ΦΟΥΝΔ. τὰ μὲν οὖν φαῦλα παραδείγματα τὴν θέαν οὐκ εὔχαριν ἀλλʼ ἀναγκαίαν μόνον εἶχε· τοὺς δʼ ἠπίως καὶ λείως ὁμιλοῦντας ὀργαῖς κάλλιστα μὲν ἀκούσματα κάλλιστα δὲ θεάματα ποιούμενος, ἄρχομαι καταφρονεῖν τῶν λεγόντων· ἄνδρʼ ἠδίκησας · ἄνδρʼ ἀνεκτέον τόδε; Nauck. p. 912 καὶ βαῖνε λάξ, ἐπὶ τραχήλου βαῖνε, καὶ πέλα πέλα ] πίλνα Lobeckius χθονί, βεργκ. 3 π. 694 καὶ τἄλλα παροξυντικά, διʼ ὧν ἔνιοι τὸν θυμὸν ἐκ τῆς γυναικωνίτιδος εἰς τὴν ἀνδρωνῖτιν οὐκ εὖ μετοικίζουσιν. ἡ γὰρ γὰρ R: μὲν ἀνδρεία κατὰ τἄλλα τῇ δικαιοσύνῃ συμφερομένη περὶ μόνης μοι δοκεῖ διαμάχεσθαι τῆς πραότητος, ὡς αὐτῇ μᾶλλον προσηκούσης. ἀνθρώπων μὲν γὰρ κρατῆσαι καὶ χείροσι βελτιόνων ὑπῆρξε, τὸ δʼ ἐν ψυχῇ στῆσαι κατὰ θυμοῦ τρόπαιον ʽ ᾧ χαλεπὸν εἶναι διαμάχεσθαι φησὶν Ἡράκλειτος Ἡεράκλειτος ] Bywater. p. 41 ὅ τι γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται μεγάλης ἐστὶ καὶ νικητικῆς ἰσχύος, ὥσπερ νεῦρα καὶ τόνους ἀληθῶς ἐπὶ τὰ πάθη τὰς κρίσεις ἐχούσης. διὸ καὶ συνάγειν ἀεὶ πειρῶμαι καὶ ἀναγιγνώσκειν οὐ ταῦτα δὴ μόνον τὰ τῶν φιλοσόφων, οὕς φασι χολὴν οὐκ ἔχειν οἱ νοῦν οὐκ οὐκ R ἔχοντες, ἀλλὰ μᾶλλον τὰ τῶν βασιλέων καὶ τυράννων οἷον Ἀντιγόνου τὸ πρὸς τοὺς στρατιώτας τοὺς παρὰ τὴν σκηνὴν λοιδοροῦντας αὐτὸν ὡς οὐκ ἀκούοντα· τὴν βακτηρίαν γὰρ ὑποβαλὼν ἔξω παπαί εἶπεν οὐ πορρωτέρω ποι τραπόμενοι κακῶς ἐρεῖθʼ ἡμᾶς; Ἀρκαδίωνος δὲ τοῦ Ἀχαιοῦ τὸν Φίλιππον ἀεὶ κακῶς λέγοντος καὶ φεύγειν παραινοῦντος εἰσόκε τοὺς ἀφίκηται οἳ οὐκ ἴσασι Φίλιππον cf. Hom. λ 122 εἶτά πως ἐν Μακεδονίᾳ φανέντος, ᾤοντο δεῖν οἱ φίλοι κολάσαι καὶ μὴ περιιδεῖν· ὁ δὲ Φίλιππος ἐντυχὼν αὐτῷ φιλανθρώπως καὶ ξένια καὶ δῶρα πέμψας ἐκέλευσεν ὕστερον πυνθάνεσθαι, τίνας λόγους ἀπαγγέλλοι πρὸς τοὺς Ἕλληνας· ὡς δὲ πάντες ἐμαρτύρουν ἐπαινέτην αὐτοῦ γεγονέναι τὸν ἄνδρα θαυμάσιον, ἐγὼ τοίνυν ἔφη βελτίων ἰατρὸς ὑμῶν. ἐν Ὀλυμπίοις δὲ βλασφημίας περὶ αὐτοῦ γενομένης καί τινων λεγόντων, ὡς οἰμῶξαι προσήκει τοὺς Ἕλληνας, ὅτι εὖ πάσχοντες ὑπὸ τοῦ Φιλίππου κακῶς αὐτὸν λέγουσι· τί οὖν ἔφη ποιήσουσιν, ἂν κακῶς πάθωσι; καλὰ δὲ καὶ Πεισιστράτου τὰ πρὸς Θρασύβουλον καὶ Πορσήνα τὰ πρὸς Μούκιον καὶ Πεισιστράτου - Μούκιον ] del. Stegmannus καὶ Μάγα τὰ πρὸς Φιλήμονα· δημοσίᾳ γὰρ ὑπʼ αὐτοῦ κωμῳδηθεὶς ἐν θεάτρῳ παρὰ τοῦ βασιλέως γράμμαθʼ ἣκει σοι, Μάγα. Kock. 2 p. 522 Μάγα κακόδαιμον, γράμματʼ οὐκ ἐπίστασαι· Μάγας - ἐπίσταται Clericus λαβὼν ὑπὸ χειμῶνος εἰς Παραιτόνιον ἐξενεχθέντα, στρατιώτην στρατιώτην Stegmannus: στρατιώτῃ μὲν ἐκέλευσε γυμνῇ τῇ μαχαίρᾳ θιγεῖν τοῦ τραχήλου μόνον εἶτα κοσμίως ἀπελθεῖν· ἀστραγάλους δὲ καὶ σφαῖραν ὡς παιδαρίῳ νοῦν οὐκ ἔχοντι προσπέμψας; ἀφῆκε. Πτολεμαῖος.; δὲ γραμματικὸν εἰς ἀμαθίαν ἐπισκώπτων ἠρώτησε τίς ὁ τοῦ Πηλέως πατὴρ ἦν· κἀκεῖνος ἂν σὺ πρότερον εἴπῃς ἔφη τίς ὁ τοῦ Λάγου· τὸ δὲ σκῶμμα τῆς δυσγενείας ἥπτετο τοῦ βασιλέως, καὶ πάντες ἠγανάκτησαν ὡς οὐκ ἐπιτήδειον ὄντα φέρειν· καὶ ὁ Πτολεμαῖος εἰ τὸ φέρειν ἔφη σκωπτόμενον, οὐδὲ τὸ σκώπτειν βασιλικόν ἐστιν. Ἀλέξανδρος δὲ πικρότερος αὑτοῦ γέγονεν ἐν τοῖς περὶ Καλλισθένη καὶ Κλεῖτον. καὶ, Πῶρος ἁλοὺς παρεκάλει χρήσασθαι· βασιλικῶς αὐτῷ καὶ πυθομένου μή τι πλέον; ἐν τῷ βασιλικῶς ἔφη πάντʼ ἔνεστι. διὸ καὶ τῶν θεῶν τὸν βασιλέα μειλίχιον Ἀθηναῖοι δέ· Μαιμάκτην οἶμαι καλοῦσι· τὸ δὲ κολαστικὸν ἐρινυῶδες καὶ δαιμονικόν, οὐ θεῖον οὐδʼ ὀλύμπιον.