ΦΟΥΝΔ. ταῦτʼ οὖν ὁρῶντί μοι καὶ παραφυλάττοντι συμβαίνει τίθεσθαι καὶ διαμνημονεύειν ἐπιεικῶς πρὸς ἐμαυτόν, ὡς ἀγαθὸν μέν ἐστιν ἐν πυρετῷ κρεῖττον δʼ ἐν ὀργῇ τὴν γλῶτταν ἁπαλὴν ἔχειν καὶ λείαν. ἡ μὲν γὰρ τῶν πυρεττόντων ἐὰν μὴ κατὰ φύσιν ἔχῃ, σημεῖόν ἐστι πονηρὸν οὐκ αἴτιον· ἡ δὲ τῶν θυμουμένων τραχεῖα καὶ ῥυπαρὰ γενομένη καὶ ῥυεῖσα πρὸς λόγους ἀτόπους ἔχθρας ἀνηκέστου δημιουργὸν ὕβριν ἐκφέρει καὶ δυσμενείας ὑπούλου κατήγορον. οὐδὲν γὰρ ὁ ἄκρατος ἀκόλαστον οὕτω καὶ δυσχερὲς, ὡς ὁ θυμός, ἀναδείκνυσι· κἀκεῖνα μὲν γέλωτι καὶ παιδιᾷ μέλει, παιδιᾷ μέλει ] παιδιᾷ καὶ μέλει Madvigius. παιδιαῖς ἀμέλει ? cf. p. 554 d ταῦτα δὲ χολῇ κέκραται· καὶ παρὰ πότον μὲν ὁ σιωπῶν ἐπαχθὴς τοῖς συνοῦσι καὶ φορτικός, ἐν ὀργῇ δὲ σεμνότερον οὐδὲν ἡσυχίας, ὡς ἡ Σαπφὼ παραινεῖ ʽσκιδναμένας ἐν στήθεσιν ὄργας σκιδναμένας - ὄργας Bergk. 3 p. 98: σκιδναμένης - ὀργῆς πεφυλάχθαι γλῶσσαν μαψυλάκαν. μαψυλάκαν γλῶσσαν πεφύλαχθαι idem, sed ut poetria πεφύλαχθε aut πεφύλαχθι scripserit