<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>πάντων δὲ τῶν παθῶν ἐθισμοῦ δεομένων, οἷον δαμάζοντος καὶ καταθλοῦντος ἀσκήσει τὸ ἄλογον καὶ δυσπειθές, οὐ πρὸς ἄλλο μᾶλλον ἔστιν ἐγγυμνάσασθαι <milestone n="20" unit="tlnum"/> τοῖς οἰκέταις ἢ πρὸς τὸν θυμόν. οὔτε γὰρ φθόνος οὔτε φόβος οὔτε φιλοτιμία τις ἐγγίγνεται πρὸς αὐτούς· ὀργαὶ δὲ συνεχεῖς πολλὰ ποιοῦσαι προσκρούματα καὶ σφάλματα διὰ τὴν ἐξουσίαν ὥσπερ ἐν ὀλισθηρῷ χωρίῳ, μηδενὸς ἐνισταμένου μηδὲ κωλύοντος, <milestone n="25" unit="tlnum"/> <milestone n="459c" unit="stephpage" xml:id="stephpage-459c"/> ὑποφέρουσιν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑποφέρουσιν</foreign> R: <foreign xml:lang="grc">ὑποφέρουσαι</foreign> </note> οὐ γὰρ ἔστιν ἀναμάρτητον <pb xml:id="v.3.p.195"/> ἐν πάθει τὸ ἀνυπεύθυνον κατασχεῖν, μὴ πολλῇ τὴν ἐξουσίαν ἐμπεριλαβόντα πραότητι μηδὲ πολλὰς ὑπομείναντα φωνὰς γυναικὸς καὶ φίλων ἐγκαλούντων ἀτονίαν καὶ ῥᾳθυμίαν. οἷς μάλιστα παρωξυνόμην <milestone n="5" unit="tlnum"/> καὶ αὐτὸς ἐπὶ τοὺς οἰκέτας ὡς τῷ μὴ κολάζεσθαι διαφθειρομένους. ὀψὲ μέντοι συνεῖδον, ὅτι πρῶτον μὲν ἐκείνους ἀνεξικακίᾳ χείρονας ποιεῖν βέλτιόν ἐστιν ἢ πικρίᾳ καὶ θυμῷ διαστρέφειν ἑαυτὸν εἰς ἑτέρων ἐπανόρθωσιν ἔπειτα πολλοὺς ὁρῶν αὐτῷ τῷ μὴ <milestone n="10" unit="tlnum"/> κολάζεσθαι πολλάκις αἰδουμένους κακοὺς εἶναι καὶ μεταβολῆς ἀρχὴν τὴν συγγνώμην μᾶλλον ἢ τὴν τιμωρίαν λαμβάνοντας, καὶ νὴ Δία δουλεύοντας ἑτέροις <milestone n="459d" unit="stephpage" xml:id="stephpage-459d"/> ἀπὸ νεύματος καὶ σιωπῇ καὶ προθυμότερον ἢ μετὰ πληγῶν καὶ στιγμάτων ἑτέροις, ἐπειθόμην ἡγεμονικώτερον <milestone n="15" unit="tlnum"/> εἶναι τοῦ θυμοῦ τὸν λογισμόν. οὐ γάρ, ὡς ὁ ποιητὴς εἶπεν <quote rend="blockquote"> ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς· </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Lorenz. Epich. fr. 58</note> ἀλλὰ τοὐναντίον αἰδουμένοις ὁ σωφρονίζων ἐγγίγνεται φόβος. ἡ δὲ συνεχὴς πληγὴ καὶ ἀπαραίτητος <milestone n="20" unit="tlnum"/> οὐ μετάνοιαν ἐμποιεῖ τοῦ κακουργεῖν ἀλλὰ τοῦ λανθάνειν πρόνοιαν μᾶλλον. τρίτον ἀεὶ μνημονεύων καὶ διανοούμενος πρὸς ἐμαυτόν, ὡς οὔθʼ ὁ τοξεύειν ἡμᾶς διδάξας ἐκώλυσε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκώλυσε</foreign>] <foreign xml:lang="grc">ἐκέλευσε</foreign>?</note> βάλλειν ἀλλὰ μὴ διαμαρτάνειν, οὔτε τῷ κολάζειν ἐμποδὼν ἔσται τὸ διδάσκειν <milestone n="25" unit="tlnum"/> <milestone n="459e" unit="stephpage" xml:id="stephpage-459e"/> εὐκαίρως τοῦτο ποιεῖν καὶ μετρίως καὶ ὠφελίμως καὶ πρεπόντως πειρῶμαι τὴν ὀργὴν ἀφαιρεῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρεπόντως πειρῶμαι, τὴν ὀργὴν ἀφαιρῶν</foreign> Madvigius</note> <pb xml:id="v.3.p.196"/> μάλιστα τῷ μὴ παραιρεῖσθαι τῶν κολαζομένων τὴν δικαιολογίαν ἀλλʼ ἀκούειν. ὅ τε γὰρ χρόνος ἐμποιεῖ τῷ πάθει διατριβὴν καὶ μέλλησιν ἐκλύουσαν ἥ τε κρίσις εὑρίσκει καὶ τρόπον πρέποντα καὶ μέγεθος <milestone n="5" unit="tlnum"/> ἁρμόττον κολάσεως· ἔτι δʼ οὐχ ὑπολείπεται πρόφασις τῷ διδόντι δίκην ἀντιτείνειν πρὸς τὴν ἐπανόρθωσιν, ἂν μὴ κατʼ ὀργὴν ἀλλʼ ἐξελεγχθεὶς κολάζηται τὸ τʼ αἴσχιστον οὐ πρόσεστι, φαίνεσθαι δικαιότερα τοῦ δεσπότου λέγοντα τὸν οἰκέτην. ὥσπερ οὖν ὁ <milestone n="10" unit="tlnum"/> <milestone n="459f" unit="stephpage" xml:id="stephpage-459f"/>Φωκίων μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν οὐκ ἐῶν προεξανίστασθαι τοὺς Ἀθηναίους οὐδὲ ταχὺ πιστεύειν, <q>εἰ σήμερον</q> εἶπεν <q>ἄνδρες Ἀθηναῖοι τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς</q> οὕτως οἶμαι δεῖν ὑποβάλλειν ἑαυτῷ τὸν σπεύδοντα διʼ ὀργὴν <milestone n="15" unit="tlnum"/> ἐπὶ τὴν τιμωρίαν, <q>εἰ σήμερον οὗτος ἠδίκηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην ἠδικηκώς·</q> καὶ δεινὸν οὐδέν, εἰ δώσει δίκην βράδιον, ἀλλʼ εἰ ταχὺ παθὼν ἀεὶ φανεῖται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀεὶ φανεῖται</foreign>] <foreign xml:lang="grc">ἀναφανεῖται</foreign> Madvigius. <foreign xml:lang="grc">εἶτα φανεῖται</foreign>?</note> μὴ ἀδικῶν· ὅπερ ἤδη συμβέβηκε πολλάκις. τίς. γὰρ ἡμῶν οὕτω δεινός ἐστιν, ὥστε <milestone n="20" unit="tlnum"/> <milestone n="460a" unit="stephpage" xml:id="stephpage-460a"/> μαστιγοῦν καὶ κολάζειν δοῦλον, ὅτι πέμπτην ἢ δεκάτην ἡμέραν προσέκαυσε τοὖψον ἢ κατέβαλε τὴν τράπεζαν ἢ βράδιον ὑπήκουσε; καὶ μὴν ταῦτʼ ἐστὶν ἐφʼ οἷς εὐθὺς γενομένοις καὶ προσφάτοις οὖσι ταραττόμεθα καὶ πικρῶς καὶ ἀπαραιτήτως ἔχομεν. ὡς γὰρ <milestone n="25" unit="tlnum"/> διʼ ὁμίχλης τὰ σώματα, καὶ διʼ ὀργῆς τὰ πράγματα μείζονα φαίνεται. διὸ δεῖ ταχὺ συμμνημονεύειν τῶν ὁμοίων, καὶ τοῦ πάθους ἔξωθεν ὄντας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὄντας</foreign> Benselerus: <foreign xml:lang="grc">ὄντα</foreign> </note>ἀνυπόπτως, <pb xml:id="v.3.p.197"/> ἂν καθαρῷ τῷ λογισμῷ καὶ καθεστῶτι φαίνηται μοχθηρόν, <milestone n="460b" unit="stephpage" xml:id="stephpage-460b"/> ἐπιστραφῆναι, καὶ μὴ προέσθαι τότε μηδʼ ἀφεῖναι τὴν κόλασιν ὥσπερ σιτίον ἀνορέκτους γεγονότας. οὐδὲν γὰρ οὕτως αἴτιόν ἐστι τοῦ παρούσης <milestone n="5" unit="tlnum"/> ὀργῆς κολάζειν, ὡς τὸ παυσαμένης μὴ κολάζειν ἀλλʼ ἐκλελύσθαι, καὶ ταὐτὸ πεπονθέναι τοῖς ἀργοῖς κωπηλάταις, οἳ γαλήνης ὁρμοῦσιν εἶτα κινδυνεύουσιν ἀνέμῳ πλέοντες. καὶ γὰρ ἡμεῖς τοῦ λογισμοῦ κατεγνωκότες ἀτονίαν καὶ μαλακίαν ἐν τῷ κολάζειν, <milestone n="10" unit="tlnum"/> σπεύδομεν παρόντι τῷ θυμῷ καθάπερ πνεύματι παραβόλως. τροφῇ μὲν γὰρ ὁ πεινῶν κατὰ φύσιν χρῆται τιμωρίᾳ δʼ ὁ μὴ πεινῶν μηδὲ διψῶν αὐτῆς, μηδʼ ὥσπερ ὄψου πρὸς τὸ κολάσαι τοῦ θυμοῦ δεόμενος, <milestone n="460c" unit="stephpage" xml:id="stephpage-460c"/> ἀλλʼ ὅταν πορρωτάτω τοῦ ὀρέγεσθαι γένηται <milestone n="15" unit="tlnum"/> προσάγων τὸν λογισμὸν ἀναγκαίως. οὐ γάρ, ὡς Ἀριστοτέλης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] Fragm. 608</note> ἱστορεῖ κατʼ αὐτὸν ἐν Τυρρηνίᾳ μαστιγοῦσθαι τοὺς οἰκέτας πρὸς αὐλόν, οὕτω πρὸς ἡδονὴν δεῖ καθάπερ ἀπολαύσματος ὀρέξει τῆς τιμωρίας ἐμφορεῖσθαι καὶ χαίρειν κολάζοντας εἶτα μετανοεῖν· <milestone n="20" unit="tlnum"/> ὧν τὸ μὲν θηριῶδες τὸ δὲ γυναικῶδες· ἀλλὰ καὶ λύπης καὶ ἡδονῆς χωρὶς ἐν τῷ τοῦ λογισμοῦ χρόνῳ τὴν δίκην κομίζεσθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κομίζεσθαι</foreign> R: <foreign xml:lang="grc">κολάζεσθαι</foreign> </note> μὴ ὑπολείποντας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπολείποντας</foreign> *: <foreign xml:lang="grc">ὑπολείποντα</foreign> </note> τῷ θυμῷ πρόφασιν.</said></p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία φανεῖται, διάκρουσις δὲ καὶ φυλακὴ τῶν ἐν ὀργῇ τινος <milestone n="25" unit="tlnum"/> <milestone n="460d" unit="stephpage" xml:id="stephpage-460d"/> ἁμαρτημάτων. καίτοι καὶ σπληνὸς οἴδημα σύμπτωμα μέν ἐστι πυρετοῦ πραϋνόμενον δὲ κουφίζει τὸν <pb xml:id="v.3.p.198"/> πυρετόν, ὥς φησιν Ἱερώνυμος. ἀλλʼ αὐτῆς γε τῆς ὀργῆς ἀναθεωρῶν τήν γένεσιν ἄλλους ὑπʼ ἄλλων αἰτιῶν ἐμπίπτοντας εἰς αὐτὴν ἑώρων, οἷς ἐπιεικῶς ἅπασι τοῦ καταφρονεῖσθαι καὶ ἀμελεῖσθαι παραγίγνεται. <milestone n="5" unit="tlnum"/> διὸ καὶ τοῖς παραιτουμένοις δεῖ βοηθεῖν πορρωτάτω τὴν πρᾶξιν ὀλιγωρίας ἀπάγοντας καὶ θρασύτητος, εἰς ἄγνοιαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄγνοιαν</foreign> R: <foreign xml:lang="grc">ἄνοιαν</foreign> </note> ἢ ἀνάγκην ἢ πάθος ἢ δυστυχίαν τιθεμένους ὡς Σοφοκλῆς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] <title>Antig</title>. 563</note> <milestone n="460e" unit="stephpage" xml:id="stephpage-460e"/> <quote rend="blockquote"><l> ἀλλʼ οὐ γάρ, ὦ ʼναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένει <milestone n="10" unit="tlnum"/> </l><l> νοῦς τοῖς κακῶς πράξασιν, ἀλλʼ ἐξίσταται. </l></quote> καὶ τῆς Βρισηΐδος τὴν ἀφαίρεσιν εἰς τὴν Ἄτην ἀναφέρων ὁ Ἀγαμέμνων, ὅμως <quote rend="blockquote"> ἂψ ἐθέλει ἀρέσαι, δόμεναὶ τʼ ἀπερείσιʼ ἄποινα.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. T 138</note> </quote> καὶ γὰρ τὸ δεῖσθαι τοῦ μὴ καταφρονοῦντός ἐστι, <milestone n="15" unit="tlnum"/> καὶ ταπεινὸς; φανεὶς ὁ ἀδικήσας ἔλυσε τὴν τῆς ὀλιγωρίας δόξαν. οὐ δεῖ δὲ ταῦτα περιμένειν τὸν ὀργιζόμενον, ἀλλὰ τὸ τοῦ Διογένους <q>οὗτοί σου καταγελῶσιν ὦ Διόγενες·</q> <q>ἐγὼ δʼ οὐ καταγελῶμαι</q> λαμβάνειν <milestone n="460f" unit="stephpage" xml:id="stephpage-460f"/> ἐν ἑαυτῷ, καὶ καταφρονεῖσθαι μὴ νομίζειν <milestone n="20" unit="tlnum"/> ἀλλὰ μᾶλλον ἐκείνου καταφρονεῖν, ὡς διʼ ἀσθένειαν ἢ πλημμέλειαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ πλημμέλειαν</foreign>] del. Stegmannus</note> ἢ προπέτειαν ἢ ῥᾳθυμίαν ἢ ἀνελευθερίαν ἢ γῆρας ἢ νεότητα πλημμελοῦντος. οἰκέταις δὲ καὶ φίλοις ἀφετέον τὸ τοιοῦτο παντάπασιν. οὐ γὰρ ὡς ἀδυνάτων οὐδʼ ὡς ἀπράκτων, ἀλλὰ διʼ ἐπιείκειαν <milestone n="25" unit="tlnum"/> ἢ διʼ εὔνοιαν οἱ μὲν ὡς χρηστῶν οἱ δʼ ὡς φιλούντων καταφρονοῦσι· νυνὶ δʼ οὐ μόνον πρὸς <pb xml:id="v.3.p.199"/> γυναῖκα καὶ δούλους καὶ φίλους ὡς καταφρονούμενοι τραχέως ἔχομεν, ἀλλὰ καὶ πανδοκεῦσι καὶ ναύταις καὶ ὀρεωκόμοις μεθύουσι πολλάκις ὑπʼ ὀργῆς συμπίπτομεν οἰόμενοι καταφρονεῖσθαι, καὶ κυσὶν <milestone n="5" unit="tlnum"/> <milestone n="461a" unit="stephpage" xml:id="stephpage-461a"/> ὑλακτοῦσι καὶ ὄνοις ἐμβάλλουσι χαλεπαίνομεν ὡς ἐκεῖνος ὁ βουλόμενος τύπτειν τὸν ὀνηλάτην, εἶτʼ ἀνακραγόντος ὅτι <q>Ἀθηναῖός εἰμι,</q> <q>σὺ δὲ μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ μὲν</foreign>] <foreign xml:lang="grc">γε μὴν</foreign>?</note> οὐκ εἶ Ἀθηναῖος</q> τὸν ὄνον λέγων ἔτυπτε καὶ πολλὰς ἐνεφόρει πληγάς. <milestone n="10" unit="tlnum"/></said></p></div><div n="13" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>&gt;καὶ μὴν τάς γε συνεχεῖς καὶ πυκνὰς καὶ κατὰ μικρὸν ἐν τῇ ψυχῇ συλλεγομένας ὀργὰς μάλιστα φιλαυτία καὶ δυσκολία μετὰ τρυφῆς, καὶ μαλακίας οἷον σμῆνος ἢ σφηκιὰν ἡμῖν ἐντίκτουσι. διὸ μεῖζον οὐδὲν εὐκολίας καὶ ἀφελείας ἐφόδιον εἰς πραότητα <milestone n="15" unit="tlnum"/> πρὸς οἰκέτας καὶ γυναῖκα καὶ φίλους τῷ δυναμένῳ συμφέρεσθαι τοῖς παροῦσι καὶ μὴ δεομένῳ πολλῶν καὶ περιττῶν <milestone n="461b" unit="stephpage" xml:id="stephpage-461b"/> <quote rend="blockquote"><l> ὁ δʼ οὔτʼ ἄγαν ὀπτοῖσιν οὔθʼ ἑφθοῖς ἄγαν, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kock. 3 p. 472</note><l> οὔθʼ ἧττον οὔτε μᾶλλον οὔτε διὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὔτε διὰ</foreign>] <foreign xml:lang="grc">οὐδὲ διὰ</foreign>?</note> μέσου <milestone n="20" unit="tlnum"/> </l><l> ἠρτυμένοισι χαίρων ὥστʼ ἐπαινέσαι </l></quote> χιόνος δὲ μὴ παρούσης οὐκ ἂν πιὼν, οὐδʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐδʼ</foreign> Stegmannus: <foreign xml:lang="grc">οὔτε</foreign> </note> ἄρτον ἐξ ἀγορᾶς φαγὼν οὐδʼ ὄψου γευσάμενος ἐν λιτοῖς ἢ κεραμεοῖς σκεύεσιν, οὐδὲ κοιμηθεὶς ἐπὶ στρωμνῆς μὴ οἰδούσης μηδʼ ὥσπερ θαλάττης διὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διὰ</foreign>] <foreign xml:lang="grc">ἐκ</foreign> Abreschius</note> βάθους κεκινημένης, <milestone n="25" unit="tlnum"/> ῥάβδοις δὲ καὶ πληγαῖς τοὺς περὶ τράπεζαν ὑπηρέτας ἐπιταχύνων μετὰ δρόμου καὶ βοῆς καὶ <pb xml:id="v.3.p.200"/> ἱδρῶτος, ὥσπερ φλεγμοναῖς καταπλάσματα κομίζοντας, <milestone n="461c" unit="stephpage" xml:id="stephpage-461c"/> ἀσθενεῖ καὶ φιλαιτίῳ καὶ μεμψιμοίρῳ δουλεύων διαίτῃ, καθάπερ ὑπὸ βηχὸς ἐνδελεχοῦς προσκρουμάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσκρουμάτων</foreign> Salmasius: <foreign xml:lang="grc">ἢ προσκρουσμάτων</foreign> </note> πολλῶν ἔλαθεν ἑλκώδη καὶ καταρροϊκὴν διάθεσιν <milestone n="5" unit="tlnum"/> περὶ τὸ θυμοειδὲς ἀπεργασάμενος. ἐθιστέον οὖν τὸ σῶμα διʼ εὐτελείας πρὸς εὐκολίαν αὔταρκες ἑαυτῷ γιγνόμενον· οἱ γὰρ ὀλίγων δεόμενοι πολλῶν οὐκ ἀποτυγχάνουσι. καὶ δεινὸν οὐδὲν ἀρξαμένους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀρξαμένους</foreign> R: <foreign xml:lang="grc">ἀρξάμενον</foreign> </note> ἀπὸ τῆς τροφῆς σιωπῇ χρήσασθαι τοῖς παρατυγχάνουσι, <milestone n="10" unit="tlnum"/> καὶ μὴ πολλὰ χολουμένους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πολλὰ χολουμένους</foreign>] <foreign xml:lang="grc">πόλλ’ ἀχθομένους</foreign>? cf. p. 468 e; sed nunc praefero vulgatam</note> καὶ δυσκολαίνοντας ἀτερπέστατον ὄψον ἐμβαλεῖν ἑαυτοῖς καὶ φίλοις τὴν ὀργήν· <quote rend="blockquote"> δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο· </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">υ</foreign> 392</note> διὰ πρόσκαυσιν ἢ καπνὸν ἢ ἁλῶν ἔνδειαν ἢ ψυχρότερον <milestone n="15" unit="tlnum"/> <milestone n="461d" unit="stephpage" xml:id="stephpage-461d"/> ἄρτον οἰκετῶν τυπτομένων καὶ λοιδορουμένης γυναικός. Ἀρκεσιλάου δὲ μετὰ ξένων τινῶν ἑστιῶντος· τοὺς φίλους παρετέθη τὸ δεῖπνον, ἄρτοι δʼ οὐκ ἦσαν ἀμελησάντων πρίασθαι τῶν παίδων. ἐφʼ ᾧ τίς οὐκ ἂν ἡμῶν διέστησε τοὺς τοίχους κεκραγώς; ὁ δὲ <milestone n="20" unit="tlnum"/> μειδιάσας <q>οἷόν ἐστιν</q> ἔφη <q>τὸ συμποτικὸν εἶναι τὸν σοφόν</q> τοῦ δὲ Σωκράτους ἐκ παλαίστρας παραλαβόντος. τὸν Εὐθύδημον, ἡ Ξανθίππη μετʼ ὀργῆς ἐπιστᾶσα καὶ λοιδορηθεῖσα τέλος ἀνέτρεψε τὴν τράπεζαν, <milestone n="461e" unit="stephpage" xml:id="stephpage-461e"/> ὁ δʼ Εὐθύδημος ἐξαναστὰς ἀπῄει περίλυπος <milestone n="25" unit="tlnum"/> γενόμενος· καὶ ὁ Σωκράτης <q>παρὰ σοὶ δʼ</q> εἶπεν <pb xml:id="v.3.p.201"/> <q>οὐ πρῴην ὄρνις τις εἰσπτᾶσα ταὐτὸ τοῦτʼ ἐποίησεν, ἡμεῖς δʼ οὐκ ἠγανακτήσαμεν;</q> δεῖ γὰρ σὺν εὐκολίᾳ καὶ γέλωτι καὶ φιλοφροσύνῃ τοὺς φίλους δέχεσθαι, μὴ τὰς ὀφρῦς συνάγοντας μηδὲ φρίκην καὶ τρόμον <milestone n="5" unit="tlnum"/> ἐμβάλλοντας τοῖς ὑπηρετοῦσιν. ἐθιστέον δὲ καὶ σκεύεσιν εὐκόλως ὁμιλεῖν ἅπασι καὶ μὴ τῷδε μᾶλλον ἢ τῷδε χρῆσθαι· καθάπερ ἔνιοι πολλῶν παρόντων ἓν ἐξελόμενοι κανθάριον, ὡς Μάριον ἱστοροῦσιν, ἢ ῥυτὸν οὐκ ἂν ἑτέρῳ πίοιεν. οὕτω δὲ καὶ πρὸς <milestone n="10" unit="tlnum"/> ληκύθους ἔχουσιν καὶ πρὸς στλεγγίδας, ἀγαπῶντες <milestone n="461f" unit="stephpage" xml:id="stephpage-461f"/> ἐκ πασῶν μίαν· εἶθʼ ὅταν συντριβῇ τι τούτων ἢ ἀπόληται, βαρέως φέρουσι καὶ κολάζουσι. ἀφεκτέον οὖν τῷ πρὸς ὀργὴν φαύλως ἔχοντι τῶν σπανίων καὶ περιττῶν, οἷον ἐκπωμάτων καὶ σφραγίδων καὶ <milestone n="15" unit="tlnum"/> λίθων πολυτελῶν· ἐξίστησι γὰρ ἀπολλύμενα μᾶλλον τῶν εὐπορίστων καὶ συνήθων. διὸ καὶ τοῦ Νέρωνος ὀκτάγωνόν τινα σκηνὴν ὑπερφυὲς κάλλει καὶ πολυτελείᾳ θέαμα κατασκευάσαντος, <q>ἤλεγξας</q> ἔφη ὁ Σενέκας <q>πένητα σεαυτόν· ἐὰν γὰρ ταύτην ἀπολέσῃς, <milestone n="20" unit="tlnum"/> <milestone n="462a" unit="stephpage" xml:id="stephpage-462a"/> ἑτέραν οὐ κτήσῃ τοιαύτην</q> καὶ μέντοι καὶ συνέπεσε τοῦ πλοίου καταδύντος ἀπολέσθαι τὴν σκηνήν· ὁ δὲ Νέρων ἀναμνησθεὶς τοῦ Σενέκα μετριώτερον ἤνεγκεν., ἡ δὲ πρὸς; τὰ πράγματʼ εὐκολία καὶ πρὸς οἰκέτας εὔκολον ποιεῖ καὶ πρᾶον· εἰ δὲ πρὸς οἰκέτας, <milestone n="25" unit="tlnum"/> δῆλον ὅτι καὶ πρὸς φίλους καὶ πρὸς ἀρχομένους. ὁρῶμεν δὲ καὶ δούλους νεωνήτους περὶ τοῦ πριαμένου πυνθανομένους, οὐκ εἰ δεισιδαίμων οὐδʼ εἰ φθονερὸς ἀλλʼ εἰ θυμώδης καὶ ὅλως σὺν ὀργῇ μηδὲ σωφροσύνην ἄνδρας γυναικῶν μηδʼ ἔρωτα <pb xml:id="v.3.p.202"/> γυναῖκας <milestone n="462b" unit="stephpage" xml:id="stephpage-462b"/> ἀνδρῶν ὑπομένειν δυναμένας μηδὲ συνήθειαν ἀλλήλων φίλους. οὕτως οὔτε γάμος οὔτε φιλία μετʼ ὀργῆς ἀνεκτόν, ἀλλὰ χωρὶς ὀργῆς καὶ μέθη κοῦφόν ἐστιν· ὁ γὰρ τοῦ θεοῦ νάρθηξ ἱκανὸς κολαστὴς <milestone n="5" unit="tlnum"/> τοῦ μεθύοντος, ἂν μὴ προσγενόμενος ὁ θυμὸς ὠμηστὴν καὶ μαινόλην ἀντὶ λυαίου καὶ χορείου ποιήσῃ τὸν ἄκρατον. καὶ τὴν μανίαν αὐτὴν καθʼ αὑτὴν ἡ Ἀντίκυρα θεραπεύει, μιχθεῖσα δʼ ὀργῇ τραγῳδίας ποιεῖ καὶ μύθους. <milestone n="10" unit="tlnum"/></said></p></div><div n="14" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>δεῖ δὲ μήτε παίζοντας αὐτῇ διδόναι τόπον, ἔχθραν γὰρ ἐπάγει τῇ φιλοφροσύνῃ· μήτε κοινολογουμένους, φιλονεικίαν γὰρ ἐκ φιλολογίας ἀπεργάζεται· μήτε δικάζοντας, ὕβριν γὰρ τῇ ἐξουσίᾳ προστίθησι· <milestone n="462c" unit="stephpage" xml:id="stephpage-462c"/> μήτε παιδεύοντας, ἀθυμίαν γὰρ ἐμποιεῖ καὶ <milestone n="15" unit="tlnum"/> μισολογίαν μήτʼ εὐτυχοῦντας, αὔξει γὰρ τὸν φθόνον· μήτε δυστυχοῦντας, ἀφαιρεῖ γὰρ τὸν ἔλεον, ὅταν δυσκολαίνωσι καὶ μάχωνται τοῖς συναχθομένοις· ὡς ὁ Πρίαμος <quote rend="blockquote"><l> ἔρρετε, λωβητῆρες, ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Ω</foreign> 239</note> <milestone n="20" unit="tlnum"/> </l><l> ἔστι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔστι</foreign>] <foreign xml:lang="grc">οἴκοι ἔνεστι</foreign> Homerus</note> γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες; </l></quote> ἡ δʼ εὐκολία τοῖς μὲν βοηθεῖ τὰ δʼ ἐπικοσμεῖ τὰ δὲ συνηδύνει, περιγίγνεται δὲ τῇ πραότητι καὶ θυμοῦ καὶ δυσκολίας ἁπάσης· ὥσπερ Εὐκλείδης, τοῦ ἀδελφοῦ πρὸς αὐτὸν ἐκ διαφορᾶς εἰπόντος <q>ἀπολοίμην, <milestone n="25" unit="tlnum"/> εἰ μή σε τιμωρησαίμην·</q> <q>ἐγὼ δέ</q> φήσας <q>ἀπολοίμην, <milestone n="462d" unit="stephpage" xml:id="stephpage-462d"/> εἰ μή σε πείσαιμι</q> διέτρεψε παραχρῆμα καὶ μετέθηκε. πολέμων δέ, λοιδοροῦντος αὐτὸν ἀνθρώπου <pb xml:id="v.3.p.203"/> φιλολίθου καὶ περὶ σφραγίδια πολυτελῆ νοσοῦντος, ἀπεκρίνατο μὲν οὐδὲν τῶν σφραγιδίων δʼ ἑνὶ προσεῖχε τὸν νοῦν καὶ κατεμάνθανεν· ἡσθεὶς οὖν ὁ ἄνθρωπος <q>μὴ οὕτως</q> εἶπεν <q>ὦ Πολέμων, ἀλλʼ ὑπʼ <milestone n="5" unit="tlnum"/> αὐγὰς θεῶ, καὶ πολύ σοι βέλτιον φανεῖται</q> ὁ δʼ Ἀρίστιππος, ὀργῆς αὐτῷ πρὸς Αἰσχίνην γενομένης καί τινος εἰπόντος <q>ὦ Ἀρίστιππε, ποῦ ὑμῶν ἡ φιλία;</q> <q>καθεύδει</q> φησὶν <q>ἐγὼ δʼ αὐτὴν ἐγερῶ·</q> καὶ τῷ Αἰσχίνῃ προσελθὼν εἶπεν <q>οὕτω σοι δοκῶ παντάπασιν <milestone n="10" unit="tlnum"/> ἀτυχής τις εἶναι καὶ ἀνήκεστος, ὥστε μὴ <milestone n="462e" unit="stephpage" xml:id="stephpage-462e"/> νουθεσίας τυχεῖν;</q> ὁ δʼ Αἰσχίνης <q>οὐδέν</q> ἔφη <q>θαυμαστόν, εἰ πρὸς πάντα μου τῇ φύσει διαφέρων κἀνταῦθα τὸ δέον πρότερος συνεῖδες.</q> <quote rend="blockquote"><l> καὶ γὰρ κάπρον φριξαύχενʼ οὐ μόνον γυνή,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 912</note> <milestone n="15" unit="tlnum"/> </l><l> παῖς δʼ ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ </l><l>κλίναι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κλίνοι</foreign> idem</note> παλαιστοῦ παντὸς εὐμαρέστερον. </l></quote> ἀλλʼ ἡμεῖς ἀγριαίνοντα τιθασεύομεν ζῷα καὶ πραΰνομεν, λυκιδεῖς καὶ σκύμνους λεόντων ἐν ταῖς ἀγκάλαις <milestone n="462f" unit="stephpage" xml:id="stephpage-462f"/> περιφέροντες, εἶτα τέκνα καὶ φίλους καὶ συνήθεις <milestone n="20" unit="tlnum"/> ἐκβάλλομεν ὑπʼ ὀργῆς· οἰκέταις δὲ καὶ πολίταις τὸν θυμὸν ὥσπερ θηρίον ἐφίεμεν οὐ καλῶς ὑποκοριζόμενοι μισοπονηρίαν, ἀλλʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλʼ</foreign>] del. R</note> ὥσπερ, οἶμαι, τῶν ἄλλων παθῶν τῆς ψυχῆς καὶ νοσημάτων τὸ μὲν πρόνοιαν τὸ δʼ ἐλευθεριότητα τὸ δʼ εὐσέβειαν καλοῦντες <milestone n="25" unit="tlnum"/> οὐδενὸς ἀπαλλαγῆναι δυνάμεθα. </said></p></div><div n="15" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>καίτοι, καθάπερ ὁ Ζήνων ἔλεγε τὸ σπέρμα σύμμιγμα καὶ κέρασμα τῶν τῆς ψυχῆς δυνάμεων <pb xml:id="v.3.p.204"/> ὑπάρχειν ἀπεσπασμένον, οὕτως ἔοικε τῶν παθῶν <milestone n="463a" unit="stephpage" xml:id="stephpage-463a"/> πανσπερμία τις ὁ θυμὸς εἶναι· καὶ γὰρ λύπης ἀπέσπασται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">malim <foreign xml:lang="grc">ἀπέσπασταί τι</foreign> </note> καὶ ἡδονῆς καὶ ὕβρεως· καὶ φθόνου μὲν ἔχει τὴν ἐπιχαιρεκακίαν, φθόνου δὲ καὶ χείρων ἐστίν· <milestone n="5" unit="tlnum"/> ἀγωνίζεται γὰρ οὐχὶ μὴ παθεῖν αὐτὸς ἀλλὰ παθεῖν κακῶς ἐπιτρίψας ἕτερον· ἐπιθυμίας δʼ αὐτῷ τὸ ἀτερπέστατον ἐμπέφυκεν, εἴ γε δὴ τοῦ λυπεῖν ἕτερον ὄρεξίς ἐστι. διὸ τῶν μὲν ἀσώτων ταῖς οἰκίαις προσιόντες αὐλητρίδος ἀκούομεν ἑωθινῆς, καὶ <q>πηλόν</q> ὣς <milestone n="10" unit="tlnum"/> τις εἶπεν <q>οἴνου καὶ σπαράγματα στεφάνων</q> καὶ κραιπαλῶντας ὁρῶμεν ἐπὶ θύραις ἀκολούθους· τὰ δὲ τῶν πικρῶν ἐκκαλύμματα καὶ δυσκόλων ἐν τοῖς <milestone n="463b" unit="stephpage" xml:id="stephpage-463b"/> προσώποις τῶν οἰκετῶν ὄψει καὶ τοῖς στίγμασι καὶ ταῖς πέδαις· <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"> ἀεὶ δʼ ἀοιδῶν μοῦνος ἐν στέγαις </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 913</note> ὀργίλου ἀνδρός<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνδρὸς ὀργίλου</foreign> Benselerus</note> <quote rend="blockquote"> κωκυτὸς ἐμπέπτωκε, </quote> μαστιγουμένων ἔνδον οἰκονόμων καὶ στρεβλουμένων θεραπαινίδων, ὥστε τοῦ θυμοῦ τὰς λύπας ἐν ταῖς <milestone n="20" unit="tlnum"/> ἐπιθυμίαις καὶ ταῖς ἡδοναῖς οἰκτίρειν ὁρῶντας. </said></p></div></div></body></text></TEI>