<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="14" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>δεῖ δὲ μήτε παίζοντας αὐτῇ διδόναι τόπον, ἔχθραν γὰρ ἐπάγει τῇ φιλοφροσύνῃ· μήτε κοινολογουμένους, φιλονεικίαν γὰρ ἐκ φιλολογίας ἀπεργάζεται· μήτε δικάζοντας, ὕβριν γὰρ τῇ ἐξουσίᾳ προστίθησι· <milestone n="462c" unit="stephpage" xml:id="stephpage-462c"/> μήτε παιδεύοντας, ἀθυμίαν γὰρ ἐμποιεῖ καὶ <milestone n="15" unit="tlnum"/> μισολογίαν μήτʼ εὐτυχοῦντας, αὔξει γὰρ τὸν φθόνον· μήτε δυστυχοῦντας, ἀφαιρεῖ γὰρ τὸν ἔλεον, ὅταν δυσκολαίνωσι καὶ μάχωνται τοῖς συναχθομένοις· ὡς ὁ Πρίαμος <quote rend="blockquote"><l> ἔρρετε, λωβητῆρες, ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Ω</foreign> 239</note> <milestone n="20" unit="tlnum"/> </l><l> ἔστι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔστι</foreign>] <foreign xml:lang="grc">οἴκοι ἔνεστι</foreign> Homerus</note> γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες; </l></quote> ἡ δʼ εὐκολία τοῖς μὲν βοηθεῖ τὰ δʼ ἐπικοσμεῖ τὰ δὲ συνηδύνει, περιγίγνεται δὲ τῇ πραότητι καὶ θυμοῦ καὶ δυσκολίας ἁπάσης· ὥσπερ Εὐκλείδης, τοῦ ἀδελφοῦ πρὸς αὐτὸν ἐκ διαφορᾶς εἰπόντος <q>ἀπολοίμην, <milestone n="25" unit="tlnum"/> εἰ μή σε τιμωρησαίμην·</q> <q>ἐγὼ δέ</q> φήσας <q>ἀπολοίμην, <milestone n="462d" unit="stephpage" xml:id="stephpage-462d"/> εἰ μή σε πείσαιμι</q> διέτρεψε παραχρῆμα καὶ μετέθηκε. πολέμων δέ, λοιδοροῦντος αὐτὸν ἀνθρώπου <pb xml:id="v.3.p.203"/> φιλολίθου καὶ περὶ σφραγίδια πολυτελῆ νοσοῦντος, ἀπεκρίνατο μὲν οὐδὲν τῶν σφραγιδίων δʼ ἑνὶ προσεῖχε τὸν νοῦν καὶ κατεμάνθανεν· ἡσθεὶς οὖν ὁ ἄνθρωπος <q>μὴ οὕτως</q> εἶπεν <q>ὦ Πολέμων, ἀλλʼ ὑπʼ <milestone n="5" unit="tlnum"/> αὐγὰς θεῶ, καὶ πολύ σοι βέλτιον φανεῖται</q> ὁ δʼ Ἀρίστιππος, ὀργῆς αὐτῷ πρὸς Αἰσχίνην γενομένης καί τινος εἰπόντος <q>ὦ Ἀρίστιππε, ποῦ ὑμῶν ἡ φιλία;</q> <q>καθεύδει</q> φησὶν <q>ἐγὼ δʼ αὐτὴν ἐγερῶ·</q> καὶ τῷ Αἰσχίνῃ προσελθὼν εἶπεν <q>οὕτω σοι δοκῶ παντάπασιν <milestone n="10" unit="tlnum"/> ἀτυχής τις εἶναι καὶ ἀνήκεστος, ὥστε μὴ <milestone n="462e" unit="stephpage" xml:id="stephpage-462e"/> νουθεσίας τυχεῖν;</q> ὁ δʼ Αἰσχίνης <q>οὐδέν</q> ἔφη <q>θαυμαστόν, εἰ πρὸς πάντα μου τῇ φύσει διαφέρων κἀνταῦθα τὸ δέον πρότερος συνεῖδες.</q> <quote rend="blockquote"><l> καὶ γὰρ κάπρον φριξαύχενʼ οὐ μόνον γυνή,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 912</note> <milestone n="15" unit="tlnum"/> </l><l> παῖς δʼ ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ </l><l>κλίναι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κλίνοι</foreign> idem</note> παλαιστοῦ παντὸς εὐμαρέστερον. </l></quote> ἀλλʼ ἡμεῖς ἀγριαίνοντα τιθασεύομεν ζῷα καὶ πραΰνομεν, λυκιδεῖς καὶ σκύμνους λεόντων ἐν ταῖς ἀγκάλαις <milestone n="462f" unit="stephpage" xml:id="stephpage-462f"/> περιφέροντες, εἶτα τέκνα καὶ φίλους καὶ συνήθεις <milestone n="20" unit="tlnum"/> ἐκβάλλομεν ὑπʼ ὀργῆς· οἰκέταις δὲ καὶ πολίταις τὸν θυμὸν ὥσπερ θηρίον ἐφίεμεν οὐ καλῶς ὑποκοριζόμενοι μισοπονηρίαν, ἀλλʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλʼ</foreign>] del. R</note> ὥσπερ, οἶμαι, τῶν ἄλλων παθῶν τῆς ψυχῆς καὶ νοσημάτων τὸ μὲν πρόνοιαν τὸ δʼ ἐλευθεριότητα τὸ δʼ εὐσέβειαν καλοῦντες <milestone n="25" unit="tlnum"/> οὐδενὸς ἀπαλλαγῆναι δυνάμεθα. </said></p></div></div></body></text></TEI>