ΦΟΥΝΔ. δεῖ δὲ μήτε παίζοντας αὐτῇ διδόναι τόπον, ἔχθραν γὰρ ἐπάγει τῇ φιλοφροσύνῃ· μήτε κοινολογουμένους, φιλονεικίαν γὰρ ἐκ φιλολογίας ἀπεργάζεται· μήτε δικάζοντας, ὕβριν γὰρ τῇ ἐξουσίᾳ προστίθησι· μήτε παιδεύοντας, ἀθυμίαν γὰρ ἐμποιεῖ καὶ μισολογίαν μήτʼ εὐτυχοῦντας, αὔξει γὰρ τὸν φθόνον· μήτε δυστυχοῦντας, ἀφαιρεῖ γὰρ τὸν ἔλεον, ὅταν δυσκολαίνωσι καὶ μάχωνται τοῖς συναχθομένοις· ὡς ὁ Πρίαμος ἔρρετε, λωβητῆρες, ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν Hom. Ω 239 ἔστι ἔστι ] οἴκοι ἔνεστι Homerus γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες; ἡ δʼ εὐκολία τοῖς μὲν βοηθεῖ τὰ δʼ ἐπικοσμεῖ τὰ δὲ συνηδύνει, περιγίγνεται δὲ τῇ πραότητι καὶ θυμοῦ καὶ δυσκολίας ἁπάσης· ὥσπερ Εὐκλείδης, τοῦ ἀδελφοῦ πρὸς αὐτὸν ἐκ διαφορᾶς εἰπόντος ἀπολοίμην, εἰ μή σε τιμωρησαίμην· ἐγὼ δέ φήσας ἀπολοίμην, εἰ μή σε πείσαιμι διέτρεψε παραχρῆμα καὶ μετέθηκε. πολέμων δέ, λοιδοροῦντος αὐτὸν ἀνθρώπου φιλολίθου καὶ περὶ σφραγίδια πολυτελῆ νοσοῦντος, ἀπεκρίνατο μὲν οὐδὲν τῶν σφραγιδίων δʼ ἑνὶ προσεῖχε τὸν νοῦν καὶ κατεμάνθανεν· ἡσθεὶς οὖν ὁ ἄνθρωπος μὴ οὕτως εἶπεν ὦ Πολέμων, ἀλλʼ ὑπʼ αὐγὰς θεῶ, καὶ πολύ σοι βέλτιον φανεῖται ὁ δʼ Ἀρίστιππος, ὀργῆς αὐτῷ πρὸς Αἰσχίνην γενομένης καί τινος εἰπόντος ὦ Ἀρίστιππε, ποῦ ὑμῶν ἡ φιλία; καθεύδει φησὶν ἐγὼ δʼ αὐτὴν ἐγερῶ· καὶ τῷ Αἰσχίνῃ προσελθὼν εἶπεν οὕτω σοι δοκῶ παντάπασιν ἀτυχής τις εἶναι καὶ ἀνήκεστος, ὥστε μὴ νουθεσίας τυχεῖν; ὁ δʼ Αἰσχίνης οὐδέν ἔφη θαυμαστόν, εἰ πρὸς πάντα μου τῇ φύσει διαφέρων κἀνταῦθα τὸ δέον πρότερος συνεῖδες. καὶ γὰρ κάπρον φριξαύχενʼ οὐ μόνον γυνή, Nauck. p. 912 παῖς δʼ ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ κλίναι κλίνοι idem παλαιστοῦ παντὸς εὐμαρέστερον. ἀλλʼ ἡμεῖς ἀγριαίνοντα τιθασεύομεν ζῷα καὶ πραΰνομεν, λυκιδεῖς καὶ σκύμνους λεόντων ἐν ταῖς ἀγκάλαις περιφέροντες, εἶτα τέκνα καὶ φίλους καὶ συνήθεις ἐκβάλλομεν ὑπʼ ὀργῆς· οἰκέταις δὲ καὶ πολίταις τὸν θυμὸν ὥσπερ θηρίον ἐφίεμεν οὐ καλῶς ὑποκοριζόμενοι μισοπονηρίαν, ἀλλʼ ἀλλʼ ] del. R ὥσπερ, οἶμαι, τῶν ἄλλων παθῶν τῆς ψυχῆς καὶ νοσημάτων τὸ μὲν πρόνοιαν τὸ δʼ ἐλευθεριότητα τὸ δʼ εὐσέβειαν καλοῦντες οὐδενὸς ἀπαλλαγῆναι δυνάμεθα.