<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="5" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>ἔστι γάρ τις, ὦ ἑταῖρε, πρώτη καθάπερ τυράννου <milestone n="5" unit="tlnum"/> κατάλυσις τοῦ θυμοῦ, μὴ πείθεσθαι μηδʼ ὑπακούειν προστάττοντος αὐτοῦ μέγα βοᾶν καὶ δεινὸν βλέπειν καὶ κόπτειν ἑαυτόν, ἀλλʼ ἡσυχάζειν καὶ μὴ συνεπιτείνειν ὥσπερ νόσημα ῥιπτασμῷ καὶ διαβοήσει τὸ πάθος. αἱ μὲν γὰρ ἐρωτικαὶ πράξεις, οἷον <milestone n="10" unit="tlnum"/> <milestone n="455c" unit="stephpage" xml:id="stephpage-455c"/> ἐπικωμάσαι καὶ ᾆσαι καὶ στεφανῶσαι θύραν, ἔχουσιν ἁμωσγέπως κουφισμὸν οὐκ ἄχαριν οὐδʼ ἄμουσον <quote rend="blockquote"><l> ἐλθὼν δʼ οὐκ ἐβόησα τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Callim. Epigr. 43</note><l> τὴν φλιήν. εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικῶ. </l></quote> αἵ τε τοῖς πενθοῦσιν ἐφέσεις τοῦ ἀποκλαῦσαι καὶ <milestone n="15" unit="tlnum"/> ἀποδύρασθαι πολύ τι τῆς λύπης ἅμα τῷ δακρύῳ συνεξάγουσιν· ὁ δὲ θυμὸς ἐκριπίζεται μᾶλλον οἷς πράττουσι καὶ λέγουσιν οἱ ἐν αὐτῷ καθεστῶτες. ἀτρεμεῖν οὖν κράτιστον ἢ φεύγειν καὶ ἀποκρύπτειν. καὶ καθορμίζειν ἑαυτὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑαυτὸν</foreign>] <foreign xml:lang="grc">ἑαυτοὺς</foreign>?</note> εἰς ἡσυχίαν, ὥσπερ ἐπιληψίας <milestone n="20" unit="tlnum"/> ἀρχομένης συναισθανομένους, ἵνα μὴ πέσωμεν <milestone n="455d" unit="stephpage" xml:id="stephpage-455d"/> μᾶλλον δʼ ἐπιπέσωμεν· ἐπιπίπτομεν δέ γε τοῖς φίλοις μάλιστά τε καὶ πλειστάκις. οὐ γὰρ πάντων ἐρῶμεν οὐδὲ πᾶσι φθονοῦμεν οὐδὲ πάντας φοβούμεθα, θυμῷ δʼ ἄθικτον οὐδὲν οὐδʼ ἀνεπιχείρητον <milestone n="25" unit="tlnum"/> ἀλλʼ ὀργιζόμεθα καὶ πολεμίοις καὶ φίλοις καὶ τέκνοις καὶ γονεῦσι καὶ θεοῖς νὴ Δία καὶ θηρίοις καὶ ἀψύχοις σκεύεσιν, ὡς ὁ Θάμυρις <pb xml:id="v.3.p.185"/> <quote rend="blockquote"><l> ῥηγνὺς χρυσόδετον κέρας,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 183</note> </l><l> ῥηγνὺς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ῥηγνὺς</foreign>] <foreign xml:lang="grc">ῥηγνὺς δʼ</foreign> Herwerdenus</note> ἁρμονίαν χορδοτόνου λύρας· </l></quote> καὶ ὁ Πάνδαρος αὑτῷ καταρώμενος, εἰ μὴ τὰ τόξα καταπρήσειε <q>χερσὶ διακλάσσας.</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Hom. E 216</note> ὁ δὲ Ξέρξης καὶ τῇ <milestone n="5" unit="tlnum"/> θαλάττῃ στίγματα καὶ πληγὰς ἐνέβαλλε καὶ πρὸς τὸ <milestone n="455e" unit="stephpage" xml:id="stephpage-455e"/> ὄρος ἐξέπεμπεν ἐπιστολὰς <q>Ἄθω δαιμόνιε οὐρανόμηκες,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐρανόμηκες</foreign> Emperius: <foreign xml:lang="grc">οὐρανομήκη</foreign> </note> μὴ ποιεῖν ἐν ἐμοῖς ἔργοις λίθους μεγάλους καὶ δυσκατεργάστους· εἰ δὲ μὴ, τεμὼν ῥίψω σʼ εἰς θάλασσαν</q> πολλὰ γάρ ἐστι τοῦ θυμοῦ φοβερά, <milestone n="10" unit="tlnum"/> πολλὰ δὲ καὶ γελοῖα· διὸ καὶ μισεῖται καὶ καταφρονεῖται μάλιστα τῶν παθῶν. ἀμφότερα δʼ ἐσκέφθαι χρήσιμον. </said></p></div></div></body></text></TEI>