<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="8" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>οὐ ταῦτα δὲ μόνον ἐπιλογίζεσθαι δίδωσι τὸ <milestone n="15" unit="tlnum"/> προσέχειν αὑτοῖς ἁλισκομένοις ὑπʼ ὀργῆς, ἀλλὰ καὶ τὴν ἄλλην τοῦ θυμοῦ κατανοεῖν φύσιν, ὡς οὐκ εὐγενὴς οὐδʼ ἀνδρώδης οὐδʼ ἔχουσα φρόνημα καὶ μέγεθός ἐστιν, ἀλλὰ δοκεῖ τοῖς πολλοῖς τὸ ταρακτικὸν αὐτοῦ πρακτικὸν καὶ τὸ ἀπειλητικὸν εὐθαρσὲς εἶναι <milestone n="20" unit="tlnum"/> καὶ τὸ ἀπειθὲς ἰσχυρόν. ἔνιοι δὲ καὶ τὴν ὠμότητα μεγαλουργίαν καὶ τὸ δυσπαραίτητον εὐτονίαν καὶ μισοπονηρίαν τὸ δύσκολον οὐκ ὀρθῶς τίθενται· τὰ <milestone n="457a" unit="stephpage" xml:id="stephpage-457a"/> γὰρ ἔργα καὶ τὰ κινήματα καὶ τὰ σχήματα μικρότητα πολλὴν καὶ ἀσθένειαν κατηγορεῖ, οὐ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐ</foreign>] <foreign xml:lang="grc">οὐ γὰρ</foreign> R</note> μόνον ἐν <pb xml:id="v.3.p.189"/> οἷς παιδάρια σπαράττουσι καὶ πρὸς γύναια διαπικραίνονται καὶ κύνας καὶ ἵππους καὶ ἡμιόνους; οἴονται δεῖν κολάζειν, ὡς Κτησιφῶν ὁ παγκρατιαστὴς ἀντιλακτίσαι τὴν ἡμίονον ἀξιῶν, ἀλλὰ καὶ περὶ τὰς <milestone n="5" unit="tlnum"/> τυραννικὰς μιαιφονίας τῷ πικρῷ τὸ μικρόψυχον αὐτῶν καὶ τῷ δρῶντι τὸ πεπονθὸς ἐνορώμενον ἔοικε τοῖς δήγμασι τῶν ἑρπετῶν, ὅταν διακαῇ καὶ περιώδυνα γένηται, τὴν φλεγμονὴν ἀπερειδομένων σφοδρὰν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σφοδρὰν</foreign>] <foreign xml:lang="grc">σφόδρ’ ἐν</foreign> R</note> τοῖς λελυπηκόσιν. ὡς γὰρ οἴδημα μεγάλης <milestone n="10" unit="tlnum"/> ἐστὶν ἐν σαρκὶ πληγῆς πάθος, οὕτως ἐν ταῖς μαλακωτάταις ψυχαῖς ἡ πρὸς τὸ λυπῆσαι ἔνδοσις ἐκφέρει <milestone n="457b" unit="stephpage" xml:id="stephpage-457b"/> μείζονα θυμὸν ἀπὸ μείζονος ἀσθενείας. διὸ καὶ γυναῖκες ἀνδρῶν ὀργιλώτεραι, καὶ νοσοῦντες ὑγιαινόντων καὶ γέροντες ἀκμαζόντων καὶ κακῶς πράττοντες <milestone n="15" unit="tlnum"/> εὐτυχούντων· ὀργιλώτατος γὰρ ὁ φιλάργυρος πρὸς τὸν οἰκονόμον, ὁ γαστρίμαργος πρὸς τὸν ὀψοποιὸν ὁ ζηλότυπος πρὸς τὸ γύναιον ὁ κενόδοξος κακῶς ἀκούσας· χαλεπώτατοι δʼ <q>ἄγαν φιλοτιμίαν μνώμενοι ἐν πόλεσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πόλεσιν</foreign>] <foreign xml:lang="grc">πολίεσσιν</foreign> Ahrensius</note> ἄνδρες ἢ στάσιν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ στάσιν</foreign>] <foreign xml:lang="grc">ἔστασαν</foreign> Schneidewinus</note> ἄλγος ἐμφανές</q> <milestone n="20" unit="tlnum"/> κατὰ Πίνδαρον.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πίνδαρον</foreign>] Bergk. 1 p. 451</note> οὕτως ἐκ τοῦ λυπουμένου <milestone n="457c" unit="stephpage" xml:id="stephpage-457c"/> μάλιστα τῆς ψυχῆς καὶ πάσχοντος ἀνίσταται μάλιστα διʼ ἀσθένειαν ὁ θυμός, οὐχὶ νεύροις, ὥς τις εἶπε, τῆς ψυχῆς ἐοικώς, ἀλλʼ ἐπιτάμασι καὶ σπάσμασιν ἐν ταῖς ἀμυντικαῖς ὁρμαῖς σφοδρότερον ἐξανισταμένης. <milestone n="25" unit="tlnum"/> </said></p></div></div></body></text></TEI>