<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg095.perseus-grc2" type="edition" xml:lang="grc"><div n="10" subtype="section" type="textpart"><p rend="indent"><said who="#Φουνδανος" rend="merge"><label>ΦΟΥΝΔ.</label>ὥσπερ οὖν ἐπὶ τοῦ Φιλίππου τις εἶπε κατασκάψαντος Ὄλυνθον, <q>ἀλλʼ οὐκ ἂν ἀνοικίσαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνοικίσαι</foreign> R: <foreign xml:lang="grc">οἰκίσαι</foreign> </note> γε πόλιν <milestone n="15" unit="tlnum"/> ἐκεῖνος δύναιτο τηλικαύτην</q> οὕτως ἔστιν εἰπεῖν πρὸς τὸν θυμὸν <q>ἀνατρέψαι μὲν δύνασαι καὶ διαφθεῖραι καὶ καταβαλεῖν, ἀναστῆσαι δὲ καὶ σῶσαι καὶ φείσασθαι καὶ καρτερῆσαι πραότητός ἐστι καὶ συγγνώμης καὶ μετριοπαθείας, καὶ Καμίλλου καὶ Μετέλλου <milestone n="20" unit="tlnum"/> καὶ Ἀριστείδου καὶ Σωκράτους· τὸ δʼ ἐμφῦναι καὶ δακεῖν μυρμηκῶδες καὶ μυῶδες.</q> οὐ μὴν ἀλλὰ <milestone n="458d" unit="stephpage" xml:id="stephpage-458d"/> καὶ πρὸς ἄμυναν ἅμα σκοπῶν τὸν διʼ ὀργῆς; τρόπον ἄπρακτον εὑρίσκω τὰ πολλά, δήγμασι χειλῶν καὶ πρίσεσιν ὀδόντων καὶ κεναῖς ἐπιδρομαῖς καὶ βλασφημίαις <milestone n="25" unit="tlnum"/> ἀπειλὰς ἀνοήτους ἐχούσαις καταναλισκόμενον, εἶθʼ ὥσπερ ἐν τοῖς δρόμοις τὰ παιδία τῷ μὴ κρατεῖν ἑαυτῶν προκαταπίπτοντα τοῦ τέλους ἐφʼ ὃ σπεύδει γελοίως. ὅθεν οὐ φαύλως ὁ Ῥόδιος πρὸς <pb xml:id="v.3.p.193"/> ὑπηρέτην τοῦ Ῥωμαίων στρατηγοῦ βοῶντα καὶ θρασυνόμενον <q>οὐ μέλει μοι τί σὺ λέγεις ἀλλὰ τί τῆνος σιγῇ</q> καὶ τὸν, Νεοπτόλεμον ὁ Σοφοκλῆς καὶ τὸν Εὐρύπυλον ὁπλίσας <milestone n="5" unit="tlnum"/> <milestone n="458e" unit="stephpage" xml:id="stephpage-458e"/> <quote rend="blockquote"> ἐκόμπασʼ ἀλοιδόρητα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκόμπασ’ ἀλοιδόρητα</foreign>] <foreign xml:lang="grc">ἄκομπ’ ἀλοιδόρητά τε</foreign> Badhamus</note> </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 311</note> φησίν <quote rend="blockquote"> ἐρρηξάτην ἐς κύκλα χαλκέων ὅπλων. </quote> τὸν μὲν γὰρ σίδηρον ἔνιοι τῶν βαρβάρων φαρμάσσουσιν, δʼ ἀνδρεία χολῆς οὐ δεῖται βέβαπται γὰρ <milestone n="10" unit="tlnum"/> ὑπὸ τοῦ λόγου· τὸ δὲ θυμικὸν καὶ μανικὸν εὐπερίθραυστόν ἐστι καὶ σαθρόν. ἀφαιροῦσι γοῦν αὐλοῖς τὸν θυμὸν οἱ Λακεδαιμόνιοι τῶν μαχομένων, καὶ Μούσαις πρὸ πολέμου θύουσιν ὅπως ὁ λόγος ἐμμένῃ· καὶ τρεψάμενοι τοὺς πολεμίους οὐ διώκουσιν, ἀλλʼ <milestone n="15" unit="tlnum"/> ἀνακαλοῦνται τὸν θυμόν, ὥσπερ τὰ σύμμετρα τῶν ἐγχειριδίων εὐανακόμιστον ὄντα καὶ ῥᾴδιον. ὀργὴ <milestone n="458f" unit="stephpage" xml:id="stephpage-458f"/> δὲ, μυρίους προανεῖλε τῆς ἀμύνης, ὡς Κῦρον καὶ Πελοπίδαν τὸν Θηβαῖον. Ἀγαθοκλῆς; δὲ πράως ἔφερε λοιδορούμενος ὑπὸ τῶν πολιορκουμένων· καί τινος <milestone n="20" unit="tlnum"/> εἰπόντος <q>κεραμεῦ, πόθεν ἀποδώσεις τοῖς ξένοις τὸν μισθὸν;</q> ἐπιγελάσας αἴκα <q>ταύταν ἐξέλω</q> καὶ τὸν Ἀντίγονον ἀπὸ τοῦ τείχους τινὲς εἰς ἀμορφίαν ἔσκωπτον· ὁ δὲ πρὸς αὐτοὺς <q>καὶ μὴν ἐδόκουν εὐπρόσωπος εἶναι.</q> λαβὼν δὲ τὴν πόλιν ἐπίπρασκε τοὺς σκώπτοντας, <milestone n="25" unit="tlnum"/> μαρτυράμενος ὅτι πρὸς τοὺς δεσπότας ἕξει τὸν λόγον, ἂν πάλιν αὐτὸν λοιδορῶσιν. ὁρῶ δὲ <pb xml:id="v.3.p.194"/> καὶ κυνηγοὺς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κυνηγοὺς</foreign>] <foreign xml:lang="grc">συνηγόρους</foreign> Kaltwasserus. aliud latet</note> σφαλλομένους ὑπʼ ὀργῆς μεγάλα καὶ ῥήτορας.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁρῶ δὲ - ῥήτορας</foreign>] om. Duebnerus cum cod. E, fortasse recte</note> Ἀριστοτέλης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] <title>Probl.</title> 3, 27</note> δʼ ἱστορεῖ Σατύρου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σατύρου</foreign>] <foreign xml:lang="grc">Σατύρου τοῦ Σαμίου</foreign> Stob. 20, 58</note> τοὺς φίλους <milestone n="459a" unit="stephpage" xml:id="stephpage-459a"/> ἐμφράξαι τὰ ὦτα κηρῷ δίκην ἔχοντος, ὅπως μὴ συγχέῃ τὸ πρᾶγμα διὰ θυμὸν ὑπὸ τῶν ἐχθρῶν <milestone n="5" unit="tlnum"/> λοιδορούμενος. αὐτοὺς δʼ ἡμᾶς οὐ πολλάκις ἐκφεύγει τὸ κολάσαι πλημμελήσαντα δοῦλον;<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πλημμελήσαντας δούλους</foreign> R</note> ἀποδιδράσκουσι γὰρ τὰς ἀπειλὰς καὶ τοὺς λόγους δείσαντες. ὅπερ οὖν αἱ τίτθαι πρὸς τὰ παιδία λέγουσι <q>μὴ κλαῖε καὶ λήψῃ,</q> τοῦτο πρὸς τὸν θυμὸν οὐκ ἀχρήστως <milestone n="10" unit="tlnum"/> λεκτέον <q>μὴ σπεῦδε μηδὲ βόα μηδʼ ἐπείγου, καὶ μᾶλλον ἃ θέλεις γενήσεται καὶ βέλτιον</q> καὶ γὰρ παῖδʼ ἰδὼν πατὴρ ἐπιχειροῦντά τι σιδηρίῳ διελεῖν ἢ τεμεῖν, αὐτὸς λαβὼν τὸ σιδήριον ἐποίησε· καὶ τοῦ <milestone n="459b" unit="stephpage" xml:id="stephpage-459b"/> θυμοῦ τὴν τιμωρίαν παρελόμενος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρελόμενος</foreign>] add. <foreign xml:lang="grc">ὁ λόγος</foreign> Stegmannus. itaque Amyotus</note> αὐτὸς ἀσφαλῶς <milestone n="15" unit="tlnum"/> καὶ ἀβλαβῶς καὶ ὠφελίμως ἐκόλασε τὸν ἄξιον οὐχ ἑαυτὸν ὥσπερ ὁ θυμούμενος ἀντʼ ἐκείνου πολλάκις. </said></p></div></div></body></text></TEI>