν τὸ μὴ εἶναι προστίθησιν. οὐδὲ δεῖ κτᾶσθαι μὲν ὡς μεγάλα καὶ τρέμειν ἀεὶ δεδιότας ὡς ὑπὲρ μεγάλων μὴ στερηθῶμεν, ἔχοντας δὲ παρορᾶν καὶ καταφρονεῖν ὡς μηδενὸς ἀξίων ἀλλὰ χρῆσθαι μάλιστα ἐπὶ τῷ χαίρειν καὶ, ἀπολαύειν αὐτῶν, ἵνα καὶ τὰς ἀποβολάς, ἂν συντυγχάνωσι, πραότερον φέρωμεν. οἱ δὲ πολλοὶ ποιήματα μέν, ὡς ἔλεγεν Ἀρκεσίλαος, ἀλλότρια καὶ γραφὰς καὶ ἀνδριάντας οἴονται δεῖν ἀκριβῶς καὶ κατά μέρος ἕκαστον ἐπιπορευόμενοι τῇ διανοίᾳ καὶ τῇ ὄψει θεωρεῖν, τὸν δʼ ἑαυτῶν βίον ἔχοντα πολλὰς οὐκ ἀτερπεῖς ἀναθεωρήσεις ἐῶσιν, ἔξω βλέποντες ἀεὶ καὶ θαυμάζοντες ἀλλοτρίας δόξας καὶ τύχας, ὥσπερ μοιχοὶ τὰς ἑτέρων γυναῖκας αὑτῶν δὲ καὶ καὶ ] delendum vid. τῶν ἰδίων καταφρονοῦντες. καίτοι καὶ τοῦτο μέγα πρὸς εὐθυμίαν ἐστί, τὸ μάλιστα μὲν αὑτὸν ἐπισκοπεῖν καὶ τὰ καθʼ αὑτόν, εἰ δὲ μή, τοὺς ὑποδεεστέρους ἀποθεωρεῖν καὶ μή, καθάπερ οἱ πολλοί, πρὸς τοὺς ὑπερέχοντας ἀντιπαρεξάγουσιν. ἀντιπαρεξάγειν W οἷον εὐθύς, οἱ δεδεμένοι εὐδαιμονίζουσι τοὺς λελυμένους, ἐκεῖνοι δὲ τοὺς ἐλευθέρους οἱ δʼ ἐλεύθεροι. τοὺς πολίτας, οὗτοι δὲ πάλιν αὖ τοὺς πλουσίους, οἱ δὲ πλούσιοι τοὺς σατράπας οἱ δὲ σατράπαι τοὺς βασιλεῖς, οἱ δὲ βασιλεῖς τοὺς θεούς, μονονοὺ βροντᾶν καὶ ἀστράπτειν θέλοντες. εἷθʼ οὕτως ἀεὶ τῶν ὑπὲρ ἑαυτοὺς ἐνδεεῖς ὄντες οὐδέποτε τοῖς καθʼ ἑαυτοὺς χάριν ἔχουσιν. οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει· Bergk. 2 p. 390 καί καὶ ] del. idem οὐδʼ εἷλὲ πώ πώ ] κώ Schneidewinus με ζῆλος, οὐδʼ ἀγαίομαι Bergk. 2 p. 390 θεῶν ἔργα, μεγάλης δʼ οὐκ ἐρέω ἐρέω Schol. Aesch. Prom. 224: ἐρῶ τυραννίδος ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν. Θάσιος γὰρ ἦν ἐκεῖνος· ἄλλος δέ τις Χῖος, ἄλλος δὲ Γαλάτης ἢ Βιθυνὸς οὐκ ἀγαπῶν, εἴ τινος μερίδος ἦν ἢ ἦν ἢ *: ἢ δόξαν ἢ δύναμιν ἐν τοῖς ἑαυτοῦ πολίταις εἴληχεν, ἀλλὰ κλαίων ὅτι μὴ φορεῖ πατρικίους πατρικίους ] καλτίους Madvigius ἐὰν δὲ καὶ φορῇ, ὅτι μηδέπω στρατηγεῖ Ῥωμαίων ἐὰν δὲ καὶ στρατηγῇ, ὅτι μὴ ὑπατεύει· καὶ ὑπατεύων, ὅτι μὴ πρῶτος ἀλλʼ ὕστερος ἀνηγορεύθη. τοῦτο δʼ ἐστὶ τί ἄλλο ἢ συλλέγοντα προφάσεις ἀχαριστίας ἐπὶ τὴν τύχην αὐτὸν ὑφʼ αὑτοῦ κολάζεσθαι καὶ διδόναι δίκην; ἀλλʼ ὅ γε νοῦν ἔχων σωτήρια φρονοῦντα τοῦ ἡλίου μυριάδας ἀνθρώπων ἐφορῶντος εὐρυεδοῦς εὐρυεδοῦς Plato Protag. p. 345 c: εὐρυέδους ὅσοι καρπὸν αἰνύμεθα χθονός, οὐκ εἴ τινων ἧττον ἔνδοξός ἐστι καὶ πλούσιος, ὀδυρόμενος κάθηται καὶ ταπεινούμενος, ἀλλʼ ὅτι μυρίων μυριάκις ἐν τοσούτοις εὐσχημονέστερον ζῇ καὶ βέλτιον, ὑμνῶν τὸν ἑαυτοῦ δαίμονα καὶ τὸν βίον ὁδῷ ὁδῷ Cobetus: ἐν ὁδῷ πρόεισιν. ἐν Ὀλυμπίᾳ μὲν γὰρ οὐκ ἔστι νικᾶν ἐκ λεγόμενον ἀντιπάλους· ἐν δὲ τῷ βίῳ τὰ πράγματα δίδωσι περιόντα πολλῶν μέγα φρονεῖν, καὶ ζηλωτὸν εἶναι μᾶλλον ἢ ζηλοῦν ἑτέρους· ἄν γε δὴ μὴ τοῦ Βριάρεω μηδὲ τοῦ Ἡρακλέους ποιήσῃς σεαυτὸν ἀνταγωνιστήν. ὅταν οὖν πάνυ θαυμάσῃς ὡς κρείττονα τὸν ἐν τῷ φορείῳ κομιζόμενον, ὑποκύψας θέασαι καὶ τοὺς βαστάζοντας· καὶ ὅταν διαβαίνοντα τὴν σχεδίαν μακαρίσῃς τὸν Ξέρξην ἐκεῖνον, ὡς ὁ Ἑλλησπόντιος, ἴδε καὶ τοὺς ὑπὸ μάστιξι διορύττοντας τὸν Ἄθω καὶ τοὺς περικοπτομένους ὦτα καὶ ῥῖνας ἐπὶ τῷ διαλυθῆναι τὴν γέφυραν ὑπὸ τοῦ κλύδωνος, ἅμα καὶ τὴν ἐκείνων ἀποθεωρῶν διάνοιαν ὅτι τὸν σὸν βίον καὶ τὰ σὰ πράγματα μακαρίζουσιν. ὁ Σωκράτης ἀκούσας τινὸς τῶν φίλων λέγοντος ὡς πολυτελὴς ἡ πόλις μνᾶς ὁ Χῖος οἶνος, ἡ πορφύρα τριῶν μνῶν, τοῦ μέλιτος ἡ κοτύλη πέντε δραχμῶν· λαβὼν αὐτὸν προσήγαγε τοῖς ἀλφίτοις ὀβολοῦ τὸ ἡμίεκτον, εὐτελὴς ἡ πόλις· εἶτα ταῖς ἐλαίαις δυεῖν χαλκοῖν ἡ χοῖνιξ, εὐτελὴς ἡ πόλις· εἶτα ταῖς ἐξωμίσι δέκα δραχμῶν, εὐτελὴς ἡ πόλις. οὐκοῦν καὶ ἡμεῖς, ὅταν ἀκούσωμεν ἑτέρου λέγοντος, ὡς μικρὰ τὰ καθʼ ἡμᾶς πράγματα καὶ λυπρὰ δεινῶς, μὴ ὑπατευόντων μηδʼ ἐπιτροπευόντων, ἔξεστιν εἰπεῖν λαμπρὰ τὰ καθʼ ἡμᾶς πράγματα καὶ ζηλωτὸς ἡμῶν ὁ βίος, οὐ προσαιτοῦμεν οὐκ ἀχθοφοροῦμεν οὐ κολακεύομεν.