<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="4" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>καθάπερ οὖν τὴν φλόγα θριξὶ λαγῴαις ἀναπτομένην καὶ θρυαλλίσι καὶ συρφετῷ ῥᾴδιόν ἐστιν ἐπισχεῖν· ἐὰν δʼ ἐπιλάβηται τῶν στερεῶν καὶ βάθος ἐχόντων, ταχὺ διέφθειρε καὶ συνεῖλεν <q>ὑψηλὸν ἡβάσασα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡβάσασα</foreign>] <foreign xml:lang="grc">ἡβήσασα</foreign> Salmasius. Bene habet. cf. Nauck. p. 107</note> <milestone n="25" unit="tlnum"/> τεκτόνων πόνον</q> ὥς φησιν Αἰσχύλος· οὕτως <pb xml:id="v.3.p.183"/> ὁ τῷ θυμῷ προσέχων ἐν ἀρχῇ καὶ κατὰ μικρὸν ἔκ τινος λαλιᾶς καὶ βωμολοχίας συρφετώδους ὁρῶν <milestone n="454f" unit="stephpage" xml:id="stephpage-454f"/> καπνίζοντα καὶ διακαόμενον οὐ μεγάλης δεῖται πραγματείας, ἀλλὰ πολλάκις αὐτῷ τῷ σιωπῆσαι καὶ καταμελῆσαι <milestone n="5" unit="tlnum"/> κατέπαυσε. καὶ γὰρ τὸ πῦρ ὁ μὴ παρασχὼν ὕλην ἔσβεσε, καὶ ὀργὴν ὁ μὴ θρέψας ἐν ἀρχῇ καὶ μὴ φυσήσας ἑαυτὸν ἐφυλάξατο καὶ καθεῖλεν. οὐκ ἤρεσκεν οὖν μοι, καίπερ ἄλλα χρήσιμα λέγων καὶ παραινῶν ὁ Ἱερώνυμος, ἐν οἷς οὔ φησι γιγνομένης <milestone n="10" unit="tlnum"/> ἀλλὰ γεγενημένης καὶ οὔσης αἴσθησιν ὀργῆς εἶναι διὰ τὸ τάχος. οὐθὲν γὰρ οὕτω τῶν παθῶν συλλεγόμενον καὶ διακινούμενον ἔχει τὴν γένεσιν ἐμφανῆ <milestone n="455a" unit="stephpage" xml:id="stephpage-455a"/> καὶ τὴν αὔξησιν· ὡς δὴ καὶ Ὅμηρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] <foreign xml:lang="grc">Σ</foreign> 22</note> ἐμπείρως διδάσκει, λυπηθέντα μὲν εὐθὺς ἐξαίφνης ποιῶν τὸν <milestone n="15" unit="tlnum"/>Ἀχιλλέα τοῦ λόγου προσπεσόντος, ἐν οἷς λέγει <quote rend="blockquote"> ὣς φάτο· τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·</quote> θυμούμενον δὲ βραδέως τῷ Ἀγαμέμνονι καὶ διὰ λόγων πολλῶν ἐκκαόμενον· οὓς εἴ τις ὑφεῖλεν αὐτῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτῶν</foreign>] i. e. Agamemnonis et Achillis</note> ἐν ἀρχῇ καὶ διεκώλυσεν, οὐκ ἂν ἔσχεν αὔξησιν ἡ <milestone n="20" unit="tlnum"/> διαφορὰ τηλικαύτην καὶ μέγεθος. ὅθεν ὁ Σωκράτης ὁσάκις αἴσθοιτο κινουμένου τραχύτερον αὑτοῦ πρός τινα τῶν φίλων, <milestone n="455b" unit="stephpage" xml:id="stephpage-455b"/> <quote rend="blockquote"> πρὸ χείματος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χείματος</foreign> p. 129 a. 503 a: <foreign xml:lang="grc">κύματος</foreign> </note> ὥστʼ ἀνὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὥστ’ ἀνὰ</foreign> paginae eaedem: <foreign xml:lang="grc">ὥς τινα</foreign> </note> ποντίαν ἄκραν στελλόμενος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 3 p. 721</note> </quote> <milestone n="25" unit="tlnum"/> ἐνεδίδου τε τῇ φωνῇ καὶ διεμειδία τῷ προσώπῳ καὶ <pb xml:id="v.3.p.184"/> τὸ βλέμμα πραότερον παρεῖχε, τῷ ῥέπειν ἐπὶ θάτερα καὶ πρὸς τοὐναντίον ἀντικινεῖσθαι τῷ πάθει διαφυλάττων ἑαυτὸν ἀπτῶτα καὶ ἀήττητον. </said></p></div></div></body></text></TEI>