<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>πάντων δὲ τῶν παθῶν ἐθισμοῦ δεομένων, οἷον δαμάζοντος καὶ καταθλοῦντος ἀσκήσει τὸ ἄλογον καὶ δυσπειθές, οὐ πρὸς ἄλλο μᾶλλον ἔστιν ἐγγυμνάσασθαι <milestone n="20" unit="tlnum"/> τοῖς οἰκέταις ἢ πρὸς τὸν θυμόν. οὔτε γὰρ φθόνος οὔτε φόβος οὔτε φιλοτιμία τις ἐγγίγνεται πρὸς αὐτούς· ὀργαὶ δὲ συνεχεῖς πολλὰ ποιοῦσαι προσκρούματα καὶ σφάλματα διὰ τὴν ἐξουσίαν ὥσπερ ἐν ὀλισθηρῷ χωρίῳ, μηδενὸς ἐνισταμένου μηδὲ κωλύοντος, <milestone n="25" unit="tlnum"/> <milestone n="459c" unit="stephpage" xml:id="stephpage-459c"/> ὑποφέρουσιν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑποφέρουσιν</foreign> R: <foreign xml:lang="grc">ὑποφέρουσαι</foreign> </note> οὐ γὰρ ἔστιν ἀναμάρτητον <pb xml:id="v.3.p.195"/> ἐν πάθει τὸ ἀνυπεύθυνον κατασχεῖν, μὴ πολλῇ τὴν ἐξουσίαν ἐμπεριλαβόντα πραότητι μηδὲ πολλὰς ὑπομείναντα φωνὰς γυναικὸς καὶ φίλων ἐγκαλούντων ἀτονίαν καὶ ῥᾳθυμίαν. οἷς μάλιστα παρωξυνόμην <milestone n="5" unit="tlnum"/> καὶ αὐτὸς ἐπὶ τοὺς οἰκέτας ὡς τῷ μὴ κολάζεσθαι διαφθειρομένους. ὀψὲ μέντοι συνεῖδον, ὅτι πρῶτον μὲν ἐκείνους ἀνεξικακίᾳ χείρονας ποιεῖν βέλτιόν ἐστιν ἢ πικρίᾳ καὶ θυμῷ διαστρέφειν ἑαυτὸν εἰς ἑτέρων ἐπανόρθωσιν ἔπειτα πολλοὺς ὁρῶν αὐτῷ τῷ μὴ <milestone n="10" unit="tlnum"/> κολάζεσθαι πολλάκις αἰδουμένους κακοὺς εἶναι καὶ μεταβολῆς ἀρχὴν τὴν συγγνώμην μᾶλλον ἢ τὴν τιμωρίαν λαμβάνοντας, καὶ νὴ Δία δουλεύοντας ἑτέροις <milestone n="459d" unit="stephpage" xml:id="stephpage-459d"/> ἀπὸ νεύματος καὶ σιωπῇ καὶ προθυμότερον ἢ μετὰ πληγῶν καὶ στιγμάτων ἑτέροις, ἐπειθόμην ἡγεμονικώτερον <milestone n="15" unit="tlnum"/> εἶναι τοῦ θυμοῦ τὸν λογισμόν. οὐ γάρ, ὡς ὁ ποιητὴς εἶπεν <quote rend="blockquote"> ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς· </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Lorenz. Epich. fr. 58</note> ἀλλὰ τοὐναντίον αἰδουμένοις ὁ σωφρονίζων ἐγγίγνεται φόβος. ἡ δὲ συνεχὴς πληγὴ καὶ ἀπαραίτητος <milestone n="20" unit="tlnum"/> οὐ μετάνοιαν ἐμποιεῖ τοῦ κακουργεῖν ἀλλὰ τοῦ λανθάνειν πρόνοιαν μᾶλλον. τρίτον ἀεὶ μνημονεύων καὶ διανοούμενος πρὸς ἐμαυτόν, ὡς οὔθʼ ὁ τοξεύειν ἡμᾶς διδάξας ἐκώλυσε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκώλυσε</foreign>] <foreign xml:lang="grc">ἐκέλευσε</foreign>?</note> βάλλειν ἀλλὰ μὴ διαμαρτάνειν, οὔτε τῷ κολάζειν ἐμποδὼν ἔσται τὸ διδάσκειν <milestone n="25" unit="tlnum"/> <milestone n="459e" unit="stephpage" xml:id="stephpage-459e"/> εὐκαίρως τοῦτο ποιεῖν καὶ μετρίως καὶ ὠφελίμως καὶ πρεπόντως πειρῶμαι τὴν ὀργὴν ἀφαιρεῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρεπόντως πειρῶμαι, τὴν ὀργὴν ἀφαιρῶν</foreign> Madvigius</note> <pb xml:id="v.3.p.196"/> μάλιστα τῷ μὴ παραιρεῖσθαι τῶν κολαζομένων τὴν δικαιολογίαν ἀλλʼ ἀκούειν. ὅ τε γὰρ χρόνος ἐμποιεῖ τῷ πάθει διατριβὴν καὶ μέλλησιν ἐκλύουσαν ἥ τε κρίσις εὑρίσκει καὶ τρόπον πρέποντα καὶ μέγεθος <milestone n="5" unit="tlnum"/> ἁρμόττον κολάσεως· ἔτι δʼ οὐχ ὑπολείπεται πρόφασις τῷ διδόντι δίκην ἀντιτείνειν πρὸς τὴν ἐπανόρθωσιν, ἂν μὴ κατʼ ὀργὴν ἀλλʼ ἐξελεγχθεὶς κολάζηται τὸ τʼ αἴσχιστον οὐ πρόσεστι, φαίνεσθαι δικαιότερα τοῦ δεσπότου λέγοντα τὸν οἰκέτην. ὥσπερ οὖν ὁ <milestone n="10" unit="tlnum"/> <milestone n="459f" unit="stephpage" xml:id="stephpage-459f"/>Φωκίων μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν οὐκ ἐῶν προεξανίστασθαι τοὺς Ἀθηναίους οὐδὲ ταχὺ πιστεύειν, <q>εἰ σήμερον</q> εἶπεν <q>ἄνδρες Ἀθηναῖοι τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς</q> οὕτως οἶμαι δεῖν ὑποβάλλειν ἑαυτῷ τὸν σπεύδοντα διʼ ὀργὴν <milestone n="15" unit="tlnum"/> ἐπὶ τὴν τιμωρίαν, <q>εἰ σήμερον οὗτος ἠδίκηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην ἠδικηκώς·</q> καὶ δεινὸν οὐδέν, εἰ δώσει δίκην βράδιον, ἀλλʼ εἰ ταχὺ παθὼν ἀεὶ φανεῖται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀεὶ φανεῖται</foreign>] <foreign xml:lang="grc">ἀναφανεῖται</foreign> Madvigius. <foreign xml:lang="grc">εἶτα φανεῖται</foreign>?</note> μὴ ἀδικῶν· ὅπερ ἤδη συμβέβηκε πολλάκις. τίς. γὰρ ἡμῶν οὕτω δεινός ἐστιν, ὥστε <milestone n="20" unit="tlnum"/> <milestone n="460a" unit="stephpage" xml:id="stephpage-460a"/> μαστιγοῦν καὶ κολάζειν δοῦλον, ὅτι πέμπτην ἢ δεκάτην ἡμέραν προσέκαυσε τοὖψον ἢ κατέβαλε τὴν τράπεζαν ἢ βράδιον ὑπήκουσε; καὶ μὴν ταῦτʼ ἐστὶν ἐφʼ οἷς εὐθὺς γενομένοις καὶ προσφάτοις οὖσι ταραττόμεθα καὶ πικρῶς καὶ ἀπαραιτήτως ἔχομεν. ὡς γὰρ <milestone n="25" unit="tlnum"/> διʼ ὁμίχλης τὰ σώματα, καὶ διʼ ὀργῆς τὰ πράγματα μείζονα φαίνεται. διὸ δεῖ ταχὺ συμμνημονεύειν τῶν ὁμοίων, καὶ τοῦ πάθους ἔξωθεν ὄντας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὄντας</foreign> Benselerus: <foreign xml:lang="grc">ὄντα</foreign> </note>ἀνυπόπτως, <pb xml:id="v.3.p.197"/> ἂν καθαρῷ τῷ λογισμῷ καὶ καθεστῶτι φαίνηται μοχθηρόν, <milestone n="460b" unit="stephpage" xml:id="stephpage-460b"/> ἐπιστραφῆναι, καὶ μὴ προέσθαι τότε μηδʼ ἀφεῖναι τὴν κόλασιν ὥσπερ σιτίον ἀνορέκτους γεγονότας. οὐδὲν γὰρ οὕτως αἴτιόν ἐστι τοῦ παρούσης <milestone n="5" unit="tlnum"/> ὀργῆς κολάζειν, ὡς τὸ παυσαμένης μὴ κολάζειν ἀλλʼ ἐκλελύσθαι, καὶ ταὐτὸ πεπονθέναι τοῖς ἀργοῖς κωπηλάταις, οἳ γαλήνης ὁρμοῦσιν εἶτα κινδυνεύουσιν ἀνέμῳ πλέοντες. καὶ γὰρ ἡμεῖς τοῦ λογισμοῦ κατεγνωκότες ἀτονίαν καὶ μαλακίαν ἐν τῷ κολάζειν, <milestone n="10" unit="tlnum"/> σπεύδομεν παρόντι τῷ θυμῷ καθάπερ πνεύματι παραβόλως. τροφῇ μὲν γὰρ ὁ πεινῶν κατὰ φύσιν χρῆται τιμωρίᾳ δʼ ὁ μὴ πεινῶν μηδὲ διψῶν αὐτῆς, μηδʼ ὥσπερ ὄψου πρὸς τὸ κολάσαι τοῦ θυμοῦ δεόμενος, <milestone n="460c" unit="stephpage" xml:id="stephpage-460c"/> ἀλλʼ ὅταν πορρωτάτω τοῦ ὀρέγεσθαι γένηται <milestone n="15" unit="tlnum"/> προσάγων τὸν λογισμὸν ἀναγκαίως. οὐ γάρ, ὡς Ἀριστοτέλης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] Fragm. 608</note> ἱστορεῖ κατʼ αὐτὸν ἐν Τυρρηνίᾳ μαστιγοῦσθαι τοὺς οἰκέτας πρὸς αὐλόν, οὕτω πρὸς ἡδονὴν δεῖ καθάπερ ἀπολαύσματος ὀρέξει τῆς τιμωρίας ἐμφορεῖσθαι καὶ χαίρειν κολάζοντας εἶτα μετανοεῖν· <milestone n="20" unit="tlnum"/> ὧν τὸ μὲν θηριῶδες τὸ δὲ γυναικῶδες· ἀλλὰ καὶ λύπης καὶ ἡδονῆς χωρὶς ἐν τῷ τοῦ λογισμοῦ χρόνῳ τὴν δίκην κομίζεσθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κομίζεσθαι</foreign> R: <foreign xml:lang="grc">κολάζεσθαι</foreign> </note> μὴ ὑπολείποντας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπολείποντας</foreign> *: <foreign xml:lang="grc">ὑπολείποντα</foreign> </note> τῷ θυμῷ πρόφασιν.</said></p></div></div></body></text></TEI>