<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg096.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent">οὐ μὴν ἀλλʼ ἐπεὶ πρὸς ἑτέρους μᾶλλον ἢ πρὸς αὑτοὺς ὑπʼ ἀβελτερίας εἰθίσμεθα ζῆν, καὶ πολὺ τὸ δύσζηλον ἡ φύσις ἔχουσα καὶ τὸ βάσκανον, οὐ χαίρει τοσοῦτον τοῖς ἰδίοις, ὅσον ἀνιᾶται τοῖς <pb xml:id="v.3.p.224"/> ἀλλοτρίοις ἀγαθοῖς· μὴ μόνον ὅρα τὰ λαμπρὰ καὶ τὰ περιβόητα τῶν ζηλουμένων ὑπὸ σοῦ καὶ θαυμαζομένων, ἀλλʼ ἀνακαλύψας καὶ διαστείλας ὥσπερ ἀνθηρὸν παραπέτασμα τὴν δόξαν αὐτῶν καὶ τὴν ἐπιφάνειαν, <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-471b" n="471b"/> ἐντὸς γενοῦ καὶ κατόψει πολλὰ δυσχερῆ καὶ πολλὰς ἀηδίας ἐνούσας αὐτοῖς. ὁ γοῦν Πιττακὸς ἐκεῖνος, οὗ μέγα μὲν ἀνδρείας μέγα δὲ σοφίας καὶ δικαιοσύνης κλέος, εἱστία ξένους· ἐπελθοῦσα δʼ ἡ γυνὴ μετʼ ὀργῆς ἀνέτρεψε τὴν τράπεζαν· τῶν δὲ <milestone unit="tlnum" n="10"/> ξένων διατραπέντων <q>ἑκάστῳ τι</q> ἔφη <q>ἡμῶν κακὸν ἔστιν· ᾧ δὲ τοὐμόν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοὐμόν</foreign>] bene habet, vid. Symbolas</note> ἄριστα πράττει.</q> <quote rend="blockquote"><l> οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Kock. 3 p. 86</note><l>ἐπὰν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπὰν</foreign> p. 100 e: <foreign xml:lang="grc">ὅταν</foreign> </note> δʼ ἀνοίξῃ τὴν θύραν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὴν θύραν</foreign>] <foreign xml:lang="grc">τὰς θύρας</foreign> eadem pagina</note> τρισάθλιος· </l><l> γυνὴ κρατεῖ πάντων, ἐπιτάσσει,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιτάττει</foreign> eadem</note> μάχετʼ ἀεί. <milestone unit="tlnum" n="15"/> </l><l> ἀπὸ πλειόνων ὀδυνᾶτʼ, ἐγὼ δʼ ἀπʼ οὐδενός. </l></quote> τοιαῦτα πολλὰ καὶ πλούτῳ καὶ δόξῃ καὶ βασιλείᾳ <milestone unit="stephpage" xml:id="stephpage-471c" n="471c"/> πρόσεστιν ἄδηλα τοῖς πολλοῖς· ἐπιπροσθεῖ γὰρ ὁ τῦφος. <quote rend="blockquote"> ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Γ</foreign> 182</note> <milestone unit="tlnum" n="20"/> </quote> ἔξωθεν οὗτος. ὁ μακαρισμός, ὅπλων καὶ ἵππων καὶ στρατιᾶς περικεχυμένης· αἱ δὲ τῶν παθῶν φωναὶ πρὸς τὴν κενὴν δόξαν ἔνδοθεν ἀντιμαρτυροῦσι <quote rend="blockquote">Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">id. I 18</note> </quote> καὶ <pb xml:id="v.3.p.225"/> <quote rend="blockquote"><l> ζηλῶ σε, γέρον, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Eurip. Iphig. A 16</note><l> ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον </l><l> βίον ἐξεπέρασʼ ἀγνὼς, ἀκλεής. </l></quote> ἔξεστιν οὖν καὶ τούτοις τοῖς ἐπιλογισμοῖς ἀπαρύτειν <milestone unit="tlnum" n="5"/> τοῦ πρὸς τὴν τύχην μεμψιμοίρου καὶ διὰ τὸ θαυμάζειν <milestone unit="stephpage" xml:id="stephpage-471d" n="471d"/> τὰ τῶν πλησίον ἐκταπεινοῦντος τὰ οἰκεῖα καὶ καταβάλλοντος. </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">οὐχ ἥκιστα τοίνυν εὐθυμίαν κολούει τὸ μὴ συμμέτροις χρῆσθαι πρὸς τὴν ὑποκειμένην δύναμιν <milestone unit="tlnum" n="10"/> ὁρμαῖς ὥσπερ ἱστίοις, ἀλλὰ μειζόνων ἐφιεμένους ταῖς ἐλπίσιν εἶτʼ ἀποτυγχάνοντας αἰτιᾶσθαι δαίμονα καὶ τύχην ἀλλὰ μὴ τὴν αὑτῶν ἀβελτερίαν. οὐδὲ γὰρ ὁ τοξεύειν τῷ ἀρότρῳ βουλόμενος καὶ τῷ βοῒ τὸν λαγωὸν κυνηγετεῖν δυστυχής ἐστιν οὐδʼ ὁ γρίφοις <milestone unit="tlnum" n="15"/> καὶ σαγήναις ἐλάφους μὴ λαμβάνων οὐδʼ οἷς δαίμων οὐκ ἐναντιοῦται μοχθηρός, ἀλλʼ ἀβελτερίᾳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀβελτερία</foreign> *: <foreign xml:lang="grc">ἀβελτερίᾳ</foreign> </note> <milestone unit="stephpage" xml:id="stephpage-471e" n="471e"/> καὶ μωρίᾳ τοῖς ἀδυνάτοις ἐπιχειροῦσα.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιχειροῦσα</foreign> R: <foreign xml:lang="grc">ἐπιχειροῦσιν</foreign> </note> αἴτιον δʼ ἡ φιλαυτία μάλιστα, φιλοπρώτους ποιοῦσα καὶ φιλονίκους;<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φιλονίκους</foreign> Duebnerus: <foreign xml:lang="grc">φιλονείκους</foreign> </note> ἐν πᾶσι καὶ πάντων ἐπιδραττομένους ἀπλήστως <milestone unit="tlnum" n="20"/> οὐ γὰρ πλούσιοι μόνον ὁμοῦ καὶ λόγιοι καὶ ἰσχυροὶ καὶ συμποτικοὶ καὶ ἡδεῖς εἶναι καὶ φίλοι βασιλέων καὶ πόλεων ἄρχοντες ἀξιοῦσιν, ἀλλʼ εἰ μὴ καὶ κύνας ἕξουσι πρωτεύοντας ἀρετῇ καὶ ἵππους καὶ ὄρτυγας καὶ ἀλεκτρυόνας ἀθυμοῦσι. Διονύσιος; ὁ πρεσβύτερος <milestone unit="tlnum" n="25"/> οὐκ ἠγάπα μέγιστος ὢν τῶν τότε τυράννων, ἀλλʼ ὅτι· Φιλοξένου τοῦ ποιητοῦ μὴ βέλτιον ᾖδε <pb xml:id="v.3.p.226"/> <milestone unit="stephpage" xml:id="stephpage-471f" n="471f"/> μηδὲ περιῆν ἐν τῷ διαλέγεσθαι Πλάτωνος, ὀργισθεὶς καὶ παροξυνθεὶς τὸν μὲν εἰς τὰς λατομίας ἐνέβαλε τὸν δʼ ἀπέδοτο πέμψας εἰς Αἴγιναν. οὐ τοιοῦτος δʼ ὁ Ἀλέξανδρος, ἀλλʼ ἐπεὶ Κρίσων ὁ σταδιοδρόμος <milestone unit="tlnum" n="5"/> ἁμιλλώμενος αὐτῷ περὶ τάχους ἔδοξεν ἑκὼν παρεῖναι, σφόδρα διηγανάκτησεν, εὖ δὲ καὶ ὁ ποιητικὸς Ἀχιλλεὺς ὑπειπὼν <quote rend="blockquote"> τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Σ</foreign> 105. 106</note> ἐπήνεγκεν <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote">ἐν πολέμῳ· ἀγορῇ δὲ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι</quote> Μεγάβυζον δὲ τὸν Πέρσην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸν Πέρσην</foreign>] del. R</note> εἰς τὸ ζωγραφεῖον ἀναβάντα <milestone unit="stephpage" xml:id="stephpage-472a" n="472a"/> τὸ Ἀπελλοῦ καὶ λαλεῖν ἐπιχειρήσαντα περὶ τῆς τέχνης ἐπεστόμισεν ὁ Ἀπελλῆς εἰπών <q>ἕως μὲν ἡσυχίαν ἦγες, ἐδόκεις τις εἶναι διὰ τὰ χρυσία καὶ <milestone unit="tlnum" n="15"/> τὴν· πορφύραν, νυνὶ δὲ καὶ ταυτὶ τὰ τρίβοντα τὴν ὤχραν παιδάρια καταγελᾷ σου φλυαροῦντος.</q> ἀλλʼ ἔνιοι τοὺς μὲν Στωικοὺς οἴονται παίζειν, ὅταν ἀκούσωσι τὸν σοφὸν παρʼ αὐτοῖς μὴ μόνον φρόνιμον καὶ δίκαιον καὶ ἀνδρεῖον, ἀλλὰ καὶ ῥήτορα καὶ ποιητὴν <milestone unit="tlnum" n="20"/> καὶ στρατηγὸν καὶ πλούσιον καὶ βασιλέα προσαγορευόμενον αὑτοὺς δὲ πάντων ἀξιοῦσι τούτων, <milestone unit="stephpage" xml:id="stephpage-472b" n="472b"/> κἂν μὴ τυγχάνωσιν, ἀνιῶνται. καίτοι καὶ τῶν θεῶν ἄλλος ἄλλην ἔχων δύναμιν, ὁ μὲν ἐνυάλιος ὁ δὲ μαντεῖος ὁ δὲ κερδῷος; ἐπονομάζεται καὶ τὴν Ἀφροδίτην <milestone unit="tlnum" n="25"/> ὁ Ζεύς,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. <foreign xml:lang="grc">ε</foreign> 428 sqq.</note> ὡς οὐ μετὸν αὐτῇ πολεμικῶν ἔργων, ἐπὶ γάμους ἀποστέλλει καὶ θαλάμους. <pb xml:id="v.3.p.227"/> </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">τινὰ γὰρ οὐδὲ συνυπάρχειν ἀλλὰ μᾶλλον ὑπεναντιοῦσθαι πέφυκεν ἀλλήλοις τῶν σπουδαζομένων, οἷον ἄσκησις λόγων καὶ μαθημάτων ἀνάληψις ἀπραγμοσύνης δεῖται καὶ σχολῆς· δυνάμεις δὲ πολιτικαὶ <milestone unit="tlnum" n="5"/> καὶ φιλίαι βασιλέων οὐκ ἄνευ πραγμάτων οὐδʼ ἀσχολιῶν περιγίγνονται. καὶ μὴν <q>οἶνοί τε καὶ σαρκῶν ἐμφορήσεις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οἶνοί - ἐμφορήσεις</foreign> Stobaeus 21, 16: <foreign xml:lang="grc">οἶνός - ἐμφόρησις.</foreign> cf. Clem. Alex. p. 850 Pott.</note> σῶμα μὲν ἰσχυρὸν ποιοῦσι καὶ ῥωμαλέον, <milestone unit="stephpage" xml:id="stephpage-472c" n="472c"/> ψυχὴν δʼ ἀσθενῆ</q> καὶ χρημάτων ἐπιμέλεια μὲν συνεχὴς καὶ τήρησις αὔξει πλοῦτον, ὑπεροψία <milestone unit="tlnum" n="10"/> δὲ καὶ περιφρόνησις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑπεροψία δὲ καὶ περιφρόνησις</foreign>] <foreign xml:lang="grc">ἀνυπεροψία δὲ καὶ σωφροσύνη</foreign> Stobaeus</note> μέγα πρὸς φιλοσοφίαν ἐφόδιον. ὅθεν οὐ πάντα πάντων ἐστίν, ἀλλὰ δεῖ τῷ Πυθικῷ γράμματι πειθόμενον αὑτὸν καταμαθεῖν· εἶτα χρῆσθαι πρὸς ἓν ὃ πέφυκε, καὶ μὴ πρὸς ἄλλον ἄλλοτε βίου ζῆλον ἕλκειν καὶ παραβιάζεσθαι τὴν φύσιν· <milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l> ἐν ἅρμασιν ἵππος, ἐν δʼ ἀρότρῳ βοῦς, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">vid. p. 451 d</note><l> παρὰ ναῦν δʼ ἰθύει τάχιστα δελφίς, </l><l> κάπρῳ δὲ βουλεύοντα φόνον </l><l> κύνα χρὴ τλάθυμον ἐξευρεῖν. </l></quote> ὁ δʼ ἀσχάλλων καὶ λυπούμενος ὅτι μὴ καὶ λέων ἐστὶν <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-472d" n="472d"/> <quote rend="blockquote">ὀρεσίτροφος ἀλκὶ πεποιθώς</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. <foreign xml:lang="grc">ζ</foreign> 130</note> ἅμα καὶ κυνίδιον Μελιταῖον ἐν κόλπῳ χήρας γυναικὸς τιθηνούμενον, ἀπόπληκτός ἐστι. τούτου δʼ οὐδέν βελτίων ὁ βουλόμενος ἅμα μὲν Ἐμπεδοκλῆς ἢ Πλάτων ἢ Δημόκριτος εἶναι περὶ κόσμου γράφων <milestone unit="tlnum" n="25"/> καὶ τῆς τῶν ὄντων ἀληθείας, ἅμα δὲ πλουσίᾳ γραῒ <pb xml:id="v.3.p.228"/> συγκαθεύδειν ὡς Εὐφορίων, ἢ ἰὼν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἰὼν</foreign> R: <foreign xml:lang="grc">τῶν</foreign> </note> ἐπὶ κῶμον Ἀλεξάνδρῳ συμπίνειν ὡς Μήδιος· ἀγανακτῶν δὲ καὶ λυπούμενος, εἰ μὴ θαυμάζεται διὰ πλοῦτον ὡς Ἰσμηνίας καὶ διʼ ἀρετὴν ὡς Ἐπαμεινώνδας. οὐδὲ γὰρ <milestone unit="tlnum" n="5"/> οἱ δρομεῖς, ὅτι μὴ τοὺς τῶν παλαιστῶν φέρονται στεφάνους, ἀθυμοῦσιν ἀλλὰ τοῖς αὑτῶν ἀγάλλονται <milestone unit="stephpage" xml:id="stephpage-472e" n="472e"/> καὶ χαίρουσι <q>Σπάρταν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Σπάρταν κἑ</foreign>] Leutsch. 2 p. 772</note> ἔλαχες, ταύταν κόσμει</q> καὶ γὰρ ὁ Σόλων <quote rend="blockquote"> ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Bergk. 2 p. 47</note> <milestone unit="tlnum" n="10"/> τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδόν αἰεί,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αἰεὶ</foreign> p. 78 c: <foreign xml:lang="grc">ἐστι</foreign> </note> <quote rend="blockquote"> χρήματα δʼ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει. </quote> καὶ Στράτων ὁ φυσικός, ἀκούσας ὅτι πολλαπλασίους ἔχει Μενέδημος μαθητάς, <q>τί οὖν</q> ἔφη <q>θαυμαστόν, εἰ πλείονὲς εἰσιν οἱ λούεσθαι θέλοντες τῶν ἀλείφεσθαι <milestone unit="tlnum" n="15"/> βουλομένων</q> Ἀριστοτέλης δὲ πρὸς Ἀντίπατρον γράφων <q>οὐκ Ἀλεξάνδρῳ μόνον</q> ἔφη <q>προσήκει <milestone unit="stephpage" xml:id="stephpage-472f" n="472f"/> μέγα φρονεῖν, ὅτι κρατεῖ πολλῶν ἀνθρώπων; ἀλλʼ οὐχ ἧττον οἷς ὑπάρχει περὶ θεῶν ἃ δεῖ δοξάζειν.</q> τοὺς γὰρ οὕτω, τὰ οἰκεῖα σεμνύνοντας οὐκ ἐνοχλήσει <milestone unit="tlnum" n="20"/> τὰ τῶν πλησίον νῦν δὲ τὴν ἄμπελον σῦκα φέρειν οὐκ ἀξιοῦμεν οὐδὲ τὴν ἐλαίαν βότρυς· αὐτοὶ δʼ ἑαυτούς, ἐὰν μὴ καὶ τὰ τῶν πλουσίων ἅμα καὶ τὰ τῶν λογίων καὶ τὰ τῶν στρατευομένων καὶ τὰ τῶν φιλοσοφούντων καὶ τὰ τῶν κολακευόντων καὶ τὰ τῶν παρρησιαζομένων <milestone unit="tlnum" n="25"/> καὶ τὰ τῶν φειδομένων καὶ τὰ τῶν δαπανώντων ἔχωμεν προτερήματα, συκοφαντοῦμεν καὶ ἀχαριστοῦμεν αὑτοῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῖς</foreign> *: <foreign xml:lang="grc">αὐτοῖς</foreign> </note> καὶ καταφρονοῦμεν ὡς, ἐνδεῶς <pb xml:id="v.3.p.229"/> <milestone unit="stephpage" xml:id="stephpage-473a" n="473a"/> καὶ εὐτελῶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὐτελῶς</foreign> R: <foreign xml:lang="grc">ἀτελῶς</foreign> </note> βιούντων. πρὸς δὲ τούτῳ καὶ τὴν φύσιν ὁρῶμεν ὑπομιμνήσκουσαν ἡμᾶς. ὡς γὰρ τῶν θηρίων ἑτέροις ἀφʼ ἑτέρων παρεσκεύασε τὴν τροφὴν εἶναι καὶ οὐ πάντα σαρκοφαγεῖν ἢ σπερμολογεῖν ἢ <milestone unit="tlnum" n="5"/> ῥιζωρυχεῖν ἐποίησεν, οὕτω τοῖς ἀνθρώποις ποικίλας πρὸς τὸν βίον ἀφορμὰς ἔδωκε· <quote rend="blockquote"> μηλοβότᾳ τʼ ἀρότᾳ τʼ ὀρνιχολόχῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὀρνιχολόχῳ</foreign> Pindarus Isthm. 1, 48: <foreign xml:lang="grc">ὀρνιθολόχῳ</foreign> </note> τε </quote> καὶ ὃν πόντος τρέφει δεῖ δὲ τὸ πρόσφορον ἑαυτοῖς ἑλομένους καὶ διαπονοῦντας ἐᾶν τὰ τῶν ἄλλων, καὶ <milestone unit="tlnum" n="10"/> μὴ τὸν Ἡσίοδον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἡσίοδον</foreign>] OD 25</note> ἐλέγχειν ἐνδεέστερον εἰπόντα <quote rend="blockquote"> καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων. </quote> οὐ γὰρ μόνον τοὺς ὁμοτέχνους καὶ τοὺς ὁμοτρόπους <milestone unit="stephpage" xml:id="stephpage-473b" n="473b"/> ζηλοῦντες, ἀλλὰ καὶ λογίους πλούσιοι καὶ πλουσίους ἔνδοξοι καὶ δικολόγοι σοφιστάς, καὶ ναὶ μὰ Δία <milestone unit="tlnum" n="15"/> κωμῳδοὺς εὐημεροῦντας ἐν θεάτροις καὶ ὀρχηστὰς καὶ θεράποντας ἐν αὐλαῖς βασιλέων ἐλεύθεροι καὶ εὐπατρίδαι κατατεθαμβημένοι καὶ μακαρίζοντες, οὐ μετρίως λυποῦσιν αὑτοὺς καὶ ταράττουσιν. </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">ὅτι δʼ ἕκαστος ἐν ἑαυτῷ τὰ τῆς εὐθυμίας <milestone unit="tlnum" n="20"/> καὶ τῆς δυσθυμίας ἔχει ταμιεῖα, καὶ τοὺς τῶν ἀγαθῶν καὶ κακῶν πίθους οὐκ <q>ἐν Διὸς οὔδει</q> κατακειμένους ἀλλʼ ἐν τῇ ψυχῇ κειμένους,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κειμένους</foreign>] del. Herwerdenus. cf. Hom. <foreign xml:lang="grc">Ω</foreign> 527</note> αἱ διαφοραὶ τῶν <milestone unit="stephpage" xml:id="stephpage-473c" n="473c"/> παθῶν δηλοῦσιν. οἱ μὲν γὰρ ἀνόητοι καὶ παρόντα τὰ χρηστὰ παρορῶσι καὶ ἀμελοῦσιν ὑπὸ τοῦ συντετάσθαι <milestone unit="tlnum" n="25"/> πρὸς τὸ μέλλον ἀεὶ ταῖς φροντίσιν, οἱ δὲ φρόνιμοι καὶ τὰ μηκέτʼ ὄντα τῷ μνημονεύειν <pb xml:id="v.3.p.230"/> ἐναργῶς ὄντα ποιοῦσιν ἑαυτοῖς· τὸ γὰρ παρὸν τῷ ἐλαχίστῳ τοῦ χρόνου μορίῳ θιγεῖν παρασχὸν εἶτα τὴν αἴσθησιν ἐκφυγόν, οὐκέτι δοκεῖ πρὸς ἡμᾶς οὐδʼ ἡμέτερον εἶναι τοῖς ἀνοήτοις· ἀλλʼ ὥσπερ ὁ ἐν Ἃιδου <milestone unit="tlnum" n="5"/> ζωγραφούμενος σχοινοστρόφος ὄνῳ τινὶ·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὄνῳ τινὶ</foreign>] vid. Praefat. p. XXII ac Paus. 10, 29</note> παρίησιν ἐπιβοσκομένῳ καταναλίσκειν τὸ πλεκόμενον, ὅτῳ τῶν πολλῶν ἀναίσθητος καὶ ἀχάριστος ὑπολαμβάνουσα λήθη καὶ κατανεμομένη πρᾶξίν τε πᾶσαν ἀφανίζουσα <milestone unit="stephpage" xml:id="stephpage-473d" n="473d"/> καὶ κατόρθωμα καὶ σχολὴν ἐπίχαριν καὶ <milestone unit="tlnum" n="10"/> συμπεριφορὰν καὶ ἀπόλαυσιν, οὐκ ἐᾷ τὸν βίον ἕνα γενέσθαι, συμπλεκομένων τοῖς παροῦσι τῶν παρῳχημένων ἀλλʼ ὥσπερ ἕτερον τὸν ἐχθὲς ὄντα τοῦ σήμερον καὶ τὸν αὔριον ὁμοίως οὐ τὸν αὐτὸν τῷ σήμερον διαιροῦσα, πᾶν τὸ γιγνόμενον εὐθὺς εἰς τὸ <milestone unit="tlnum" n="15"/> ἀγένητον τῷ ἀμνημονεύτῳ καθίστησιν. οἱ μὲν γὰρ ἐν ταῖς σχολαῖς τὰς αὐξήσεις ἀναιροῦντες ὡς τῆς οὐσίας; ἐνδελεχῶς ῥεούσης, λόγῳ ποιοῦσιν ἡμῶν ἕκαστον ἄλλον ἑαυτοῦ καὶ ἄλλον οἱ δὲ τῇ μνήμῃ τὰ πρότερον μὴ στέγοντες μηδʼ ἀναλαμβάνοντες ἀλλʼ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-473e" n="473e"/> ὑπεκρεῖν ἐῶντες, ἔργῳ ποιοῦσιν ἑαυτοὺς καθʼ ἡμέραν ἀποδεεῖς καὶ κενοὺς καὶ τῆς αὔριον ἐκκρεμαμένους, ὡς τῶν πέρυσι καὶ πρῴην καὶ χθὲς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ χθὲς</foreign>] <foreign xml:lang="grc">κἀχθὲς</foreign>?</note> οὐ πρὸς αὐτοὺς ὄντων οὐδʼ ὅλως αὐτοῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοὺς</foreign> X: <foreign xml:lang="grc">αὐτῶν</foreign> </note> γενομένων. </p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent">καὶ τοῦτʼ οὖν τὴν εὐθυμίαν ἐπιταράσσει <milestone unit="tlnum" n="25"/> κἀκεῖνο μᾶλλον, ὅταν, ὥσπερ αἱ μυῖαι τῶν λείων τόπων ἐν τοῖς κατόπτροις ἀπολισθάνουσι ταῖς δὲ τραχύτησι προσέχονται· καὶ ταῖς ἀμυχαῖς, οὕτως <pb xml:id="v.3.p.231"/> ἄνθρωποι τῶν ἱλαρῶν καὶ προσηνῶν ἀπορρέοντες ἐμπλέκωνται ταῖς τῶν ἀηδῶν ἀναμνήσεσι μᾶλλον δʼ ὥσπερ ἐν Ὀλύνθῳ τοὺς κανθάρους λέγουσιν, εἴς τι <milestone unit="stephpage" xml:id="stephpage-473f" n="473f"/> χωρίον ἐμβάλλοντας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">malim <foreign xml:lang="grc">ἐμβαλόντας</foreign> </note> ὃ καλεῖται <q>κανθαρώλεθρον,</q> <milestone unit="tlnum" n="5"/> ἐκβῆναι μὴ δυναμένους ἀλλʼ ἐκεῖ στρεφομένους καὶ κυκλοῦντας ἐναποθνῄσκειν, οὕτως εἰς τὴν τῶν κακῶν μνήμην ὑπορρυέντες ἀνενεγκεῖν μὴ θέλωσι μηδʼ ἀναπνεῦσαι. δεῖ δʼ ὥσπερ ἐν πινακίῳ χρωμάτων ἐν τῇ ψυχῇ τῶν πραγμάτων τὰ φαιδρὰ καὶ λαμπρὰ προβάλλοντας, <milestone unit="tlnum" n="10"/> ἀποκρύπτειν τὰ σκυθρωπὰ καὶ πιέζειν· ἐξαλεῖψαι γὰρ οὐκ ἔστι παντάπασιν οὐδʼ ἀπαλλαγῆναι. <q>παλίντονος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">παλίντονος κἑ</foreign>] Bywater. p. 22</note> γὰρ ἁρμονίη κόσμου, ὅκωσπερ λύρης καὶ <milestone unit="stephpage" xml:id="stephpage-474a" n="474a"/> τόξου·</q> καὶ τῶν ἀνθρωπίνων καθαρὸν οὐδὲν οὐδʼ ἀμιγές. ἀλλʼ ὥσπερ ἐν μουσικῇ βαρεῖς φθόγγοι καὶ <milestone unit="tlnum" n="15"/> ὀξεῖς ἐν δὲ γραμματικῇ φωνήεντα καὶ ἄφωνα γράμματα, μουσικὸς δὲ καὶ γραμματικὸς οὐχ ὁ θάτερα δυσχεραίνων καὶ ὑποφεύγων ἀλλʼ ὁ πᾶσι χρῆσθαι καὶ μιγνύναι πρὸς τὸ οἰκεῖον ἐπιστάμενος· οὕτω καὶ τῶν πραγμάτων ἀντιστοιχίας ἐχόντων (ἐπεὶ κατὰ τὸν Εὐριπίδην·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδην</foreign>] Nauck. p. 369</note> <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l> οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, </l><l> ἀλλʼ ἔστι τις σύγκρασις, ὥστʼ ἔχειν καλῶς</l></quote>), <milestone unit="stephpage" xml:id="stephpage-474b" n="474b"/> οὐ δεῖ τοῖς ἑτέροις ἐξαθυμεῖν οὐδʼ ἀπαγορεύειν ἀλλʼ ὥσπερ ἁρμονικοὺς ἀμβλύνοντας ἀεὶ τοῖς κρείττοσι τὰ φαῦλα καὶ τὰ χείρονα τοῖς χρηστοῖς ἐμπεριλαμβάνοντας, <milestone unit="tlnum" n="25"/> ἐμμελὲς τὸ τοῦ βίου μῖγμα ποιεῖν καὶ οἰκεῖον αὑτοῖς.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῖς</foreign> *: <foreign xml:lang="grc">αὐτοῖς</foreign> </note> οὐ γάρ, ὡς ὁ Μένανδρός<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Μένανδρος</foreign>] Kock. 3 p. 167, ubi <foreign xml:lang="grc">συμπαρίσταται</foreign></note> φησιν, <pb xml:id="v.3.p.232"/> <quote rend="blockquote"><l> ἅπαντι δαίμων ἀνδρὶ συμπαραστατεῖ </l><l> εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου </l><l> ἀγαθός, </l></quote> ἀλλὰ μᾶλλον, ὡς Ἐμπεδοκλῆς, διτταί τινες ἕκαστον <milestone unit="tlnum" n="5"/> ἡμῶν γιγνόμενον παραλαμβάνουσι καὶ κατάρχονται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κατάρχουσι</foreign> Mullachius</note> μοῖραι καὶ δαίμονες· <quote rend="blockquote"><l> ἔνθʼ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">idem 1 p. 1</note><l>δῆρίς θʼ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις, <milestone unit="stephpage" xml:id="stephpage-474c" n="474c"/> </l><l>Καλλιστὼ τʼ Αἴσχρη τε Θόωσά τε Δηναίη τε, <milestone unit="tlnum" n="10"/> </l><l>νημερτής τʼ ἐρόεσσα μελάγκαρπός<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μελάγκαρπός</foreign>] <foreign xml:lang="grc">μελάγκουρός</foreign> Tzetzes</note> τʼ Ἀσάφεια. </l></quote> </p></div></div></body></text></TEI>