<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>ἐγὼ γοῦν, εἰ μὲν ὀρθῶς οὐκ οἶδα, ταύτην δὲ τῆς ἰατρείας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῆς ἰατρείας</foreign> R: <foreign xml:lang="grc">τὴν ἰατρείαν</foreign> </note> ἀρχὴν ποιησάμενος, ὥσπερ οἱ Λάκωνες <milestone n="15" unit="tlnum"/> ἐν τοῖς εἵλωσι τὸ μεθύειν οἷόν ἐστι, κατεμάνθανον τὴν ὀργὴν ἐν ἑτέροις. καὶ πρῶτον μέν, ᾗ φησιν Ἱπποκράτης χαλεπωτάτην εἶναι νόσον ἐν <milestone n="455f" unit="stephpage" xml:id="stephpage-455f"/> ᾗ τοῦ νοσοῦντος ἀνομοιότατον αὑτῷ γίνεται τὸ πρόσωπον, οὕτως ὁρῶν ὑπʼ ὀργῆς ἐξισταμένους μάλιστα <milestone n="20" unit="tlnum"/> καὶ μεταβάλλοντας ὄψιν χρόαν βάδισμα φωνήν, οἷον εἰκόνα τοῦ πάθους ἀπεματτόμην ἐμαυτῷ πάνυ δυσχεραίνων, εἰ φοβερὸς; οὕτω καὶ παρακεκινηκὼς; ὁρῶμαί ποτε τοῖς φίλοις καὶ τῇ γυναικὶ καὶ τοῖς θυγατρίοις, οὐ μόνον ἰδεῖν ἄγριος καὶ ἀσυνήθης ἀλλὰ <milestone n="25" unit="tlnum"/> καὶ φωνὴν ἀπηνῆ καὶ τραχεῖαν ἀφιείς· ὥσπερ ἑτέροις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑτέροις</foreign>] <foreign xml:lang="grc">ἐνίοις</foreign> W</note> τῶν συνήθων ἐνετύγχανον, οὐκ ἦθος οὐ μορφὴν <pb xml:id="v.3.p.186"/> οὐ λόγου χάριν οὐ τὸ πιθανὸν καὶ προσηνὲς ἐν ὁμιλίᾳ <milestone n="456a" unit="stephpage" xml:id="stephpage-456a"/> δυναμένοις ὑπʼ ὀργῆς διαφυλάττειν. Γαΐῳ μὲν οὖν Γράκχῳ τῷ ῥήτορι καὶ τὸν τρόπον ὄντι χαλεπῷ καὶ περιπαθέστερον λέγοντι διηρμοσμένον ἦν συρίγγιον, <milestone n="5" unit="tlnum"/> ᾧ τὴν φωνὴν οἱ ἁρμονικοὶ σχέδην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σχέδην</foreign> Canterus: <foreign xml:lang="grc">σχολὴν</foreign> </note> ἐπʼ ἀμφότερα διὰ τῶν τόνων ἄγουσι· καὶ τοῦτʼ ἔχων οἰκέτης αὐτοῦ λέγοντος ὄπισθεν ἑστὼς ἐνεδίδου τόνον ἐπιεικῆ καὶ πρᾶον, ᾧ τὴν κραυγὴν ἀνεκαλεῖτο καὶ τὸ τραχὺ καὶ τὸ θυμικὸν ἀφῄρει τῆς φωνῆς, ὥσπερ ὁ <milestone n="10" unit="tlnum"/> τῶν βουκόλων <quote rend="blockquote"><l> κηρόπλαστος ὀτοβεῖ </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Aesch. <title>Prom</title>. 575</note><l> δόναξ ἀχέτας ὑπνοδόταν νόμον </l></quote> ἐπιθέλγων καὶ καθιστὰς τὴν ὀργὴν τοῦ ῥήτορος ἐμοὶ δʼ εἴ τις ἐμμελὴς καὶ κομψὸς ἀκόλουθος ἦν, <milestone n="15" unit="tlnum"/> οὐκ ἂν ἠχθόμην αὐτοῦ προσφέροντος ἐπὶ ταῖς ὀργαῖς <milestone n="456b" unit="stephpage" xml:id="stephpage-456b"/> ἔσοπτρον, ὥσπερ ἐνίοις προσφέρουσι λουσαμένοις ἐπʼ οὐδενὶ χρησίμῳ. τὸ δʼ αὑτὸν ἰδεῖν παρὰ φύσιν ἔχοντα καὶ συντεταραγμένον οὐ μικρόν ἐστιν εἰς διαβολὴν τοῦ πάθους. καὶ γὰρ καὶ τὴν, Ἀθηνᾶν <milestone n="20" unit="tlnum"/> λέγουσιν οἱ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἱ</foreign>] <foreign xml:lang="grc">οἱ ποιηταὶ</foreign> R</note> παίζοντες αὐλοῦσαν ὑπὸ τοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ</foreign>] <foreign xml:lang="grc">του</foreign>?</note> σατύρου νουθετεῖσθαι καὶ μὴ προσέχειν· <quote rend="blockquote"><l> οὔ τοι πρέπει τὸ σχῆμα· τοὺς αὐλοὺς μέθες </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 911</note><l> καὶ θὦπλα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ θωπλα</foreign> Meinekius: <foreign xml:lang="grc">καί θ’ ὅπλα</foreign> </note> λάζευ καὶ γνάθους εὐθημόνει· </l></quote> θεασαμένην δὲ τοῦ προσώπου τὴν ὄψιν ἐν ποταμῷ <milestone n="25" unit="tlnum"/> τινι δυσχερᾶναι καὶ προέσθαι τοὺς αὐλούς· καίτοι <pb xml:id="v.3.p.187"/> παραμυθίαν ἡ τέχνη τῆς ἀμορφίας ἔχει τὴν εὐμέλειαν. καὶ ὁ Μαρσύας, ὡς ἔοικε, φορβειᾷ τινι καὶ <milestone n="456c" unit="stephpage" xml:id="stephpage-456c"/> περιστομίοις τοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ</foreign> scripsi cum Duebnero: <foreign xml:lang="grc">βίᾳ</foreign> (ortum ex <foreign xml:lang="grc">φορβειᾷ</foreign>) <foreign xml:lang="grc">τοῦ</foreign> </note> πνεύματος τὸ ῥαγδαῖον ἐγκαθεῖρξε καὶ τοῦ προσώπου κατεκόσμησε καὶ ἀπέκρυψε τὴν <milestone n="5" unit="tlnum"/> ἀνωμαλίαν, <quote rend="blockquote"><l> χρυσῷ δʼ αἰγλήεντι συνήρμοσεν ἀμφιδασείας </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Simonidi tribuit versus Tzetzes</note><l> κόρσας, καὶ στόμα λάβρον ὀπισθοδέτοισιν ἱμᾶσιν. </l></quote> ἡ δʼ ὀργὴ φυσῶσα καὶ διατείνουσα τὸ πρόσωπον ἀπρεπῶς, ἔτι μᾶλλον αἰσχρὰν ἀφίησι καὶ ἀτερπῆ <milestone n="10" unit="tlnum"/> φωνὴν <quote rend="blockquote"> κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν.</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 907</note> τὴν μὲν γὰρ θάλασσαν, ὅταν ἐκταραχθεῖσα τοῖς πνεύμασι τὰ βρύα καὶ τὸ φῦκος ἀναβάλλῃ, καθαίρεσθαι λέγουσιν· ἃ δʼ ὁ θυμὸς ἐκβράσσει τῆς ψυχῆς <milestone n="15" unit="tlnum"/> <milestone n="456d" unit="stephpage" xml:id="stephpage-456d"/> περιτρεπομένης ἀκόλαστα καὶ πικρὰ καὶ σπερμολόγα ῥήματα, τοὺς λέγοντας πρώτους καταρρυπαίνει καὶ καταπίμπλησιν ἀδοξίας, ὡς ἀεὶ μὲν ἔχοντας ἐν αὐτοῖς ταῦτα καὶ πλήρεις ὄντας ὑπὸ δὲ τῆς ὀργῆς ἀνακαλυπτομένους. διὸ κουφοτάτου πράγματος, ὥς φησιν <milestone n="20" unit="tlnum"/> ὁ Πλάτων,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>Legg.</title> p. 717 d</note> λόγου βαρυτάτην ζημίαν τίνουσιν, ἐχθροὶ καὶ κακολόγοι καὶ κακοήθεις δοκοῦντες εἶναι. </said></p></div></div></body></text></TEI>