<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="12" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία φανεῖται, διάκρουσις δὲ καὶ φυλακὴ τῶν ἐν ὀργῇ τινος <milestone n="25" unit="tlnum"/> <milestone n="460d" unit="stephpage" xml:id="stephpage-460d"/> ἁμαρτημάτων. καίτοι καὶ σπληνὸς οἴδημα σύμπτωμα μέν ἐστι πυρετοῦ πραϋνόμενον δὲ κουφίζει τὸν <pb xml:id="v.3.p.198"/> πυρετόν, ὥς φησιν Ἱερώνυμος. ἀλλʼ αὐτῆς γε τῆς ὀργῆς ἀναθεωρῶν τήν γένεσιν ἄλλους ὑπʼ ἄλλων αἰτιῶν ἐμπίπτοντας εἰς αὐτὴν ἑώρων, οἷς ἐπιεικῶς ἅπασι τοῦ καταφρονεῖσθαι καὶ ἀμελεῖσθαι παραγίγνεται. <milestone n="5" unit="tlnum"/> διὸ καὶ τοῖς παραιτουμένοις δεῖ βοηθεῖν πορρωτάτω τὴν πρᾶξιν ὀλιγωρίας ἀπάγοντας καὶ θρασύτητος, εἰς ἄγνοιαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄγνοιαν</foreign> R: <foreign xml:lang="grc">ἄνοιαν</foreign> </note> ἢ ἀνάγκην ἢ πάθος ἢ δυστυχίαν τιθεμένους ὡς Σοφοκλῆς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] <title>Antig</title>. 563</note> <milestone n="460e" unit="stephpage" xml:id="stephpage-460e"/> <quote rend="blockquote"><l> ἀλλʼ οὐ γάρ, ὦ ʼναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένει <milestone n="10" unit="tlnum"/> </l><l> νοῦς τοῖς κακῶς πράξασιν, ἀλλʼ ἐξίσταται. </l></quote> καὶ τῆς Βρισηΐδος τὴν ἀφαίρεσιν εἰς τὴν Ἄτην ἀναφέρων ὁ Ἀγαμέμνων, ὅμως <quote rend="blockquote"> ἂψ ἐθέλει ἀρέσαι, δόμεναὶ τʼ ἀπερείσιʼ ἄποινα.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. T 138</note> </quote> καὶ γὰρ τὸ δεῖσθαι τοῦ μὴ καταφρονοῦντός ἐστι, <milestone n="15" unit="tlnum"/> καὶ ταπεινὸς; φανεὶς ὁ ἀδικήσας ἔλυσε τὴν τῆς ὀλιγωρίας δόξαν. οὐ δεῖ δὲ ταῦτα περιμένειν τὸν ὀργιζόμενον, ἀλλὰ τὸ τοῦ Διογένους <q>οὗτοί σου καταγελῶσιν ὦ Διόγενες·</q> <q>ἐγὼ δʼ οὐ καταγελῶμαι</q> λαμβάνειν <milestone n="460f" unit="stephpage" xml:id="stephpage-460f"/> ἐν ἑαυτῷ, καὶ καταφρονεῖσθαι μὴ νομίζειν <milestone n="20" unit="tlnum"/> ἀλλὰ μᾶλλον ἐκείνου καταφρονεῖν, ὡς διʼ ἀσθένειαν ἢ πλημμέλειαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ πλημμέλειαν</foreign>] del. Stegmannus</note> ἢ προπέτειαν ἢ ῥᾳθυμίαν ἢ ἀνελευθερίαν ἢ γῆρας ἢ νεότητα πλημμελοῦντος. οἰκέταις δὲ καὶ φίλοις ἀφετέον τὸ τοιοῦτο παντάπασιν. οὐ γὰρ ὡς ἀδυνάτων οὐδʼ ὡς ἀπράκτων, ἀλλὰ διʼ ἐπιείκειαν <milestone n="25" unit="tlnum"/> ἢ διʼ εὔνοιαν οἱ μὲν ὡς χρηστῶν οἱ δʼ ὡς φιλούντων καταφρονοῦσι· νυνὶ δʼ οὐ μόνον πρὸς <pb xml:id="v.3.p.199"/> γυναῖκα καὶ δούλους καὶ φίλους ὡς καταφρονούμενοι τραχέως ἔχομεν, ἀλλὰ καὶ πανδοκεῦσι καὶ ναύταις καὶ ὀρεωκόμοις μεθύουσι πολλάκις ὑπʼ ὀργῆς συμπίπτομεν οἰόμενοι καταφρονεῖσθαι, καὶ κυσὶν <milestone n="5" unit="tlnum"/> <milestone n="461a" unit="stephpage" xml:id="stephpage-461a"/> ὑλακτοῦσι καὶ ὄνοις ἐμβάλλουσι χαλεπαίνομεν ὡς ἐκεῖνος ὁ βουλόμενος τύπτειν τὸν ὀνηλάτην, εἶτʼ ἀνακραγόντος ὅτι <q>Ἀθηναῖός εἰμι,</q> <q>σὺ δὲ μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ μὲν</foreign>] <foreign xml:lang="grc">γε μὴν</foreign>?</note> οὐκ εἶ Ἀθηναῖος</q> τὸν ὄνον λέγων ἔτυπτε καὶ πολλὰς ἐνεφόρει πληγάς. <milestone n="10" unit="tlnum"/></said></p></div></div></body></text></TEI>