ΦΟΥΝΔ. >καὶ μὴν τάς γε συνεχεῖς καὶ πυκνὰς καὶ κατὰ μικρὸν ἐν τῇ ψυχῇ συλλεγομένας ὀργὰς μάλιστα φιλαυτία καὶ δυσκολία μετὰ τρυφῆς, καὶ μαλακίας οἷον σμῆνος ἢ σφηκιὰν ἡμῖν ἐντίκτουσι. διὸ μεῖζον οὐδὲν εὐκολίας καὶ ἀφελείας ἐφόδιον εἰς πραότητα πρὸς οἰκέτας καὶ γυναῖκα καὶ φίλους τῷ δυναμένῳ συμφέρεσθαι τοῖς παροῦσι καὶ μὴ δεομένῳ πολλῶν καὶ περιττῶν ὁ δʼ οὔτʼ ἄγαν ὀπτοῖσιν οὔθʼ ἑφθοῖς ἄγαν, Kock. 3 p. 472 οὔθʼ ἧττον οὔτε μᾶλλον οὔτε διὰ οὔτε διὰ ] οὐδὲ διὰ ? μέσου ἠρτυμένοισι χαίρων ὥστʼ ἐπαινέσαι χιόνος δὲ μὴ παρούσης οὐκ ἂν πιὼν, οὐδʼ οὐδʼ Stegmannus: οὔτε ἄρτον ἐξ ἀγορᾶς φαγὼν οὐδʼ ὄψου γευσάμενος ἐν λιτοῖς ἢ κεραμεοῖς σκεύεσιν, οὐδὲ κοιμηθεὶς ἐπὶ στρωμνῆς μὴ οἰδούσης μηδʼ ὥσπερ θαλάττης διὰ διὰ ] ἐκ Abreschius βάθους κεκινημένης, ῥάβδοις δὲ καὶ πληγαῖς τοὺς περὶ τράπεζαν ὑπηρέτας ἐπιταχύνων μετὰ δρόμου καὶ βοῆς καὶ ἱδρῶτος, ὥσπερ φλεγμοναῖς καταπλάσματα κομίζοντας, ἀσθενεῖ καὶ φιλαιτίῳ καὶ μεμψιμοίρῳ δουλεύων διαίτῃ, καθάπερ ὑπὸ βηχὸς ἐνδελεχοῦς προσκρουμάτων προσκρουμάτων Salmasius: ἢ προσκρουσμάτων πολλῶν ἔλαθεν ἑλκώδη καὶ καταρροϊκὴν διάθεσιν περὶ τὸ θυμοειδὲς ἀπεργασάμενος. ἐθιστέον οὖν τὸ σῶμα διʼ εὐτελείας πρὸς εὐκολίαν αὔταρκες ἑαυτῷ γιγνόμενον· οἱ γὰρ ὀλίγων δεόμενοι πολλῶν οὐκ ἀποτυγχάνουσι. καὶ δεινὸν οὐδὲν ἀρξαμένους ἀρξαμένους R: ἀρξάμενον ἀπὸ τῆς τροφῆς σιωπῇ χρήσασθαι τοῖς παρατυγχάνουσι, καὶ μὴ πολλὰ χολουμένους πολλὰ χολουμένους ] πόλλ’ ἀχθομένους ? cf. p. 468 e; sed nunc praefero vulgatam καὶ δυσκολαίνοντας ἀτερπέστατον ὄψον ἐμβαλεῖν ἑαυτοῖς καὶ φίλοις τὴν ὀργήν· δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο· Hom. υ 392 διὰ πρόσκαυσιν ἢ καπνὸν ἢ ἁλῶν ἔνδειαν ἢ ψυχρότερον ἄρτον οἰκετῶν τυπτομένων καὶ λοιδορουμένης γυναικός. Ἀρκεσιλάου δὲ μετὰ ξένων τινῶν ἑστιῶντος· τοὺς φίλους παρετέθη τὸ δεῖπνον, ἄρτοι δʼ οὐκ ἦσαν ἀμελησάντων πρίασθαι τῶν παίδων. ἐφʼ ᾧ τίς οὐκ ἂν ἡμῶν διέστησε τοὺς τοίχους κεκραγώς; ὁ δὲ μειδιάσας οἷόν ἐστιν ἔφη τὸ συμποτικὸν εἶναι τὸν σοφόν τοῦ δὲ Σωκράτους ἐκ παλαίστρας παραλαβόντος. τὸν Εὐθύδημον, ἡ Ξανθίππη μετʼ ὀργῆς ἐπιστᾶσα καὶ λοιδορηθεῖσα τέλος ἀνέτρεψε τὴν τράπεζαν, ὁ δʼ Εὐθύδημος ἐξαναστὰς ἀπῄει περίλυπος γενόμενος· καὶ ὁ Σωκράτης παρὰ σοὶ δʼ εἶπεν οὐ πρῴην ὄρνις τις εἰσπτᾶσα ταὐτὸ τοῦτʼ ἐποίησεν, ἡμεῖς δʼ οὐκ ἠγανακτήσαμεν; δεῖ γὰρ σὺν εὐκολίᾳ καὶ γέλωτι καὶ φιλοφροσύνῃ τοὺς φίλους δέχεσθαι, μὴ τὰς ὀφρῦς συνάγοντας μηδὲ φρίκην καὶ τρόμον ἐμβάλλοντας τοῖς ὑπηρετοῦσιν. ἐθιστέον δὲ καὶ σκεύεσιν εὐκόλως ὁμιλεῖν ἅπασι καὶ μὴ τῷδε μᾶλλον ἢ τῷδε χρῆσθαι· καθάπερ ἔνιοι πολλῶν παρόντων ἓν ἐξελόμενοι κανθάριον, ὡς Μάριον ἱστοροῦσιν, ἢ ῥυτὸν οὐκ ἂν ἑτέρῳ πίοιεν. οὕτω δὲ καὶ πρὸς ληκύθους ἔχουσιν καὶ πρὸς στλεγγίδας, ἀγαπῶντες ἐκ πασῶν μίαν· εἶθʼ ὅταν συντριβῇ τι τούτων ἢ ἀπόληται, βαρέως φέρουσι καὶ κολάζουσι. ἀφεκτέον οὖν τῷ πρὸς ὀργὴν φαύλως ἔχοντι τῶν σπανίων καὶ περιττῶν, οἷον ἐκπωμάτων καὶ σφραγίδων καὶ λίθων πολυτελῶν· ἐξίστησι γὰρ ἀπολλύμενα μᾶλλον τῶν εὐπορίστων καὶ συνήθων. διὸ καὶ τοῦ Νέρωνος ὀκτάγωνόν τινα σκηνὴν ὑπερφυὲς κάλλει καὶ πολυτελείᾳ θέαμα κατασκευάσαντος, ἤλεγξας ἔφη ὁ Σενέκας πένητα σεαυτόν· ἐὰν γὰρ ταύτην ἀπολέσῃς, ἑτέραν οὐ κτήσῃ τοιαύτην καὶ μέντοι καὶ συνέπεσε τοῦ πλοίου καταδύντος ἀπολέσθαι τὴν σκηνήν· ὁ δὲ Νέρων ἀναμνησθεὶς τοῦ Σενέκα μετριώτερον ἤνεγκεν., ἡ δὲ πρὸς; τὰ πράγματʼ εὐκολία καὶ πρὸς οἰκέτας εὔκολον ποιεῖ καὶ πρᾶον· εἰ δὲ πρὸς οἰκέτας, δῆλον ὅτι καὶ πρὸς φίλους καὶ πρὸς ἀρχομένους. ὁρῶμεν δὲ καὶ δούλους νεωνήτους περὶ τοῦ πριαμένου πυνθανομένους, οὐκ εἰ δεισιδαίμων οὐδʼ εἰ φθονερὸς ἀλλʼ εἰ θυμώδης καὶ ὅλως σὺν ὀργῇ μηδὲ σωφροσύνην ἄνδρας γυναικῶν μηδʼ ἔρωτα γυναῖκας ἀνδρῶν ὑπομένειν δυναμένας μηδὲ συνήθειαν ἀλλήλων φίλους. οὕτως οὔτε γάμος οὔτε φιλία μετʼ ὀργῆς ἀνεκτόν, ἀλλὰ χωρὶς ὀργῆς καὶ μέθη κοῦφόν ἐστιν· ὁ γὰρ τοῦ θεοῦ νάρθηξ ἱκανὸς κολαστὴς τοῦ μεθύοντος, ἂν μὴ προσγενόμενος ὁ θυμὸς ὠμηστὴν καὶ μαινόλην ἀντὶ λυαίου καὶ χορείου ποιήσῃ τὸν ἄκρατον. καὶ τὴν μανίαν αὐτὴν καθʼ αὑτὴν ἡ Ἀντίκυρα θεραπεύει, μιχθεῖσα δʼ ὀργῇ τραγῳδίας ποιεῖ καὶ μύθους.