<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="15" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>καίτοι, καθάπερ ὁ Ζήνων ἔλεγε τὸ σπέρμα σύμμιγμα καὶ κέρασμα τῶν τῆς ψυχῆς δυνάμεων <pb xml:id="v.3.p.204"/> ὑπάρχειν ἀπεσπασμένον, οὕτως ἔοικε τῶν παθῶν <milestone n="463a" unit="stephpage" xml:id="stephpage-463a"/> πανσπερμία τις ὁ θυμὸς εἶναι· καὶ γὰρ λύπης ἀπέσπασται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">malim <foreign xml:lang="grc">ἀπέσπασταί τι</foreign> </note> καὶ ἡδονῆς καὶ ὕβρεως· καὶ φθόνου μὲν ἔχει τὴν ἐπιχαιρεκακίαν, φθόνου δὲ καὶ χείρων ἐστίν· <milestone n="5" unit="tlnum"/> ἀγωνίζεται γὰρ οὐχὶ μὴ παθεῖν αὐτὸς ἀλλὰ παθεῖν κακῶς ἐπιτρίψας ἕτερον· ἐπιθυμίας δʼ αὐτῷ τὸ ἀτερπέστατον ἐμπέφυκεν, εἴ γε δὴ τοῦ λυπεῖν ἕτερον ὄρεξίς ἐστι. διὸ τῶν μὲν ἀσώτων ταῖς οἰκίαις προσιόντες αὐλητρίδος ἀκούομεν ἑωθινῆς, καὶ <q>πηλόν</q> ὣς <milestone n="10" unit="tlnum"/> τις εἶπεν <q>οἴνου καὶ σπαράγματα στεφάνων</q> καὶ κραιπαλῶντας ὁρῶμεν ἐπὶ θύραις ἀκολούθους· τὰ δὲ τῶν πικρῶν ἐκκαλύμματα καὶ δυσκόλων ἐν τοῖς <milestone n="463b" unit="stephpage" xml:id="stephpage-463b"/> προσώποις τῶν οἰκετῶν ὄψει καὶ τοῖς στίγμασι καὶ ταῖς πέδαις· <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"> ἀεὶ δʼ ἀοιδῶν μοῦνος ἐν στέγαις </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 913</note> ὀργίλου ἀνδρός<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνδρὸς ὀργίλου</foreign> Benselerus</note> <quote rend="blockquote"> κωκυτὸς ἐμπέπτωκε, </quote> μαστιγουμένων ἔνδον οἰκονόμων καὶ στρεβλουμένων θεραπαινίδων, ὥστε τοῦ θυμοῦ τὰς λύπας ἐν ταῖς <milestone n="20" unit="tlnum"/> ἐπιθυμίαις καὶ ταῖς ἡδοναῖς οἰκτίρειν ὁρῶντας. </said></p></div></div></body></text></TEI>