<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>ἐγὼ γοῦν, εἰ μὲν ὀρθῶς οὐκ οἶδα, ταύτην δὲ τῆς ἰατρείας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῆς ἰατρείας</foreign> R: <foreign xml:lang="grc">τὴν ἰατρείαν</foreign> </note> ἀρχὴν ποιησάμενος, ὥσπερ οἱ Λάκωνες <milestone n="15" unit="tlnum"/> ἐν τοῖς εἵλωσι τὸ μεθύειν οἷόν ἐστι, κατεμάνθανον τὴν ὀργὴν ἐν ἑτέροις. καὶ πρῶτον μέν, ᾗ φησιν Ἱπποκράτης χαλεπωτάτην εἶναι νόσον ἐν <milestone n="455f" unit="stephpage" xml:id="stephpage-455f"/> ᾗ τοῦ νοσοῦντος ἀνομοιότατον αὑτῷ γίνεται τὸ πρόσωπον, οὕτως ὁρῶν ὑπʼ ὀργῆς ἐξισταμένους μάλιστα <milestone n="20" unit="tlnum"/> καὶ μεταβάλλοντας ὄψιν χρόαν βάδισμα φωνήν, οἷον εἰκόνα τοῦ πάθους ἀπεματτόμην ἐμαυτῷ πάνυ δυσχεραίνων, εἰ φοβερὸς; οὕτω καὶ παρακεκινηκὼς; ὁρῶμαί ποτε τοῖς φίλοις καὶ τῇ γυναικὶ καὶ τοῖς θυγατρίοις, οὐ μόνον ἰδεῖν ἄγριος καὶ ἀσυνήθης ἀλλὰ <milestone n="25" unit="tlnum"/> καὶ φωνὴν ἀπηνῆ καὶ τραχεῖαν ἀφιείς· ὥσπερ ἑτέροις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑτέροις</foreign>] <foreign xml:lang="grc">ἐνίοις</foreign> W</note> τῶν συνήθων ἐνετύγχανον, οὐκ ἦθος οὐ μορφὴν <pb xml:id="v.3.p.186"/> οὐ λόγου χάριν οὐ τὸ πιθανὸν καὶ προσηνὲς ἐν ὁμιλίᾳ <milestone n="456a" unit="stephpage" xml:id="stephpage-456a"/> δυναμένοις ὑπʼ ὀργῆς διαφυλάττειν. Γαΐῳ μὲν οὖν Γράκχῳ τῷ ῥήτορι καὶ τὸν τρόπον ὄντι χαλεπῷ καὶ περιπαθέστερον λέγοντι διηρμοσμένον ἦν συρίγγιον, <milestone n="5" unit="tlnum"/> ᾧ τὴν φωνὴν οἱ ἁρμονικοὶ σχέδην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σχέδην</foreign> Canterus: <foreign xml:lang="grc">σχολὴν</foreign> </note> ἐπʼ ἀμφότερα διὰ τῶν τόνων ἄγουσι· καὶ τοῦτʼ ἔχων οἰκέτης αὐτοῦ λέγοντος ὄπισθεν ἑστὼς ἐνεδίδου τόνον ἐπιεικῆ καὶ πρᾶον, ᾧ τὴν κραυγὴν ἀνεκαλεῖτο καὶ τὸ τραχὺ καὶ τὸ θυμικὸν ἀφῄρει τῆς φωνῆς, ὥσπερ ὁ <milestone n="10" unit="tlnum"/> τῶν βουκόλων <quote rend="blockquote"><l> κηρόπλαστος ὀτοβεῖ </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Aesch. <title>Prom</title>. 575</note><l> δόναξ ἀχέτας ὑπνοδόταν νόμον </l></quote> ἐπιθέλγων καὶ καθιστὰς τὴν ὀργὴν τοῦ ῥήτορος ἐμοὶ δʼ εἴ τις ἐμμελὴς καὶ κομψὸς ἀκόλουθος ἦν, <milestone n="15" unit="tlnum"/> οὐκ ἂν ἠχθόμην αὐτοῦ προσφέροντος ἐπὶ ταῖς ὀργαῖς <milestone n="456b" unit="stephpage" xml:id="stephpage-456b"/> ἔσοπτρον, ὥσπερ ἐνίοις προσφέρουσι λουσαμένοις ἐπʼ οὐδενὶ χρησίμῳ. τὸ δʼ αὑτὸν ἰδεῖν παρὰ φύσιν ἔχοντα καὶ συντεταραγμένον οὐ μικρόν ἐστιν εἰς διαβολὴν τοῦ πάθους. καὶ γὰρ καὶ τὴν, Ἀθηνᾶν <milestone n="20" unit="tlnum"/> λέγουσιν οἱ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἱ</foreign>] <foreign xml:lang="grc">οἱ ποιηταὶ</foreign> R</note> παίζοντες αὐλοῦσαν ὑπὸ τοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ</foreign>] <foreign xml:lang="grc">του</foreign>?</note> σατύρου νουθετεῖσθαι καὶ μὴ προσέχειν· <quote rend="blockquote"><l> οὔ τοι πρέπει τὸ σχῆμα· τοὺς αὐλοὺς μέθες </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 911</note><l> καὶ θὦπλα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ θωπλα</foreign> Meinekius: <foreign xml:lang="grc">καί θ’ ὅπλα</foreign> </note> λάζευ καὶ γνάθους εὐθημόνει· </l></quote> θεασαμένην δὲ τοῦ προσώπου τὴν ὄψιν ἐν ποταμῷ <milestone n="25" unit="tlnum"/> τινι δυσχερᾶναι καὶ προέσθαι τοὺς αὐλούς· καίτοι <pb xml:id="v.3.p.187"/> παραμυθίαν ἡ τέχνη τῆς ἀμορφίας ἔχει τὴν εὐμέλειαν. καὶ ὁ Μαρσύας, ὡς ἔοικε, φορβειᾷ τινι καὶ <milestone n="456c" unit="stephpage" xml:id="stephpage-456c"/> περιστομίοις τοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ</foreign> scripsi cum Duebnero: <foreign xml:lang="grc">βίᾳ</foreign> (ortum ex <foreign xml:lang="grc">φορβειᾷ</foreign>) <foreign xml:lang="grc">τοῦ</foreign> </note> πνεύματος τὸ ῥαγδαῖον ἐγκαθεῖρξε καὶ τοῦ προσώπου κατεκόσμησε καὶ ἀπέκρυψε τὴν <milestone n="5" unit="tlnum"/> ἀνωμαλίαν, <quote rend="blockquote"><l> χρυσῷ δʼ αἰγλήεντι συνήρμοσεν ἀμφιδασείας </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Simonidi tribuit versus Tzetzes</note><l> κόρσας, καὶ στόμα λάβρον ὀπισθοδέτοισιν ἱμᾶσιν. </l></quote> ἡ δʼ ὀργὴ φυσῶσα καὶ διατείνουσα τὸ πρόσωπον ἀπρεπῶς, ἔτι μᾶλλον αἰσχρὰν ἀφίησι καὶ ἀτερπῆ <milestone n="10" unit="tlnum"/> φωνὴν <quote rend="blockquote"> κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν.</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 907</note> τὴν μὲν γὰρ θάλασσαν, ὅταν ἐκταραχθεῖσα τοῖς πνεύμασι τὰ βρύα καὶ τὸ φῦκος ἀναβάλλῃ, καθαίρεσθαι λέγουσιν· ἃ δʼ ὁ θυμὸς ἐκβράσσει τῆς ψυχῆς <milestone n="15" unit="tlnum"/> <milestone n="456d" unit="stephpage" xml:id="stephpage-456d"/> περιτρεπομένης ἀκόλαστα καὶ πικρὰ καὶ σπερμολόγα ῥήματα, τοὺς λέγοντας πρώτους καταρρυπαίνει καὶ καταπίμπλησιν ἀδοξίας, ὡς ἀεὶ μὲν ἔχοντας ἐν αὐτοῖς ταῦτα καὶ πλήρεις ὄντας ὑπὸ δὲ τῆς ὀργῆς ἀνακαλυπτομένους. διὸ κουφοτάτου πράγματος, ὥς φησιν <milestone n="20" unit="tlnum"/> ὁ Πλάτων,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>Legg.</title> p. 717 d</note> λόγου βαρυτάτην ζημίαν τίνουσιν, ἐχθροὶ καὶ κακολόγοι καὶ κακοήθεις δοκοῦντες εἶναι. </said></p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>ταῦτʼ οὖν ὁρῶντί μοι καὶ παραφυλάττοντι συμβαίνει τίθεσθαι καὶ διαμνημονεύειν ἐπιεικῶς πρὸς ἐμαυτόν, ὡς ἀγαθὸν μέν ἐστιν ἐν πυρετῷ <milestone n="25" unit="tlnum"/> κρεῖττον δʼ ἐν ὀργῇ τὴν γλῶτταν ἁπαλὴν ἔχειν καὶ <pb xml:id="v.3.p.188"/> <milestone n="456e" unit="stephpage" xml:id="stephpage-456e"/> λείαν. ἡ μὲν γὰρ τῶν πυρεττόντων ἐὰν μὴ κατὰ φύσιν ἔχῃ, σημεῖόν ἐστι πονηρὸν οὐκ αἴτιον· ἡ δὲ τῶν θυμουμένων τραχεῖα καὶ ῥυπαρὰ γενομένη καὶ ῥυεῖσα πρὸς λόγους ἀτόπους ἔχθρας ἀνηκέστου δημιουργὸν <milestone n="5" unit="tlnum"/> ὕβριν ἐκφέρει καὶ δυσμενείας ὑπούλου κατήγορον. οὐδὲν γὰρ ὁ ἄκρατος ἀκόλαστον οὕτω καὶ δυσχερὲς, ὡς ὁ θυμός, ἀναδείκνυσι· κἀκεῖνα μὲν γέλωτι καὶ παιδιᾷ μέλει,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παιδιᾷ μέλει</foreign>] <foreign xml:lang="grc">παιδιᾷ καὶ μέλει</foreign> Madvigius. <foreign xml:lang="grc">παιδιαῖς ἀμέλει</foreign>? cf. p. 554 d</note> ταῦτα δὲ χολῇ κέκραται· καὶ παρὰ πότον μὲν ὁ σιωπῶν ἐπαχθὴς τοῖς συνοῦσι <milestone n="10" unit="tlnum"/> καὶ φορτικός, ἐν ὀργῇ δὲ σεμνότερον οὐδὲν ἡσυχίας, ὡς ἡ Σαπφὼ παραινεῖ <quote rend="blockquote"><l> ʽσκιδναμένας ἐν στήθεσιν ὄργας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σκιδναμένας - ὄργας</foreign> Bergk. 3 p. 98: <foreign xml:lang="grc">σκιδναμένης - ὀργῆς</foreign> </note> </l><l> πεφυλάχθαι γλῶσσαν μαψυλάκαν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μαψυλάκαν γλῶσσαν πεφύλαχθαι</foreign> idem, sed ut poetria <foreign xml:lang="grc">πεφύλαχθε</foreign> aut <foreign xml:lang="grc">πεφύλαχθι</foreign> scripserit</note> </l></quote> <milestone n="456f" unit="stephpage" xml:id="stephpage-456f"/> </said></p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>οὐ ταῦτα δὲ μόνον ἐπιλογίζεσθαι δίδωσι τὸ <milestone n="15" unit="tlnum"/> προσέχειν αὑτοῖς ἁλισκομένοις ὑπʼ ὀργῆς, ἀλλὰ καὶ τὴν ἄλλην τοῦ θυμοῦ κατανοεῖν φύσιν, ὡς οὐκ εὐγενὴς οὐδʼ ἀνδρώδης οὐδʼ ἔχουσα φρόνημα καὶ μέγεθός ἐστιν, ἀλλὰ δοκεῖ τοῖς πολλοῖς τὸ ταρακτικὸν αὐτοῦ πρακτικὸν καὶ τὸ ἀπειλητικὸν εὐθαρσὲς εἶναι <milestone n="20" unit="tlnum"/> καὶ τὸ ἀπειθὲς ἰσχυρόν. ἔνιοι δὲ καὶ τὴν ὠμότητα μεγαλουργίαν καὶ τὸ δυσπαραίτητον εὐτονίαν καὶ μισοπονηρίαν τὸ δύσκολον οὐκ ὀρθῶς τίθενται· τὰ <milestone n="457a" unit="stephpage" xml:id="stephpage-457a"/> γὰρ ἔργα καὶ τὰ κινήματα καὶ τὰ σχήματα μικρότητα πολλὴν καὶ ἀσθένειαν κατηγορεῖ, οὐ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐ</foreign>] <foreign xml:lang="grc">οὐ γὰρ</foreign> R</note> μόνον ἐν <pb xml:id="v.3.p.189"/> οἷς παιδάρια σπαράττουσι καὶ πρὸς γύναια διαπικραίνονται καὶ κύνας καὶ ἵππους καὶ ἡμιόνους; οἴονται δεῖν κολάζειν, ὡς Κτησιφῶν ὁ παγκρατιαστὴς ἀντιλακτίσαι τὴν ἡμίονον ἀξιῶν, ἀλλὰ καὶ περὶ τὰς <milestone n="5" unit="tlnum"/> τυραννικὰς μιαιφονίας τῷ πικρῷ τὸ μικρόψυχον αὐτῶν καὶ τῷ δρῶντι τὸ πεπονθὸς ἐνορώμενον ἔοικε τοῖς δήγμασι τῶν ἑρπετῶν, ὅταν διακαῇ καὶ περιώδυνα γένηται, τὴν φλεγμονὴν ἀπερειδομένων σφοδρὰν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σφοδρὰν</foreign>] <foreign xml:lang="grc">σφόδρ’ ἐν</foreign> R</note> τοῖς λελυπηκόσιν. ὡς γὰρ οἴδημα μεγάλης <milestone n="10" unit="tlnum"/> ἐστὶν ἐν σαρκὶ πληγῆς πάθος, οὕτως ἐν ταῖς μαλακωτάταις ψυχαῖς ἡ πρὸς τὸ λυπῆσαι ἔνδοσις ἐκφέρει <milestone n="457b" unit="stephpage" xml:id="stephpage-457b"/> μείζονα θυμὸν ἀπὸ μείζονος ἀσθενείας. διὸ καὶ γυναῖκες ἀνδρῶν ὀργιλώτεραι, καὶ νοσοῦντες ὑγιαινόντων καὶ γέροντες ἀκμαζόντων καὶ κακῶς πράττοντες <milestone n="15" unit="tlnum"/> εὐτυχούντων· ὀργιλώτατος γὰρ ὁ φιλάργυρος πρὸς τὸν οἰκονόμον, ὁ γαστρίμαργος πρὸς τὸν ὀψοποιὸν ὁ ζηλότυπος πρὸς τὸ γύναιον ὁ κενόδοξος κακῶς ἀκούσας· χαλεπώτατοι δʼ <q>ἄγαν φιλοτιμίαν μνώμενοι ἐν πόλεσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πόλεσιν</foreign>] <foreign xml:lang="grc">πολίεσσιν</foreign> Ahrensius</note> ἄνδρες ἢ στάσιν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ στάσιν</foreign>] <foreign xml:lang="grc">ἔστασαν</foreign> Schneidewinus</note> ἄλγος ἐμφανές</q> <milestone n="20" unit="tlnum"/> κατὰ Πίνδαρον.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πίνδαρον</foreign>] Bergk. 1 p. 451</note> οὕτως ἐκ τοῦ λυπουμένου <milestone n="457c" unit="stephpage" xml:id="stephpage-457c"/> μάλιστα τῆς ψυχῆς καὶ πάσχοντος ἀνίσταται μάλιστα διʼ ἀσθένειαν ὁ θυμός, οὐχὶ νεύροις, ὥς τις εἶπε, τῆς ψυχῆς ἐοικώς, ἀλλʼ ἐπιτάμασι καὶ σπάσμασιν ἐν ταῖς ἀμυντικαῖς ὁρμαῖς σφοδρότερον ἐξανισταμένης. <milestone n="25" unit="tlnum"/> </said></p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>τὰ μὲν οὖν φαῦλα παραδείγματα τὴν θέαν οὐκ εὔχαριν ἀλλʼ ἀναγκαίαν μόνον εἶχε· τοὺς δʼ <pb xml:id="v.3.p.190"/> ἠπίως καὶ λείως ὁμιλοῦντας ὀργαῖς κάλλιστα μὲν ἀκούσματα κάλλιστα δὲ θεάματα ποιούμενος, ἄρχομαι καταφρονεῖν τῶν λεγόντων· <quote rend="blockquote"> ἄνδρʼ ἠδίκησας · ἄνδρʼ ἀνεκτέον τόδε;</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 912</note> <milestone n="5" unit="tlnum"/> καὶ <quote rend="blockquote"> βαῖνε λάξ, ἐπὶ τραχήλου βαῖνε, καὶ πέλα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πέλα</foreign>] <foreign xml:lang="grc">πίλνα</foreign> Lobeckius</note> χθονί,</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βεργκ. 3 π. 694</foreign></note> <milestone n="457d" unit="stephpage" xml:id="stephpage-457d"/> καὶ τἄλλα παροξυντικά, διʼ ὧν ἔνιοι τὸν θυμὸν ἐκ τῆς γυναικωνίτιδος εἰς τὴν ἀνδρωνῖτιν οὐκ εὖ μετοικίζουσιν. ἡ γὰρ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γὰρ</foreign> R: <foreign xml:lang="grc">μὲν</foreign> </note> ἀνδρεία κατὰ τἄλλα τῇ δικαιοσύνῃ <milestone n="10" unit="tlnum"/> συμφερομένη περὶ μόνης μοι δοκεῖ διαμάχεσθαι τῆς πραότητος, ὡς αὐτῇ μᾶλλον προσηκούσης. ἀνθρώπων μὲν γὰρ κρατῆσαι καὶ χείροσι βελτιόνων ὑπῆρξε, τὸ δʼ ἐν ψυχῇ στῆσαι κατὰ θυμοῦ τρόπαιον ʽ <q>ᾧ χαλεπὸν εἶναι διαμάχεσθαι</q> φησὶν Ἡράκλειτος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἡεράκλειτος</foreign>] Bywater. p. 41</note> <q>ὅ τι <milestone n="15" unit="tlnum"/> γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται</q> μεγάλης ἐστὶ καὶ νικητικῆς ἰσχύος, ὥσπερ νεῦρα καὶ τόνους ἀληθῶς ἐπὶ τὰ πάθη τὰς κρίσεις ἐχούσης. διὸ καὶ συνάγειν <milestone n="457e" unit="stephpage" xml:id="stephpage-457e"/> ἀεὶ πειρῶμαι καὶ ἀναγιγνώσκειν οὐ ταῦτα δὴ μόνον τὰ τῶν φιλοσόφων, οὕς φασι χολὴν οὐκ ἔχειν οἱ <milestone n="20" unit="tlnum"/> νοῦν οὐκ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐκ</foreign> R</note> ἔχοντες, ἀλλὰ μᾶλλον τὰ τῶν βασιλέων καὶ τυράννων οἷον Ἀντιγόνου τὸ πρὸς τοὺς στρατιώτας τοὺς παρὰ τὴν σκηνὴν λοιδοροῦντας αὐτὸν ὡς οὐκ ἀκούοντα· τὴν βακτηρίαν γὰρ ὑποβαλὼν ἔξω <q>παπαί</q> εἶπεν <q>οὐ πορρωτέρω ποι τραπόμενοι κακῶς <milestone n="25" unit="tlnum"/> ἐρεῖθʼ ἡμᾶς;</q> Ἀρκαδίωνος δὲ τοῦ Ἀχαιοῦ τὸν Φίλιππον ἀεὶ κακῶς λέγοντος καὶ φεύγειν παραινοῦντος <pb xml:id="v.3.p.191"/> <quote rend="blockquote"> εἰσόκε τοὺς ἀφίκηται οἳ οὐκ ἴσασι Φίλιππον </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Hom. <foreign xml:lang="grc">λ</foreign> 122</note> εἶτά πως ἐν Μακεδονίᾳ φανέντος, ᾤοντο δεῖν οἱ <milestone n="457f" unit="stephpage" xml:id="stephpage-457f"/> φίλοι κολάσαι καὶ μὴ περιιδεῖν· ὁ δὲ Φίλιππος ἐντυχὼν αὐτῷ φιλανθρώπως καὶ ξένια καὶ δῶρα πέμψας <milestone n="5" unit="tlnum"/> ἐκέλευσεν ὕστερον πυνθάνεσθαι, τίνας λόγους ἀπαγγέλλοι πρὸς τοὺς Ἕλληνας· ὡς δὲ πάντες ἐμαρτύρουν ἐπαινέτην αὐτοῦ γεγονέναι τὸν ἄνδρα θαυμάσιον, <q>ἐγὼ τοίνυν</q> ἔφη <q>βελτίων ἰατρὸς ὑμῶν.</q> ἐν Ὀλυμπίοις δὲ βλασφημίας περὶ αὐτοῦ γενομένης <milestone n="10" unit="tlnum"/> καί τινων λεγόντων, ὡς οἰμῶξαι προσήκει τοὺς Ἕλληνας, ὅτι εὖ πάσχοντες ὑπὸ τοῦ Φιλίππου κακῶς αὐτὸν λέγουσι· <q>τί οὖν</q> ἔφη <q>ποιήσουσιν, ἂν κακῶς πάθωσι;</q> καλὰ δὲ καὶ Πεισιστράτου τὰ πρὸς <milestone n="458a" unit="stephpage" xml:id="stephpage-458a"/>Θρασύβουλον καὶ Πορσήνα τὰ πρὸς Μούκιον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ Πεισιστράτου - Μούκιον</foreign>] del. Stegmannus</note> καὶ <milestone n="15" unit="tlnum"/>Μάγα τὰ πρὸς Φιλήμονα· δημοσίᾳ γὰρ ὑπʼ αὐτοῦ κωμῳδηθεὶς ἐν θεάτρῳ <quote rend="blockquote"><l> παρὰ τοῦ βασιλέως γράμμαθʼ ἣκει σοι, Μάγα. </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kock. 2 p. 522</note><l>Μάγα κακόδαιμον, γράμματʼ οὐκ ἐπίστασαι· </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μάγας - ἐπίσταται</foreign> Clericus</note></quote> λαβὼν ὑπὸ χειμῶνος εἰς Παραιτόνιον ἐξενεχθέντα, <milestone n="20" unit="tlnum"/> στρατιώτην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">στρατιώτην</foreign> Stegmannus: <foreign xml:lang="grc">στρατιώτῃ</foreign> </note> μὲν ἐκέλευσε γυμνῇ τῇ μαχαίρᾳ θιγεῖν τοῦ τραχήλου μόνον εἶτα κοσμίως ἀπελθεῖν· ἀστραγάλους δὲ καὶ σφαῖραν ὡς παιδαρίῳ νοῦν οὐκ ἔχοντι προσπέμψας; ἀφῆκε. Πτολεμαῖος.; δὲ γραμματικὸν εἰς ἀμαθίαν ἐπισκώπτων ἠρώτησε τίς ὁ τοῦ Πηλέως <milestone n="25" unit="tlnum"/> <milestone n="458b" unit="stephpage" xml:id="stephpage-458b"/> πατὴρ ἦν· κἀκεῖνος <q>ἂν σὺ πρότερον εἴπῃς</q> ἔφη <q>τίς <pb xml:id="v.3.p.192"/> ὁ τοῦ Λάγου·</q> τὸ δὲ σκῶμμα τῆς δυσγενείας ἥπτετο τοῦ βασιλέως, καὶ πάντες ἠγανάκτησαν ὡς οὐκ ἐπιτήδειον ὄντα φέρειν· καὶ ὁ Πτολεμαῖος <q>εἰ τὸ φέρειν</q> ἔφη <q>σκωπτόμενον, οὐδὲ τὸ σκώπτειν βασιλικόν <milestone n="5" unit="tlnum"/> ἐστιν.</q> Ἀλέξανδρος δὲ πικρότερος αὑτοῦ γέγονεν ἐν τοῖς περὶ Καλλισθένη καὶ Κλεῖτον. καὶ, Πῶρος ἁλοὺς παρεκάλει χρήσασθαι· βασιλικῶς αὐτῷ καὶ πυθομένου <q>μή τι πλέον;</q> <q>ἐν τῷ βασιλικῶς</q> ἔφη <q>πάντʼ ἔνεστι.</q> διὸ καὶ τῶν θεῶν τὸν βασιλέα <milestone n="10" unit="tlnum"/> <milestone n="458c" unit="stephpage" xml:id="stephpage-458c"/><q>μειλίχιον</q> Ἀθηναῖοι δέ· <q>Μαιμάκτην</q> οἶμαι καλοῦσι· τὸ δὲ κολαστικὸν ἐρινυῶδες καὶ δαιμονικόν, οὐ θεῖον οὐδʼ ὀλύμπιον.</said></p></div><div n="10" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>ὥσπερ οὖν ἐπὶ τοῦ Φιλίππου τις εἶπε κατασκάψαντος Ὄλυνθον, <q>ἀλλʼ οὐκ ἂν ἀνοικίσαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνοικίσαι</foreign> R: <foreign xml:lang="grc">οἰκίσαι</foreign> </note> γε πόλιν <milestone n="15" unit="tlnum"/> ἐκεῖνος δύναιτο τηλικαύτην</q> οὕτως ἔστιν εἰπεῖν πρὸς τὸν θυμὸν <q>ἀνατρέψαι μὲν δύνασαι καὶ διαφθεῖραι καὶ καταβαλεῖν, ἀναστῆσαι δὲ καὶ σῶσαι καὶ φείσασθαι καὶ καρτερῆσαι πραότητός ἐστι καὶ συγγνώμης καὶ μετριοπαθείας, καὶ Καμίλλου καὶ Μετέλλου <milestone n="20" unit="tlnum"/> καὶ Ἀριστείδου καὶ Σωκράτους· τὸ δʼ ἐμφῦναι καὶ δακεῖν μυρμηκῶδες καὶ μυῶδες.</q> οὐ μὴν ἀλλὰ <milestone n="458d" unit="stephpage" xml:id="stephpage-458d"/> καὶ πρὸς ἄμυναν ἅμα σκοπῶν τὸν διʼ ὀργῆς; τρόπον ἄπρακτον εὑρίσκω τὰ πολλά, δήγμασι χειλῶν καὶ πρίσεσιν ὀδόντων καὶ κεναῖς ἐπιδρομαῖς καὶ βλασφημίαις <milestone n="25" unit="tlnum"/> ἀπειλὰς ἀνοήτους ἐχούσαις καταναλισκόμενον, εἶθʼ ὥσπερ ἐν τοῖς δρόμοις τὰ παιδία τῷ μὴ κρατεῖν ἑαυτῶν προκαταπίπτοντα τοῦ τέλους ἐφʼ ὃ σπεύδει γελοίως. ὅθεν οὐ φαύλως ὁ Ῥόδιος πρὸς <pb xml:id="v.3.p.193"/> ὑπηρέτην τοῦ Ῥωμαίων στρατηγοῦ βοῶντα καὶ θρασυνόμενον <q>οὐ μέλει μοι τί σὺ λέγεις ἀλλὰ τί τῆνος σιγῇ</q> καὶ τὸν, Νεοπτόλεμον ὁ Σοφοκλῆς καὶ τὸν Εὐρύπυλον ὁπλίσας <milestone n="5" unit="tlnum"/> <milestone n="458e" unit="stephpage" xml:id="stephpage-458e"/> <quote rend="blockquote"> ἐκόμπασʼ ἀλοιδόρητα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκόμπασ’ ἀλοιδόρητα</foreign>] <foreign xml:lang="grc">ἄκομπ’ ἀλοιδόρητά τε</foreign> Badhamus</note> </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 311</note> φησίν <quote rend="blockquote"> ἐρρηξάτην ἐς κύκλα χαλκέων ὅπλων. </quote> τὸν μὲν γὰρ σίδηρον ἔνιοι τῶν βαρβάρων φαρμάσσουσιν, δʼ ἀνδρεία χολῆς οὐ δεῖται βέβαπται γὰρ <milestone n="10" unit="tlnum"/> ὑπὸ τοῦ λόγου· τὸ δὲ θυμικὸν καὶ μανικὸν εὐπερίθραυστόν ἐστι καὶ σαθρόν. ἀφαιροῦσι γοῦν αὐλοῖς τὸν θυμὸν οἱ Λακεδαιμόνιοι τῶν μαχομένων, καὶ Μούσαις πρὸ πολέμου θύουσιν ὅπως ὁ λόγος ἐμμένῃ· καὶ τρεψάμενοι τοὺς πολεμίους οὐ διώκουσιν, ἀλλʼ <milestone n="15" unit="tlnum"/> ἀνακαλοῦνται τὸν θυμόν, ὥσπερ τὰ σύμμετρα τῶν ἐγχειριδίων εὐανακόμιστον ὄντα καὶ ῥᾴδιον. ὀργὴ <milestone n="458f" unit="stephpage" xml:id="stephpage-458f"/> δὲ, μυρίους προανεῖλε τῆς ἀμύνης, ὡς Κῦρον καὶ Πελοπίδαν τὸν Θηβαῖον. Ἀγαθοκλῆς; δὲ πράως ἔφερε λοιδορούμενος ὑπὸ τῶν πολιορκουμένων· καί τινος <milestone n="20" unit="tlnum"/> εἰπόντος <q>κεραμεῦ, πόθεν ἀποδώσεις τοῖς ξένοις τὸν μισθὸν;</q> ἐπιγελάσας αἴκα <q>ταύταν ἐξέλω</q> καὶ τὸν Ἀντίγονον ἀπὸ τοῦ τείχους τινὲς εἰς ἀμορφίαν ἔσκωπτον· ὁ δὲ πρὸς αὐτοὺς <q>καὶ μὴν ἐδόκουν εὐπρόσωπος εἶναι.</q> λαβὼν δὲ τὴν πόλιν ἐπίπρασκε τοὺς σκώπτοντας, <milestone n="25" unit="tlnum"/> μαρτυράμενος ὅτι πρὸς τοὺς δεσπότας ἕξει τὸν λόγον, ἂν πάλιν αὐτὸν λοιδορῶσιν. ὁρῶ δὲ <pb xml:id="v.3.p.194"/> καὶ κυνηγοὺς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κυνηγοὺς</foreign>] <foreign xml:lang="grc">συνηγόρους</foreign> Kaltwasserus. aliud latet</note> σφαλλομένους ὑπʼ ὀργῆς μεγάλα καὶ ῥήτορας.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁρῶ δὲ - ῥήτορας</foreign>] om. Duebnerus cum cod. E, fortasse recte</note> Ἀριστοτέλης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] <title>Probl.</title> 3, 27</note> δʼ ἱστορεῖ Σατύρου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σατύρου</foreign>] <foreign xml:lang="grc">Σατύρου τοῦ Σαμίου</foreign> Stob. 20, 58</note> τοὺς φίλους <milestone n="459a" unit="stephpage" xml:id="stephpage-459a"/> ἐμφράξαι τὰ ὦτα κηρῷ δίκην ἔχοντος, ὅπως μὴ συγχέῃ τὸ πρᾶγμα διὰ θυμὸν ὑπὸ τῶν ἐχθρῶν <milestone n="5" unit="tlnum"/> λοιδορούμενος. αὐτοὺς δʼ ἡμᾶς οὐ πολλάκις ἐκφεύγει τὸ κολάσαι πλημμελήσαντα δοῦλον;<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πλημμελήσαντας δούλους</foreign> R</note> ἀποδιδράσκουσι γὰρ τὰς ἀπειλὰς καὶ τοὺς λόγους δείσαντες. ὅπερ οὖν αἱ τίτθαι πρὸς τὰ παιδία λέγουσι <q>μὴ κλαῖε καὶ λήψῃ,</q> τοῦτο πρὸς τὸν θυμὸν οὐκ ἀχρήστως <milestone n="10" unit="tlnum"/> λεκτέον <q>μὴ σπεῦδε μηδὲ βόα μηδʼ ἐπείγου, καὶ μᾶλλον ἃ θέλεις γενήσεται καὶ βέλτιον</q> καὶ γὰρ παῖδʼ ἰδὼν πατὴρ ἐπιχειροῦντά τι σιδηρίῳ διελεῖν ἢ τεμεῖν, αὐτὸς λαβὼν τὸ σιδήριον ἐποίησε· καὶ τοῦ <milestone n="459b" unit="stephpage" xml:id="stephpage-459b"/> θυμοῦ τὴν τιμωρίαν παρελόμενος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρελόμενος</foreign>] add. <foreign xml:lang="grc">ὁ λόγος</foreign> Stegmannus. itaque Amyotus</note> αὐτὸς ἀσφαλῶς <milestone n="15" unit="tlnum"/> καὶ ἀβλαβῶς καὶ ὠφελίμως ἐκόλασε τὸν ἄξιον οὐχ ἑαυτὸν ὥσπερ ὁ θυμούμενος ἀντʼ ἐκείνου πολλάκις. </said></p></div></div></body></text></TEI>