<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="2" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος"><label>ΦΟΥΝΔ.</label> καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, ὦ Σύλλα, τὸ δεῖν ἀεὶ θεραπευομένους <milestone n="5" unit="tlnum"/> βιοῦν τοὺς σῴζεσθαι μέλλοντας. οὐ γὰρ ὡς ἐλλέβορον, οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρειν <milestone n="453e" unit="stephpage" xml:id="stephpage-453e"/> τῷ νοσήματι τὸν λόγον, ἀλλʼ ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς κρίσεις καὶ φυλάσσειν. φαρμάκοις γὰρ οὐκ ἔοικεν ἀλλὰ σιτίοις ὑγιεινοῖς ἡ δύναμις αὐτοῦ, <milestone n="10" unit="tlnum"/> μεθʼ ὑγιείας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μεθ’ ὑγιείας</foreign> *: <foreign xml:lang="grc">μετ’ εὐνοίας</foreign> </note> ἕξιν ἐμποιοῦσα χρηστὴν οἷς ἂν γένηται συνήθης· αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι σχολῇ μὲν ἀνύτουσι καὶ μόλις, οὐδὲν δὲ τῶν ὀσφραντῶν διαφέρουσιν, ἃ τοὺς ἐπιληπτικοὺς ἐγείροντα καταπίπτοντας οὐκ ἀπαλλάττει <milestone n="15" unit="tlnum"/> τοῦ νοσήματος. ὅμως δὲ τὰ μὲν ἄλλα καὶ παρʼ ὃν ἀκμάζει καιρὸν ἁμωσγέπως ὑπείκει καὶ παρίησι <milestone n="453f" unit="stephpage" xml:id="stephpage-453f"/> βοηθοῦντα λόγον ἔξωθεν εἰς τὴν ψυχήν, ὁ δὲ θυμὸς οὐχ ᾗ φησιν ὁ Μελάνθιος <quote rend="blockquote"> τὰ δεινὰ πράσσει τὰς φρένας μετοικίσας,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 760</note> </quote> <milestone n="20" unit="tlnum"/> ἀλλʼ ἐξοικίσας τελείως καὶ ἀποκλείσας, ὥσπερ οἱ συνεμπιπράντες ἑαυτοὺς ταῖς οἰκίαις, πάντα ταραχῆς καὶ καπνοῦ καὶ ψόφου μεστὰ ποιεῖ τὰ ἐντός, ὥστε μήτʼ ἰδεῖν μήτʼ ἀκοῦσαι τῶν ὠφελούντων. διὸ καὶ μᾶλλον ἐν χειμῶνι καὶ πελάγει ναῦς ἔρημος ἀναλήψεται <milestone n="25" unit="tlnum"/> <milestone n="454a" unit="stephpage" xml:id="stephpage-454a"/> κυβερνήτην ἔξωθεν ἢ προσδέξεται λόγον ἀλλότριον ἄνθρωπος ἐν θυμῷ καὶ ὀργῇ σαλεύων, ἂν μὴ παρεσκευασμένον ἔχῃ τὸν οἰκεῖον λογισμόν. ἀλλʼ <pb xml:id="v.3.p.181"/> ὥσπερ οἱ πολιορκίαν προσδεχόμενοι συνάγουσι, καὶ παρατίθενται τἀπιτήδεια τὰς ἔξωθεν ἐλπίδας ἀπεγνωκότες, οὕτω μάλιστα δεῖ τὰ πρὸς τὸν θυμὸν βοηθήματα πόρρωθεν λαμβάνοντας ἐκ φιλοσοφίας <milestone n="5" unit="tlnum"/> κατακομίζειν εἰς τὴν ψυχήν, ὡς, ὅταν ὁ τῆς χρείας ἀφίκηται καιρός, μὴ ῥᾳδίως παρεισάγειν δυνησομένους· οὐδὲ γὰρ ἀκούει τῶν ἐκτὸς ἡ ψυχὴ διὰ τὸν <milestone n="454b" unit="stephpage" xml:id="stephpage-454b"/> θόρυβον, ἐὰν μὴ καθάπερ κελευστὴν ἔνδοθεν ἔχῃ τὸν αὑτῆς λόγον ὀξέως δεχόμενον καὶ συνιέντα τῶν <milestone n="10" unit="tlnum"/> παραγγελλομένων ἕκαστον· ἀκούσασα δὲ τῶν μὲν ἠρέμα καὶ πράως λεγομένων καταφρονεῖ, πρὸς δὲ τοὺς ἐνισταμένους τραχύτερον ἐρεθίζεται. καὶ γὰρ ὑπερήφανος καὶ αὐθάδης καὶ ὅλως ὑφʼ ἑτέρου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑτέρου</foreign>] <foreign xml:lang="grc">ἑτέρων</foreign> Schellensius</note> ὁ θυμὸς δυσκίνητος ὢν, ὥσπερ ὀχυρὰ τυραννὶς ἐξ <milestone n="15" unit="tlnum"/> ἑαυτῆς ἔχειν ὀφείλει σύνοικον καὶ συγγενὲς τὸ καταλῦον.</said></p></div></div></body></text></TEI>