<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="16" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>οὐ μὴν ἀλλʼ ὅσοις γε συμβαίνει διὰ μισοπονηρίαν ἀληθῶς ἁλίσκεσθαι πολλάκις ὑπʼ ὀργῆς, τὸ ἄγαν ἀφαιρετέον αὐτῆς καὶ τὸ ἄκρατον ἅμα τῇ σφοδρᾷ πίστει περὶ τῶν συνόντων. αὕτη γὰρ αὔξει <milestone n="25" unit="tlnum"/> μάλιστα τῶν αἰτιῶν τὸν θυμόν, ὅταν ἢ χρηστὸς ὑποληφθεὶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑποληφθείς τις</foreign>?</note> ἀναφανῇ μοχθηρὸς ἢ φιλεῖν δόξας ἐν <pb xml:id="v.3.p.205"/> <milestone n="463c" unit="stephpage" xml:id="stephpage-463c"/> διαφορᾷ τινι καὶ μέμψει γένηται. τὸ δʼ ἐμὸν ἦθος οἶσθα δήπουθεν ἡλίκαις ῥοπαῖς φέρεται πρὸς εὔνοιαν ἀνθρώπων καὶ πίστιν· ὥσπερ οὖν οἱ κατὰ κενοῦ βαίνοντες, ὅσῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅσῳ</foreign> R: <foreign xml:lang="grc">ὅπου</foreign> </note> μᾶλλον ἐπερείδω τῷ φιλεῖν ἐμαυτόν, <milestone n="5" unit="tlnum"/> ἁμαρτάνω μᾶλλον καὶ σφαλλόμενος ἀνιῶμαι· καὶ τοῦ μὲν φιλεῖν ἀπαρύσαι τὸ ἐμπαθὲς ἄγαν καὶ πρόθυμον οὐκ ἂν ἔτι δυνηθείην τοῦ δὲ πιστεύειν σφόδρα χρησαίμην ἂν ἴσως χαλινῷ τῇ Πλάτωνος;<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτωνος</foreign>] <title>Epist.</title> 13 p. 360 d</note> εὐλαβείᾳ. καὶ γὰρ Ἑλίκωνα τὸν μαθηματικὸν οὕτως ἐπαινεῖν <milestone n="10" unit="tlnum"/> <milestone n="463d" unit="stephpage" xml:id="stephpage-463d"/> φησιν, ὡς φύσει εὐμετάβολον ζῷον, καὶ τοὺς τεθραμμένους ἐν τῇ πόλει· καλῶς δεδιέναι, μὴ ἄνθρωποι καὶ σπέρματα ἀνθρώπων ὄντες ἐκφήνωσί που τῆς φύσεως τὴν ἀσθένειαν. ὁ δὲ Σοφοκλῆς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] Bauck. p. 311</note> λέγων ὅτι <quote rend="blockquote"> τὰ πλεῖστα φωρῶν αἰσχρὰ φωράσεις βροτῶν</quote> <milestone n="15" unit="tlnum"/> ἄγαν ἔοικεν ἡμῖν ἐπεμβαίνειν καὶ κολούειν. οὐ μὴν ἀλλὰ τὸ δύσκολον τοῦτο τῆς κρίσεως καὶ φιλαίτιον εὐκολωτέρους ποιεῖ ταῖς ὀργαῖς ἐκστατικὸν γάρ ἐστι τὸ ἄφνω καὶ ἀπροσδόκητον δεῖ δʼ, ὥς που καὶ Παναίτιος ἔφη, χρῆσθαι τῷ Ἀναξαγόρᾳ, καὶ καθάπερ <milestone n="20" unit="tlnum"/> ἐκεῖνος ἐπὶ τῇ τελευτῇ τοῦ παιδὸς εἶπεν <q>ᾔδειν ὅτι <milestone n="463e" unit="stephpage" xml:id="stephpage-463e"/> θνητὸν ἐγέννησα</q> τοῦτο τοῖς παροξύνουσιν ἕκαστον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἕκαστον</foreign>] <foreign xml:lang="grc">ἑκάστοτʼ</foreign> Stegmannus</note> ἐπιφωνεῖν ἁμαρτήμασιν <q>ᾔδειν ὅτι σοφὸν οὐκ ἐπριάμην δοῦλον</q> <q>ᾔδειν ὅτι ἀπαθῆ τὸν φίλον οὐκ ἐκτησάμην</q> <q>ᾔδειν ὅτι τὴν γυναῖκα γυναῖκʼ εἶχον.</q> ἂν <milestone n="25" unit="tlnum"/> δὲ κἀκεῖνό τις ἐπιφθεγγόμενος ἀεὶ τὸ τοῦ Πλάτωνος <q>μήπου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μήπου</foreign> *: <foreign xml:lang="grc">ἦπου</foreign> </note> ἄρʼ ἐγὼ τοιοῦτος;</q> ἔξωθεν εἴσω τὸν <pb xml:id="v.3.p.206"/> λογισμὸν ἀναστρέφῃ καὶ παρεμβάλλῃ ταῖς μέμψεσι τὴν εὐλάβειαν, οὐ πολλῇ χρήσεται μισοπονηρίᾳ πρὸς ἑτέρους πολλῆς ὁρῶν ἑαυτὸν συγγνώμης δεόμενον. νῦν δʼ ἕκαστος ἡμῶν ὀργιζόμενος καὶ κολάζων Ἀριστείδου <milestone n="5" unit="tlnum"/> φωνὰς ἐπιφέρει καὶ Κάτωνος <q>μὴ κλέπτε</q> <q>μὴ ψεύδου</q> <q>διὰ τί ῥᾳθυμεῖς;</q> καὶ ὃ δὴ πάντων <milestone n="463f" unit="stephpage" xml:id="stephpage-463f"/> αἴσχιστόν ἐστιν, ὀργιζομένοις ἐπιτιμῶμεν μετʼ ὀργῆς καὶ τὰ διὰ θυμὸν ἡμαρτημένα θυμῷ κολάζομεν, οὐχ ὥσπερ οἱ ἰατροί <milestone n="10" unit="tlnum"/> <quote rend="blockquote"> πικρῷ πικρὰν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πικρὰν πικρῷ</foreign> idem ex p. 923 f.</note> κλύζουσι φαρμάκῳ χολήν, </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck p. 312</note> ἀλλὰ μᾶλλον ἐπιτείνοντες καὶ προσεκταράττοντες <milestone n="464a" unit="stephpage" xml:id="stephpage-464a"/> ὅταν οὖν ἐν τούτοις γένωμαι τοῖς ἐπιλογισμοῖς, ἅμα τι πειρῶμαι καὶ τοῦ πολυπράγμονος ἀφαιρεῖν. τὸ γὰρ ἐξακριβοῦν ἅπαντα καὶ φωρᾶν καὶ πᾶσαν ἕλκειν <milestone n="15" unit="tlnum"/> εἰς μέσον ἀσχολίαν οἰκέτου καὶ πρᾶξιν φίλου καὶ διατριβὴν υἱοῦ καὶ ψιθυρισμὸν γυναικός, ὀργὰς φέρει πολλὰς καὶ συνεχεῖς καὶ καθημερινάς, ὧν δυσκολία τρόπου καὶ χαλεπότης τὸ κεφάλαιόν ἐστι. ὁ μὲν οὖν θεός, ὡς Εὐριπίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 675</note> φησί, <milestone n="20" unit="tlnum"/> <quote rend="blockquote"><l> τῶν ἄγαν ἅπτεται, </l><l>τὰ μικρὰ δʼ εἰς τύχην ἀφεὶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀφεὶς</foreign>] <foreign xml:lang="grc">ἀνεὶς</foreign> p. 811 d</note> ἐᾷ </l></quote> ἐγὼ δὲ τῇ τύχῃ μὲν οὐδὲν οἶμαι δεῖν ἐπιτρέπειν οὐδὲ παρορᾶν τὸν νοῦν ἔχοντα, πιστεύειν δὲ καὶ χρῆσθαι τὰ μὲν γυναικὶ· τὰ δʼ οἰκέταις τὰ δὲ φίλοις <milestone n="25" unit="tlnum"/> <milestone n="464b" unit="stephpage" xml:id="stephpage-464b"/> οἷον ἄρχοντʼ,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄρχοντα</foreign> Emperius: <foreign xml:lang="grc">ἄρχοντα ἀρχόντων</foreign> </note> ἐπιτρόποις τισὶ καὶ λογισταῖς καὶ διοικηταῖς, αὐτὸν ἐπὶ τῶν κυριωτάτων ὄντα τῷ λογισμῷ· <pb xml:id="v.3.p.207"/> καὶ μεγίστων. ὡς γὰρ τὰ λεπτὰ γράμματα τὴν ὄψιν, οὕτω τὰ μικρὰ πράγματα μᾶλλον ἐντείνοντα νύττει καὶ ταράττει τὴν ὀργήν, ἔθος πονηρὸν ἐπὶ τὰ μείζονα λαμβάνουσαν. ἐπὶ πᾶσι τοίνυν τὸ <milestone n="5" unit="tlnum"/> μὲν τοῦ Ἐμπεδοκλέους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐμπεδοκλέους</foreign>] Mullach. 1 p. 13 vs. 454</note> μέγα καὶ θεῖον ἡγούμην, τὸ <q>νηστεῦσαι κακότητος·</q> ἐπῄνουν δὲ κἀκείνας ὡς οὐκ ἀχαρίστους οὐδʼ ἀφιλοσόφους τὰς ἐν εὐχαῖς ὁμολογίας, ὁμιλίας ἀφροδισίων ἐνιαυτὸν ἁγνεῦσαι καὶ οἴνου, τιμῶντας ἐγκρατείᾳ τὸν θεόν· ἢ ψευδολογίας <milestone n="10" unit="tlnum"/> πάλιν ἀπέχεσθαι χρόνον ὡρισμένον, αὑτοῖς προσέχοντας <milestone n="464c" unit="stephpage" xml:id="stephpage-464c"/> πῶς ἀληθεύσομεν ἔν τε παιδιᾷ καὶ μετὰ σπουδῆς ἁπάσης. εἶτα ταύταις τὴν ἐμαυτοῦ παρέβαλλον εὐχὴν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὐχὴν</foreign> W: <foreign xml:lang="grc">ψυχὴν</foreign> </note> ὡς οὐχ ἧττον θεοφιλῆ καὶ ἱεράν· ἡμέρας πρῶτον ὀλίγας ἀοργήτους ἔγνων οἷον ἀμεθύστους <milestone n="15" unit="tlnum"/> καὶ ἀοίνους διαγαγεῖν ὥσπερ νηφάλια καὶ μελίσπονδα θύων· εἶτα μῆνʼ ἕνα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἕνα</foreign> Herwerdenus</note> καὶ δύο πειρώμενος ἐμαυτοῦ κατὰ μικρόν, οὕτω τῷ χρόνῳ προύβαινον εἰς τὸ πρόσθεν τῆς ἀνεξικακίας, ἐγκρατῶς προσέχων καὶ διαφυλάττων μετʼ εὐφημίας ἵλεων καὶ ἀμήνιτον ἐμαυτόν, <milestone n="20" unit="tlnum"/> ἁγνεύοντα καὶ λόγων πονηρῶν καὶ πράξεων <milestone n="464d" unit="stephpage" xml:id="stephpage-464d"/> ἀτόπων καὶ πάθους ἐφʼ ἡδονῇ μικρᾷ καὶ ἀχαρίστῳ ταραχάς τε μεγάλας καὶ μεταμέλειαν αἰσχίστην φέροντος. ὅθεν, οἶμαι, καὶ θεοῦ τι συλλαμβάνοντος, ἐσαφήνιζεν ἡ πεῖρα τὴν κρίσιν ἐκείνην, ὅτι τὸ ἵλεων <milestone n="25" unit="tlnum"/> τοῦτο καὶ πρᾶον καὶ φιλάνθρωπον οὐδενὶ τῶν συνόντων εὐμενές ἐστιν οὕτω καὶ φίλον καὶ ἄλυπον ὡς αὐτοῖς τοῖς ἔχουσιν.</said></p></div></div></body></text></TEI>