<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg096.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-464e" n="464e"/>Πλούταρχος Πακκίῳ εὖ πράττειν.</p><p rend="indent">ὀψέ σου τὴν ἐπιστολὴν ἐκομισάμην, ἐν παρεκάλεις <milestone unit="stephpage" xml:id="stephpage-464f" n="464f"/> περὶ εὐθυμίας σοί τι γραφῆναι καὶ περὶ τῶν ἐν Τιμαίῳ δεομένων ἐπιμελεστέρας ἐξηγήσεως. ἅμα <milestone unit="tlnum" n="5"/> δέ πως τὸν ἑταῖρον ἡμῶν Ἔρωτα κατελάμβανεν αἰτία τοῦ πλεῖν εὐθὺς εἰς Ῥώμην, παρὰ Φουνδάνου τοῦ κρατίστου γράμματα δεδεγμένον, οἷος ἐκεῖνος, ἐπιταχύνοντα. μήτε δὲ χρόνον ἔχων, ὡς προῃρούμην, γενέσθαι πρὸς οἷς ἐβούλου μήτε ὑπομένων κεναῖς <milestone unit="tlnum" n="10"/> παντάπασι τὸν ἄνδρα χερσὶν ὀφθῆναί σοι παρʼ ἡμῶν ἀφιγμένον, ἀνελεξάμην περὶ εὐθυμίας ἐκ τῶν ὑπομνημάτων ὧν ἐμαυτῷ πεποιημένος ἐτύγχανον ἡγούμενος καὶ σὲ τὸν λόγον τοῦτον οὐκ ἀκροάσεως <milestone unit="stephpage" xml:id="stephpage-465a" n="465a"/> ἕνεκα θηρωμένης καλλιγραφίαν ἀλλὰ χρείας βιωτικῆς <milestone unit="tlnum" n="15"/> ἐπιζητεῖν, καὶ συνηδόμενος, ὅτι καὶ φιλίας ἔχων ἡγεμονικὰς καὶ δόξαν οὐδενὸς ἐλάττονα τῶν ἐν ἀγορᾷ λεγόντων τὸ τοῦ τραγικοῦ Μέροπος οὐ πέπονθας, οὐδʼ ὡς ἐκεῖνον <quote rend="blockquote"> εὐδαιμονίζων ὄχλος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὄχλος</foreign> idem: <foreign xml:lang="grc">ὁ ὄχλος</foreign> cf. Nauck. p. 606</note> ἐξέπληξε σε </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">versum effecit Meinekius</note> <milestone unit="tlnum" n="20"/> τῶν φυσικῶν παθῶν ἀλλὰ πολλάκις ἀκηκοὼς μνημονεύεις ὡς οὔτε ποδάγρας ἀπαλλάττει πατρίκιος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πατρίκιος</foreign>] <foreign xml:lang="grc">κάλτιος</foreign> X</note> <pb xml:id="v.3.p.209"/> οὔτε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὔτε</foreign> (posterius) *: <foreign xml:lang="grc">οὐδὲ</foreign> </note> δακτύλιος πολυτελὴς παρωνυχίας οὔτε διάδημα κεφαλαλγίας. πόθεν γε δὴ πρὸς ἀλυπίαν ψυχῆς καὶ βίον ἀκύμονα χρημάτων ὄφελος ἢ δόξης ἢ δυνάμεως <milestone unit="stephpage" xml:id="stephpage-465b" n="465b"/> ἐν αὐλαῖς, ἂν μὴ τὸ χρώμενον εὐχάριστον ᾖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὐχάριστον ᾖ</foreign>] sana sunt. Vid. Symb. meas</note> <milestone unit="tlnum" n="5"/> τοῖς ἔχουσι καὶ τὸ τῶν ἀπόντων μὴ δεόμενον ἀεὶ παρακολουθῇ; τί δὲ τοῦτʼ ἐστὶν ἄλλο ἢ λόγος εἰθισμένος καὶ μεμελετηκὼς τοῦ παθητικοῦ καὶ ἀλόγου τῆς ψυχῆς ἐξισταμένου πολλάκις ἐπιλαμβάνεσθαι ταχὺ καὶ μὴ περιορᾶν ἀπορρέον καὶ καταφερόμενον <milestone unit="tlnum" n="10"/> ὑπὸ τῶν παρόντων; ὥσπερ οὖν ὁ Ξενοφῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Χενοφῶν</foreign>] Cyrop. 1, 6, 3</note> παρῄνει τῶν θεῶν εὐτυχοῦντας μάλιστα μεμνῆσθαι καὶ τιμᾶν, ὅπως, ὅταν ἐν χρείᾳ γενώμεθα, θαρροῦντες αὐτοὺς παρακαλῶμεν ὡς εὐμενεῖς ὄντας ἤδη καὶ φίλους· οὕτω καὶ τῶν λόγων, ὅσοι πρὸς τὰ πάθη βοηθοῦσι, <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-465c" n="465c"/> δεῖ πρὸ τῶν παθῶν ἐπιμέλεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιμέλεσθαι</foreign> *: <foreign xml:lang="grc">ἐπιμελεῖσθαι</foreign> </note> τοὺς νοῦν ἔχοντας, ἵνʼ ἐκ πολλοῦ παρεσκευασμένοι μᾶλλον ὠφελῶσιν ὡς γὰρ οἱ χαλεποὶ κύνες πρὸς πᾶσαν ἐκταραττόμενοι βοὴν ὑπὸ μόνης καταπραΰνονται τῆς συνήθους, οὕτω καὶ τὰ πάθη τὰ τῆς ψυχῆς διαγριαινόμενα καταπαῦσαι <milestone unit="tlnum" n="20"/> ῥᾳδίως οὐκ ἔστιν ἂν μὴ λόγοι παρόντες οἰκεῖοι καὶ συνήθεις ἐπιλαμβάνωνται τῶν ταραττομένων. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ὁ μὲν οὖν εἰπὼν ὅτι <q>δεῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δεῖ κἑ</foreign>] Mullach. 1 p. 346</note> τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ πολλὰ πρήσσειν μήτε ἰδίῃ μήτε ξυνῇ,</q> πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, <milestone unit="tlnum" n="25"/> γιγνομένην ὤνιον ἀπραξίας· οἷον ἀρρώστῳ παραινῶν ἑκάστῳ <pb xml:id="v.3.p.210"/> <milestone unit="stephpage" xml:id="stephpage-465d" n="465d"/> <quote rend="blockquote">μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Eurip. Orest. 258</note> καίτοι κακὸν μὲν ἀναισθησίας σώματι φάρμακον ἀπονίας· οὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ῥᾳθυμίᾳ καὶ μαλακίᾳ καὶ προδοσίᾳ φίλων καὶ οἰκείων καὶ <milestone unit="tlnum" n="5"/> πατρίδος ἐξαιρῶν τὸ ταραχῶδες αὐτῆς καὶ λυπηρόν. ἔπειτα καὶ ψεῦδός ἐστι τὸ εὐθυμεῖν τοὺς μὴ πολλὰ πράσσοντας· ἔδει γὰρ εὐθυμοτέρας εἶναι γυναῖκας ἀνδρῶν οἰκουρίᾳ τὰ πολλὰ συνούσας· νυνὶ δʼ ὁ μὲν βορέας <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"> διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν </quote> ὥς φησιν Ἡσίοδος,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] OD 519</note> λῦπαι δὲ καὶ ταραχαὶ καὶ κακοθυμίαι διὰ ζηλοτυπίας καὶ δεισιδαιμονίας καὶ φιλοτιμίας <milestone unit="stephpage" xml:id="stephpage-465e" n="465e"/> καὶ κενῶν δοξῶν, ὅσας οὐκ ἂν εἴποι τις, εἰς τὴν γυναικωνῖτιν ὑπορρέουσιν ὁ δὲ Λαέρτης εἴκοσιν <milestone unit="tlnum" n="15"/> ἔτη καθʼ αὑτὸν ἐν ἀγρῷ διαιτώμενος <quote rend="blockquote"> γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. <foreign xml:lang="grc">α</foreign> 191</note> παρτίθει,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">παρτίθει</foreign> Cobetus</note> τὴν μὲν πατρίδα καὶ τὸν οἶκον καὶ τὴν βασιλείαν ἔφυγε, τὴν δὲ λύπην μετʼ ἀπραξίας καὶ κατηφείας ἀεὶ συνοικοῦσαν εἶχεν. ἐνίους δὲ καὶ τὸ <milestone unit="tlnum" n="20"/> μὴ πράσσειν αὐτὸ πολλάκις εἰς ἀθυμίαν καθίστησιν, ὡς τοῦτον· <quote rend="blockquote"><l> αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. A 488</note><l> διογενὴς Πηλέως υἱός, πόδας ὠκὺς Ἀχιλλεύς <milestone unit="stephpage" xml:id="stephpage-465f" n="465f"/> </l><l> οὔτε ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν, <milestone unit="tlnum" n="25"/> </l><l> οὔτε ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ </l><l> αὖθι μένων, ποθέεσκε δʼ ἀυτήν τε πτόλεμόν τε.</l></quote> <pb xml:id="v.3.p.211"/> καὶ λέγει περιπαθῶν ἐπὶ τούτῳ καὶ ἀσχάλλων αὐτός <quote rend="blockquote"> ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης.</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Σ</foreign> 104</note> ὅθεν οὐδʼ Ἐπίκουρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἐπίκουρος</foreign>] Usener. p. 328</note> οἴεται δεῖν ἡσυχάζειν, ἀλλὰ τῇ φύσει χρῆσθαι πολιτευομένους καὶ πράσσοντας <milestone unit="tlnum" n="5"/> τὰ κοινὰ τοὺς φιλοτίμους καὶ φιλοδόξους, ὡς μᾶλλον <milestone unit="stephpage" xml:id="stephpage-466a" n="466a"/> ὑπʼ ἀπραγμοσύνης ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας, ἂν ὧν ὀρέγονται μὴ τυγχάνωσιν. ἀλλʼ ἐκεῖνος μὲν ἄτοπος οὐ τοὺς δυναμένους τὰ κοινὰ πράσσειν προτρεπόμενος ἀλλὰ τοὺς ἡσυχίαν ἄγειν <milestone unit="tlnum" n="10"/> μὴ δυναμένους. δεῖ δὲ μὴ πλήθει μηδʼ ὀλιγότητι πραγμάτων, ἀλλὰ τῷ καλῷ καὶ τῷ αἰσχρῷ τὸ εὔθυμον ὁρίζειν καὶ τὸ δύσθυμον· τῶν γὰρ καλῶν ἡ παράλειψις οὐχ ἧττον ἢ τῶν φαύλων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φαύλων</foreign>] <foreign xml:lang="grc">βλαβερῶν</foreign> Stob. 29, 71</note> ἡ πρᾶξις ἀνιαρόν ἐστι καὶ ταραχῶδες, ὡς εἴρηται. <milestone unit="tlnum" n="15"/> </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">τοὺς μὲν γὰρ ἀφωρισμένως ἕνα βίον ἄλυπον νομίζοντας, ὡς ἔνιοι τὸν τῶν γεωργῶν ἢ τὸν τῶν ἠιθέων ἢ τὸν τῶν βασιλέων, ἱκανῶς ὁ Μένανδρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Μένανδρος</foreign>] Kock. 3 p. 79</note> ὑπομιμνήσκει λέγων <milestone unit="stephpage" xml:id="stephpage-466b" n="466b"/> <quote rend="blockquote"><l> ᾤμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία, <milestone unit="tlnum" n="20"/> </l><l> οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν </l><l> τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω </l><l>οἴμοι λέγειν, ἡδὺν δὲ καὶ πρᾶόν τινα </l><l> ὕπνον καθεύδειν </l></quote> εἶτα προσδιελθών, ὡς καὶ τοὺς πλουσίους ἑώρα ταὐτὰ <milestone unit="tlnum" n="25"/> πάσχοντας τοῖς πένησιν, <pb xml:id="v.3.p.212"/> <quote rend="blockquote"><l>ἆρʼ ἐστί φησὶ συγγενές τι λύπη καὶ βίος; </l><l> τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ </l><l> πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ. </l></quote> ἀλλʼ ὥσπερ οἱ δειλοὶ καὶ ναυτιῶντες ἐν τῷ πλεῖν, <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-466c" n="466c"/> εἶτα ῥᾷον οἰόμενοι διάξειν, ἐὰν εἰς γαῦλον ἐξ ἀκάτου καὶ πάλιν ἐὰν εἰς τριήρη μεταβῶσιν, οὐδὲν περαίνουσι, τὴν χολὴν καὶ τὴν δειλίαν συμμεταφέροντες ἑαυτοῖς· οὕτως αἱ τῶν βίων ἀντιμεταλήψεις οὐκ ἐξαιροῦσι τῆς ψυχῆς τὰ λυποῦντα καὶ ταράττοντα· <milestone unit="tlnum" n="10"/> ταῦτα δʼ ἐστὶν ἀπειρία πραγμάτων, ἀλογιστία, τὸ μὴ δύνασθαι μηδʼ ἐπίστασθαι χρῆσθαι τοῖς παροῦσιν ὀρθῶς· ταῦτα καὶ πλουσίους χειμάζει καὶ πένητας, ταῦτα καὶ γεγαμηκότας ἀνιᾷ καὶ ἀγάμους· διὰ ταῦτα φεύγουσι τὴν ἀγορὰν εἶτα τὴν ἡσυχίαν οὐ <milestone unit="tlnum" n="15"/> φέρουσι, διὰ ταῦτα προαγωγὰς ἐν αὐλαῖς διώκουσι, καὶ παρελθόντες εὐθὺς βαρύνονται. <quote rend="blockquote"> δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο· </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Eurip. Or. 232</note> καὶ γὰρ ἡ γυνὴ λυπεῖ καὶ τὸν ἰατρὸν αἰτιῶνται καὶ δυσχεραίνουσι τὸ κλινίδιον, <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-466d" n="466d"/> <quote rend="blockquote"> φίλων δʼ ὃ τʼ ἐλθὼν λυπρὸς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">λυπρός</foreign> Grotius: <foreign xml:lang="grc">λυπηρός</foreign> </note> ὃ τʼ ἀπιὼν βαρύς </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 743</note> ὡς ὁ Ἴων φησίν. εἶτα τῆς νόσου διαλυθείσης καὶ κράσεως ἑτέρας ἐγγενομένης, ἦλθεν ἡ ὑγίεια<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὑγίεια</foreign> *: <foreign xml:lang="grc">ὑγεία</foreign> </note> φίλα πάντα ποιοῦσα καὶ προσηνῆ. ὁ γὰρ ἐχθὲς ᾠὰ καὶ ἀμύλια καὶ σητάνειον ἄρτον διαπτύων, τήμερον αὐτόπυρον <milestone unit="tlnum" n="25"/> ἐπʼ ἐλαίαις ἢ καρδαμίδι σιτεῖται προσφιλῶς καὶ προθύμως <pb xml:id="v.3.p.213"/> </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">τοιαύτην ὁ λογισμὸς εὐκολίαν καὶ μεταβολὴν ἐγγενόμενος ποιεῖ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ποιεῖ</foreign> Stegmannus: <foreign xml:lang="grc">μεταποιεῖ</foreign> </note> πρὸς ἕκαστον βίον. Ἀλέξανδρος Ἀναξάρχου περὶ κόσμων ἀπειρίας ἀκούων ἐδάκρυε, καὶ τῶν φίλων ἐρωτώντων ὅ τι πέπονθεν, <q>οὐκ ἄξιον</q> <milestone unit="tlnum" n="5"/> ἔφη <q>δακρύειν, εἰ κόσμων ὄντων ἀπείρων ἑνὸς οὐδέπω <milestone unit="stephpage" xml:id="stephpage-466e" n="466e"/> κύριοι γεγόναμεν;</q> Κράτης δὲ πήραν ἔχων καὶ τρίβωνα παίζων καὶ γελῶν ὥσπερ ἐν ἑορτῇ τὸν βίον διετέλεσε. καὶ μὴν καὶ τὸν Ἀγαμέμνονα τὸ πολλῶν βασιλεύειν ἐλύπει, <milestone unit="tlnum" n="10"/> <quote rend="blockquote"><l> γνώσεαι Ἀτρείδην Ἀγαμέμνονα, τὸν περὶ πάντων </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Hom. K. 88</note><l>Ζεὺς ἐνέηκε πόνοισι διαμπερές </l></quote> Διογένης δὲ πωλούμενος ἔσκωπτε τὸν κήρυκα κατακείμενος· ἀναστῆναι δʼ οὐκ ἐβούλετο κελεύοντος, ἀλλὰ <milestone unit="stephpage" xml:id="stephpage-466f" n="466f"/> παίζων καὶ καταγελῶν ἔλεγεν <q>εἰ δʼ ἰχθῦν ἐπίπρασκες;</q> <milestone unit="tlnum" n="15"/> καὶ Σωκράτης μὲν ἐν δεσμωτηρίῳ φιλοσοφῶν διελέγετο τοῖς ἑταίροις· ὁ δὲ Φαέθων ἀναβὰς εἰς τὸν οὐρανὸν ἔκλαιεν, εἰ μηδεὶς αὐτῷ τοὺς τοῦ πατρὸς ἵππους καὶ τὸ ἅρμα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ ἅρμα</foreign> Duebnerus: <foreign xml:lang="grc">τὰ ἃρματα</foreign> </note> παραδίδωσιν. ὥσπερ οὖν τὸ ὑπόδημα τῷ ποδὶ συνδιαστρέφεται καὶ οὐ τοὐναντίον, <milestone unit="tlnum" n="20"/> οὕτω τοὺς βίους αἱ διαθέσεις συνεξομοιοῦσιν αὑταῖς. οὐ γὰρ ἡ συνήθεια ποιεῖ τοῖς ἑλομένοις τὸν ἄριστον βίον ἡδὺν ὥς τις εἶπεν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">cf. p. 602 b</note> ἀλλὰ τὸ φρονεῖν ἅμα τὸν αὐτὸν βίον ποιεῖ καὶ ἄριστον καὶ <milestone unit="stephpage" xml:id="stephpage-467a" n="467a"/> ἥδιστον. διὸ τὴν πηγὴν τῆς εὐθυμίας ἐν αὐτοῖς <milestone unit="tlnum" n="25"/> οὖσαν ἡμῖν ἐκκαθαίρωμεν, ἵνα καὶ τὰ ἐκτὸς ὡς οἰκεῖα καὶ φίλα μὴ χαλεπῶς χρωμένοις συμφέρηται <pb xml:id="v.3.p.214"/> <quote rend="blockquote"><l> τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών· </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 446</note><l> μέλει γὰρ αὐτοῖς οὐδέν· ἀλλʼ οὑντυγχάνων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὑντυγχάνων</foreign> Valckenarius: <foreign xml:lang="grc">ὁ τυγχάνων</foreign> </note> </l><l>τὰ πράγματʼ ὀρθῶς ἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign>] <foreign xml:lang="grc">ἢν</foreign> Stob. 4, 14</note> τιθῇ, πράσσει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πράσσει</foreign> idem: <foreign xml:lang="grc">πράξει</foreign> </note> καλῶς </l></quote> </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">Κυβείᾳ γὰρ ὁ Πλάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 604 c</note> τὸν βίον ἀπείκασεν, <milestone unit="tlnum" n="5"/> ἐν ᾧ καὶ βάλλειν δεῖ τὰ πρόσφορα, καὶ βαλόντα χρῆσθαι καλῶς τοῖς πεσοῦσι. τούτων δὲ τὸ μὲν <milestone unit="stephpage" xml:id="stephpage-467b" n="467b"/> βάλλειν οὐκ ἐφʼ ἡμῖν, τὸ δὲ προσηκόντως δέχεσθαι τὰ γιγνόμενα παρὰ τῆς τύχης καὶ νέμειν ἑκάστῳ τόπον, ἐν ᾧ καὶ τὸ οἰκεῖον ὠφελήσει μάλιστα καὶ <milestone unit="tlnum" n="10"/> τὸ ἀβούλητον ἥκιστα λυπήσει τοὺς ἐπιτυγχάνοντας, ἡμέτερον ἔργον ἐστίν, ἂν εὖ φρονῶμεν. τοὺς μὲν γὰρ ἀτέχνους καὶ ἀνοήτους περὶ τὸν βίον, ὥσπερ τοὺς νοσώδεις τοῖς σώμασι μήτε καῦμα φέρειν μήτε κρύος δυναμένους ἐξίστησι μὲν εὐτυχία συστέλλει <milestone unit="tlnum" n="15"/> δὲ δυστυχία· ταράττονται δʼ ὑπʼ ἀμφοτέρων, μᾶλλον δʼ ὑφʼ αὑτῶν ἐν ἀμφοτέροις καὶ οὐχ ἧττον ἐν τοῖς λεγομένοις ἀγαθοῖς. Θεόδωρος μὲν γὰρ ὁ κληθεὶς ἄθεος ἔλεγε, τῇ δεξιᾷ τοὺς λόγους ὀρέγοντος αὐτοῦ, <milestone unit="stephpage" xml:id="stephpage-467c" n="467c"/> τῇ ἀριστερᾷ δέχεσθαι τοὺς ἀκροωμένους· οἱ δʼ ἀπαίδευτοι <milestone unit="tlnum" n="20"/> πολλάκις τὴν τύχην δεξιὰν παρισταμένην ἐπαριστέρως λαμβάνοντες ἀσχημονοῦσιν οἱ δὲ φρόνιμοι, καθάπερ ταῖς μελίτταις φέρει μέλι τὸ δριμύτατον καὶ ξηρότατον ὁ θύμος, οὕτως ἀπὸ τῶν δυσχερεστάτων πολλάκις πραγμάτων οἰκεῖόν τι καὶ χρήσιμον <milestone unit="tlnum" n="25"/> αὑτοῖς λαμβάνουσι. </p></div></div></body></text></TEI>