<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="9" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>τὰ μὲν οὖν φαῦλα παραδείγματα τὴν θέαν οὐκ εὔχαριν ἀλλʼ ἀναγκαίαν μόνον εἶχε· τοὺς δʼ <pb xml:id="v.3.p.190"/> ἠπίως καὶ λείως ὁμιλοῦντας ὀργαῖς κάλλιστα μὲν ἀκούσματα κάλλιστα δὲ θεάματα ποιούμενος, ἄρχομαι καταφρονεῖν τῶν λεγόντων· <quote rend="blockquote"> ἄνδρʼ ἠδίκησας · ἄνδρʼ ἀνεκτέον τόδε;</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 912</note> <milestone n="5" unit="tlnum"/> καὶ <quote rend="blockquote"> βαῖνε λάξ, ἐπὶ τραχήλου βαῖνε, καὶ πέλα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πέλα</foreign>] <foreign xml:lang="grc">πίλνα</foreign> Lobeckius</note> χθονί,</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βεργκ. 3 π. 694</foreign></note> <milestone n="457d" unit="stephpage" xml:id="stephpage-457d"/> καὶ τἄλλα παροξυντικά, διʼ ὧν ἔνιοι τὸν θυμὸν ἐκ τῆς γυναικωνίτιδος εἰς τὴν ἀνδρωνῖτιν οὐκ εὖ μετοικίζουσιν. ἡ γὰρ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γὰρ</foreign> R: <foreign xml:lang="grc">μὲν</foreign> </note> ἀνδρεία κατὰ τἄλλα τῇ δικαιοσύνῃ <milestone n="10" unit="tlnum"/> συμφερομένη περὶ μόνης μοι δοκεῖ διαμάχεσθαι τῆς πραότητος, ὡς αὐτῇ μᾶλλον προσηκούσης. ἀνθρώπων μὲν γὰρ κρατῆσαι καὶ χείροσι βελτιόνων ὑπῆρξε, τὸ δʼ ἐν ψυχῇ στῆσαι κατὰ θυμοῦ τρόπαιον ʽ <q>ᾧ χαλεπὸν εἶναι διαμάχεσθαι</q> φησὶν Ἡράκλειτος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἡεράκλειτος</foreign>] Bywater. p. 41</note> <q>ὅ τι <milestone n="15" unit="tlnum"/> γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται</q> μεγάλης ἐστὶ καὶ νικητικῆς ἰσχύος, ὥσπερ νεῦρα καὶ τόνους ἀληθῶς ἐπὶ τὰ πάθη τὰς κρίσεις ἐχούσης. διὸ καὶ συνάγειν <milestone n="457e" unit="stephpage" xml:id="stephpage-457e"/> ἀεὶ πειρῶμαι καὶ ἀναγιγνώσκειν οὐ ταῦτα δὴ μόνον τὰ τῶν φιλοσόφων, οὕς φασι χολὴν οὐκ ἔχειν οἱ <milestone n="20" unit="tlnum"/> νοῦν οὐκ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐκ</foreign> R</note> ἔχοντες, ἀλλὰ μᾶλλον τὰ τῶν βασιλέων καὶ τυράννων οἷον Ἀντιγόνου τὸ πρὸς τοὺς στρατιώτας τοὺς παρὰ τὴν σκηνὴν λοιδοροῦντας αὐτὸν ὡς οὐκ ἀκούοντα· τὴν βακτηρίαν γὰρ ὑποβαλὼν ἔξω <q>παπαί</q> εἶπεν <q>οὐ πορρωτέρω ποι τραπόμενοι κακῶς <milestone n="25" unit="tlnum"/> ἐρεῖθʼ ἡμᾶς;</q> Ἀρκαδίωνος δὲ τοῦ Ἀχαιοῦ τὸν Φίλιππον ἀεὶ κακῶς λέγοντος καὶ φεύγειν παραινοῦντος <pb xml:id="v.3.p.191"/> <quote rend="blockquote"> εἰσόκε τοὺς ἀφίκηται οἳ οὐκ ἴσασι Φίλιππον </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Hom. <foreign xml:lang="grc">λ</foreign> 122</note> εἶτά πως ἐν Μακεδονίᾳ φανέντος, ᾤοντο δεῖν οἱ <milestone n="457f" unit="stephpage" xml:id="stephpage-457f"/> φίλοι κολάσαι καὶ μὴ περιιδεῖν· ὁ δὲ Φίλιππος ἐντυχὼν αὐτῷ φιλανθρώπως καὶ ξένια καὶ δῶρα πέμψας <milestone n="5" unit="tlnum"/> ἐκέλευσεν ὕστερον πυνθάνεσθαι, τίνας λόγους ἀπαγγέλλοι πρὸς τοὺς Ἕλληνας· ὡς δὲ πάντες ἐμαρτύρουν ἐπαινέτην αὐτοῦ γεγονέναι τὸν ἄνδρα θαυμάσιον, <q>ἐγὼ τοίνυν</q> ἔφη <q>βελτίων ἰατρὸς ὑμῶν.</q> ἐν Ὀλυμπίοις δὲ βλασφημίας περὶ αὐτοῦ γενομένης <milestone n="10" unit="tlnum"/> καί τινων λεγόντων, ὡς οἰμῶξαι προσήκει τοὺς Ἕλληνας, ὅτι εὖ πάσχοντες ὑπὸ τοῦ Φιλίππου κακῶς αὐτὸν λέγουσι· <q>τί οὖν</q> ἔφη <q>ποιήσουσιν, ἂν κακῶς πάθωσι;</q> καλὰ δὲ καὶ Πεισιστράτου τὰ πρὸς <milestone n="458a" unit="stephpage" xml:id="stephpage-458a"/>Θρασύβουλον καὶ Πορσήνα τὰ πρὸς Μούκιον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ Πεισιστράτου - Μούκιον</foreign>] del. Stegmannus</note> καὶ <milestone n="15" unit="tlnum"/>Μάγα τὰ πρὸς Φιλήμονα· δημοσίᾳ γὰρ ὑπʼ αὐτοῦ κωμῳδηθεὶς ἐν θεάτρῳ <quote rend="blockquote"><l> παρὰ τοῦ βασιλέως γράμμαθʼ ἣκει σοι, Μάγα. </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kock. 2 p. 522</note><l>Μάγα κακόδαιμον, γράμματʼ οὐκ ἐπίστασαι· </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μάγας - ἐπίσταται</foreign> Clericus</note></quote> λαβὼν ὑπὸ χειμῶνος εἰς Παραιτόνιον ἐξενεχθέντα, <milestone n="20" unit="tlnum"/> στρατιώτην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">στρατιώτην</foreign> Stegmannus: <foreign xml:lang="grc">στρατιώτῃ</foreign> </note> μὲν ἐκέλευσε γυμνῇ τῇ μαχαίρᾳ θιγεῖν τοῦ τραχήλου μόνον εἶτα κοσμίως ἀπελθεῖν· ἀστραγάλους δὲ καὶ σφαῖραν ὡς παιδαρίῳ νοῦν οὐκ ἔχοντι προσπέμψας; ἀφῆκε. Πτολεμαῖος.; δὲ γραμματικὸν εἰς ἀμαθίαν ἐπισκώπτων ἠρώτησε τίς ὁ τοῦ Πηλέως <milestone n="25" unit="tlnum"/> <milestone n="458b" unit="stephpage" xml:id="stephpage-458b"/> πατὴρ ἦν· κἀκεῖνος <q>ἂν σὺ πρότερον εἴπῃς</q> ἔφη <q>τίς <pb xml:id="v.3.p.192"/> ὁ τοῦ Λάγου·</q> τὸ δὲ σκῶμμα τῆς δυσγενείας ἥπτετο τοῦ βασιλέως, καὶ πάντες ἠγανάκτησαν ὡς οὐκ ἐπιτήδειον ὄντα φέρειν· καὶ ὁ Πτολεμαῖος <q>εἰ τὸ φέρειν</q> ἔφη <q>σκωπτόμενον, οὐδὲ τὸ σκώπτειν βασιλικόν <milestone n="5" unit="tlnum"/> ἐστιν.</q> Ἀλέξανδρος δὲ πικρότερος αὑτοῦ γέγονεν ἐν τοῖς περὶ Καλλισθένη καὶ Κλεῖτον. καὶ, Πῶρος ἁλοὺς παρεκάλει χρήσασθαι· βασιλικῶς αὐτῷ καὶ πυθομένου <q>μή τι πλέον;</q> <q>ἐν τῷ βασιλικῶς</q> ἔφη <q>πάντʼ ἔνεστι.</q> διὸ καὶ τῶν θεῶν τὸν βασιλέα <milestone n="10" unit="tlnum"/> <milestone n="458c" unit="stephpage" xml:id="stephpage-458c"/><q>μειλίχιον</q> Ἀθηναῖοι δέ· <q>Μαιμάκτην</q> οἶμαι καλοῦσι· τὸ δὲ κολαστικὸν ἐρινυῶδες καὶ δαιμονικόν, οὐ θεῖον οὐδʼ ὀλύμπιον.</said></p></div></div></body></text></TEI>