ΣΥΛΛΑΣ. καλῶς μοι δοκοῦσιν, ὦ Φουνδάνε, ποιεῖν οἱ ζωγράφοι διὰ χρόνου τὰ ἔργα πρὶν ἢ συντελεῖν ἐπισκοποῦντες· ὅτι τὴν ὄψιν αὐτῶν ἀφιστάντες τῇ πολλάκις κρίσει ποιοῦσι καινὴν καὶ μᾶλλον ἁπτομένην τῆς παρὰ μικρὸν διαφορᾶς, ἣν ἀποκρύπτει τὸ συνεχὲς καὶ τὸ σύνηθες. ἐπεὶ τοίνυν οὐκ ἔστιν αὐτὸν αὑτῷ διὰ χρόνου προσελθεῖν χωρὶς γενόμενον καὶ διαστήσαντα τῆς συνεχείας τὴν αἴσθησιν, ἀλλὰ τοῦτʼ ἐστὶ τὸ μάλιστα ποιοῦν ἕκαστον αὑτοῦ φαυλότερον κριτὴν ἢ ἑτέρων· δεύτερον ἂν εἴη τὸ τοὺς φίλους ἐφορᾶν διὰ χρόνου καὶ παρέχειν ὁμοίως ἐκείνοις ἑαυτόν, οὐκ εἰ γέρων γέγονε ταχὺ καὶ τὸ σῶμα βέλτιον ἢ χεῖρον ἔσχηκεν, ἀλλὰ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐπισκοπεῖν, εἴ τι χρηστὸν ὁ χρόνος προστέθεικεν ἢ τῶν φαύλων ἀφῄρηκεν. ἐγὼ γοῦν ἐνιαυτῷ μὲν ἀφιγμένος εἰς Ῥώμην δευτέρῳ, συνὼν δέ σοι μῆνα τουτονὶ πέμπτον, τὸ μὲν ἐξ ὑπαρχόντων διʼ εὐφυΐαν ἀγαθῶν ἐπίδοσιν γεγονέναι τοσαύτην καὶ αὔξησιν οὐ πάνυ θαυμαστὸν ἡγοῦμαι· τὸ δὲ σφοδρὸν ἐκεῖνο καὶ διάπυρον πρὸς ὀργὴν ὁρῶντί μοι πρᾶον οὕτω καὶ χειρόηθες τῷ λογισμῷ γεγενημένον ἐπέρχεται πρὸς τὸν θυμὸν εἰπεῖν ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος Hom. X. 373 αὓτη δʼ ἡ μαλακότης οὐκ ἀργίαν οὐδʼ ἔκλυσιν, ἀλλʼ ὥσπερ ἡ κατειργασμένη γῆ λειότητα καὶ βάθος ἐνεργὸν ἐπὶ τὰς πράξεις ἔσχηκεν ἀντὶ τῆς φορᾶς ἐκείνης καὶ τῆς ὀξύτητος. διὸ καὶ δῆλόν ἐστιν οὐ παρακμῇ τινι διʼ ἡλικίαν τὸ θυμοειδὲς οὐδʼ αὐτομάτως ἀπομαραινόμενον, ἀλλʼ ὑπὸ λόγων τινῶν χρηστῶν θεραπευόμενον. καίτοι ʽ τὸ γὰρ ἀληθὲς εἰρήσεται πρὸς σἔ ταῦθʼ ἡμῖν Ἔρως ὁ ἑταῖρος ἀπαγγέλλων ὕποπτος ἦν τὰ μὴ προσόντα πρέποντα δὲ προσεῖναι τοῖς καλοῖς κἀγαθοῖς διʼ εὔνοιαν ἐπιμαρτυρεῖν· καίπερ, ὡς οἶσθα, οὐδαμῇ πιθανὸς ὢν τῷ πρὸς χάριν ὑφίεσθαι τοῦ δοκοῦντος. ἀλλὰ νῦν ἐκεῖνός τε τῶν ψευδομαρτυριῶν ἀφεῖται, καὶ σύ, τῆς ὁδοιπορίας σχολὴν διδούσης, δίελθʼ ἡμῖν ὥσπερ ἰατρείαν τινὰ σεαυτοῦ, χρησάμενος οὕτως εὐήνιον καὶ ἁπλοῦν καὶ τῷ λόγῳ πρᾶον καὶ ὑπήκοον ἐποιήσω τὸν θυμόν. ΦΟΥΝΔΑΝΟΣ. εἶτʼ οὐ σκοπεῖς, ὦ προθυμότατε Σύλλα, μὴ καὶ αὐτὸς εὐνοίᾳ καὶ φιλίᾳ τῇ πρὸς ἡμᾶς παρορᾷς τι τῶν ἡμετέρων; ἔρωτι μὲν γὰρ οὐδʼ αὐτῷ πολλάκις ἔχοντι κατὰ χώραν κατὰ κώραν ] del. Huttenus ἐν τῇ Ὁμηρικῇ Ὁμηρικῇ ] cf. Hom. υ 23 πείσῃ μένοντα τὸν θυμόν, ἀλλὰ τραχύτερον ὑπὸ μισοπονηρίας, εἰκός ἐστι πραοτέρους ἡμᾶς φανῆναι, καθάπερ ἐν διαγραμμάτων μεταβολαῖς νῆταί τινες πρὸς ἑτέρας νήτας τάξιν ὑπάτων λαμβάνουσιν. ΣΥΛΛ. οὐδέτερα τούτων, ἔστιν, ὦ Φουνδάνε· ποίει δʼ ὡς λέγω, χαριζόμενος ἡμῖν. ΦΟΥΝΔ. καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, ὦ Σύλλα, τὸ δεῖν ἀεὶ θεραπευομένους βιοῦν τοὺς σῴζεσθαι μέλλοντας. οὐ γὰρ ὡς ἐλλέβορον, οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρειν τῷ νοσήματι τὸν λόγον, ἀλλʼ ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς κρίσεις καὶ φυλάσσειν. φαρμάκοις γὰρ οὐκ ἔοικεν ἀλλὰ σιτίοις ὑγιεινοῖς ἡ δύναμις αὐτοῦ, μεθʼ ὑγιείας μεθʼ ὑγιείας *: μετʼ εὐνοίας ἕξιν ἐμποιοῦσα χρηστὴν οἷς ἂν γένηται συνήθης· αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι σχολῇ μὲν ἀνύτουσι καὶ μόλις, οὐδὲν δὲ τῶν ὀσφραντῶν διαφέρουσιν, ἃ τοὺς ἐπιληπτικοὺς ἐγείροντα καταπίπτοντας οὐκ ἀπαλλάττει τοῦ νοσήματος. ὅμως δὲ τὰ μὲν ἄλλα καὶ παρʼ ὃν ἀκμάζει καιρὸν ἁμωσγέπως ὑπείκει καὶ παρίησι βοηθοῦντα λόγον ἔξωθεν εἰς τὴν ψυχήν, ὁ δὲ θυμὸς οὐχ ᾗ φησιν ὁ Μελάνθιος τὰ δεινὰ πράσσει τὰς φρένας μετοικίσας, Nauck. p. 760 ἀλλʼ ἐξοικίσας τελείως καὶ ἀποκλείσας, ὥσπερ οἱ συνεμπιπράντες ἑαυτοὺς ταῖς οἰκίαις, πάντα ταραχῆς καὶ καπνοῦ καὶ ψόφου μεστὰ ποιεῖ τὰ ἐντός, ὥστε μήτʼ ἰδεῖν μήτʼ ἀκοῦσαι τῶν ὠφελούντων. διὸ καὶ μᾶλλον ἐν χειμῶνι καὶ πελάγει ναῦς ἔρημος ἀναλήψεται κυβερνήτην ἔξωθεν ἢ προσδέξεται λόγον ἀλλότριον ἄνθρωπος ἐν θυμῷ καὶ ὀργῇ σαλεύων, ἂν μὴ παρεσκευασμένον ἔχῃ τὸν οἰκεῖον λογισμόν. ἀλλʼ ὥσπερ οἱ πολιορκίαν προσδεχόμενοι συνάγουσι, καὶ παρατίθενται τἀπιτήδεια τὰς ἔξωθεν ἐλπίδας ἀπεγνωκότες, οὕτω μάλιστα δεῖ τὰ πρὸς τὸν θυμὸν βοηθήματα πόρρωθεν λαμβάνοντας ἐκ φιλοσοφίας κατακομίζειν εἰς τὴν ψυχήν, ὡς, ὅταν ὁ τῆς χρείας ἀφίκηται καιρός, μὴ ῥᾳδίως παρεισάγειν δυνησομένους· οὐδὲ γὰρ ἀκούει τῶν ἐκτὸς ἡ ψυχὴ διὰ τὸν θόρυβον, ἐὰν μὴ καθάπερ κελευστὴν ἔνδοθεν ἔχῃ τὸν αὑτῆς λόγον ὀξέως δεχόμενον καὶ συνιέντα τῶν παραγγελλομένων ἕκαστον· ἀκούσασα δὲ τῶν μὲν ἠρέμα καὶ πράως λεγομένων καταφρονεῖ, πρὸς δὲ τοὺς ἐνισταμένους τραχύτερον ἐρεθίζεται. καὶ γὰρ ὑπερήφανος καὶ αὐθάδης καὶ ὅλως ὑφʼ ἑτέρου ἑτέρου ] ἑτέρων Schellensius ὁ θυμὸς δυσκίνητος ὢν, ὥσπερ ὀχυρὰ τυραννὶς ἐξ ἑαυτῆς ἔχειν ὀφείλει σύνοικον καὶ συγγενὲς τὸ καταλῦον. ΦΟΥΝΔ. ἡ μὲν οὖν συνέχεια τῆς ὀργῆς καὶ τὸ προσκρούειν πολλάκις ἕξιν ἐμποιεῖ πονηρὰν τῇ ψυχῇ, ἣν ὀργιλότητα καλοῦσιν, εἰς ἀκραχολίαν καὶ πικρίαν καὶ δυσκολίαν τελευτῶσαν, ὅταν ἑλκώδης καὶ μικρόλυπος ὁ θυμὸς γένηται καὶ φιλαίτιος ὑπὸ τῶν τυχόντων ὡς σίδηρος ἀσθενὴς καὶ λεπτὸς ἀναχαρασσόμενος· ἡ δὲ παραχρῆμα ταῖς ὀργαῖς ἐνισταμένη καὶ πιέζουσα κρίσις οὐ τὸ παρὸν ἰᾶται μόνον, ἀλλὰ καὶ πρὸς τὸ λοιπὸν εὔτονον ποιεῖ καὶ δυσπαθῆ τὴν ψυχήν. ἐμοὶ γοῦν συνέβη δὶς ἢ τρὶς ἐνστάντι πρὸς ὀργὴν τὸ τῶν Θηβαίων παθεῖν, οἳ τὸ πρῶτον ὠσάμενοι Λακεδαιμονίους ἀηττήτους εἶναι δοκοῦντας, οὐδεμίαν ὕστερον ἡττήθησαν ὑπʼ αὐτῶν μάχην· φρόνημα γὰρ ἔσχον ὡς κρατεῖν ἔστι τῷ λογισμῷ. ἑώρων δʼ οὐ μόνον ψυχροῦ κατασκεδαννυμένου λήγουσαν ὀργὴν ὡς Ἀριστοτέλης Ἀριστοτέλης ] de Part. Animal. 2, 4. Problem. 10, 60. 27, 1 ἱστόρησεν, ἱστόρηκεν ? ἀλλὰ καὶ φόβου προσαχθέντος ἀποσβεννυμένην καὶ νὴ Δία χαρᾶς ἐπιγενομένης ἄφνω καθʼ Ὅμηρον Ὁμηρον ] Ψ 598 ἰάνθη καὶ διεχύθη πολλοῖς ὁ θυμός. ὥστε μοι παρίστατο μὴ παντελῶς ἀβοήθητον εἶναι τοῖς γε βουλομένοις τὸ πάθος. οὐδὲ γὰρ ἀρχὰς ἔχει μεγάλας ἀεὶ καὶ ἰσχυράς, ἀλλὰ καὶ σκῶμμα καὶ παιδιὰ καὶ τὸ γελάσαι τινὰ καὶ τὸ διανεῦσαι καὶ πολλὰ τοιαῦτα πολλοὺς εἰς ὀργὴν καθίστησιν, ὥσπερ ἡ Ἑλένη τὴν ἀδελφιδῆν προσαγορεύσασα παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου Eurip. Or . 72, 99 παρώξυνεν εἰπεῖν ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους· Eurip. Or . 72, 99 καὶ τὸν Ἀλέξανδρον ὁ Καλλισθένης εἰπὼν, τῆς μεγάλης κύλικος περιφερομένης, οὐ βούλομαι πιὼν Ἀλεξάνδρου Ἀσκληπιοῦ δεῖσθαι. ΦΟΥΝΔ. καθάπερ οὖν τὴν φλόγα θριξὶ λαγῴαις ἀναπτομένην καὶ θρυαλλίσι καὶ συρφετῷ ῥᾴδιόν ἐστιν ἐπισχεῖν· ἐὰν δʼ ἐπιλάβηται τῶν στερεῶν καὶ βάθος ἐχόντων, ταχὺ διέφθειρε καὶ συνεῖλεν ὑψηλὸν ἡβάσασα ἡβάσασα ] ἡβήσασα Salmasius. Bene habet. cf. Nauck. p. 107 τεκτόνων πόνον ὥς φησιν Αἰσχύλος· οὕτως ὁ τῷ θυμῷ προσέχων ἐν ἀρχῇ καὶ κατὰ μικρὸν ἔκ τινος λαλιᾶς καὶ βωμολοχίας συρφετώδους ὁρῶν καπνίζοντα καὶ διακαόμενον οὐ μεγάλης δεῖται πραγματείας, ἀλλὰ πολλάκις αὐτῷ τῷ σιωπῆσαι καὶ καταμελῆσαι κατέπαυσε. καὶ γὰρ τὸ πῦρ ὁ μὴ παρασχὼν ὕλην ἔσβεσε, καὶ ὀργὴν ὁ μὴ θρέψας ἐν ἀρχῇ καὶ μὴ φυσήσας ἑαυτὸν ἐφυλάξατο καὶ καθεῖλεν. οὐκ ἤρεσκεν οὖν μοι, καίπερ ἄλλα χρήσιμα λέγων καὶ παραινῶν ὁ Ἱερώνυμος, ἐν οἷς οὔ φησι γιγνομένης ἀλλὰ γεγενημένης καὶ οὔσης αἴσθησιν ὀργῆς εἶναι διὰ τὸ τάχος. οὐθὲν γὰρ οὕτω τῶν παθῶν συλλεγόμενον καὶ διακινούμενον ἔχει τὴν γένεσιν ἐμφανῆ καὶ τὴν αὔξησιν· ὡς δὴ καὶ Ὅμηρος Ὁμηρος ] Σ 22 ἐμπείρως διδάσκει, λυπηθέντα μὲν εὐθὺς ἐξαίφνης ποιῶν τὸν Ἀχιλλέα τοῦ λόγου προσπεσόντος, ἐν οἷς λέγει ὣς φάτο· τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· θυμούμενον δὲ βραδέως τῷ Ἀγαμέμνονι καὶ διὰ λόγων πολλῶν ἐκκαόμενον· οὓς εἴ τις ὑφεῖλεν αὐτῶν αὐτῶν ] i. e. Agamemnonis et Achillis ἐν ἀρχῇ καὶ διεκώλυσεν, οὐκ ἂν ἔσχεν αὔξησιν ἡ διαφορὰ τηλικαύτην καὶ μέγεθος. ὅθεν ὁ Σωκράτης ὁσάκις αἴσθοιτο κινουμένου τραχύτερον αὑτοῦ πρός τινα τῶν φίλων, πρὸ χείματος χείματος p. 129 a. 503 a: κύματος ὥστʼ ἀνὰ ὥστʼ ἀνὰ paginae eaedem: ὥς τινα ποντίαν ἄκραν στελλόμενος Bergk. 3 p. 721 ἐνεδίδου τε τῇ φωνῇ καὶ διεμειδία τῷ προσώπῳ καὶ τὸ βλέμμα πραότερον παρεῖχε, τῷ ῥέπειν ἐπὶ θάτερα καὶ πρὸς τοὐναντίον ἀντικινεῖσθαι τῷ πάθει διαφυλάττων ἑαυτὸν ἀπτῶτα καὶ ἀήττητον. ΦΟΥΝΔ. ἔστι γάρ τις, ὦ ἑταῖρε, πρώτη καθάπερ τυράννου κατάλυσις τοῦ θυμοῦ, μὴ πείθεσθαι μηδʼ ὑπακούειν προστάττοντος αὐτοῦ μέγα βοᾶν καὶ δεινὸν βλέπειν καὶ κόπτειν ἑαυτόν, ἀλλʼ ἡσυχάζειν καὶ μὴ συνεπιτείνειν ὥσπερ νόσημα ῥιπτασμῷ καὶ διαβοήσει τὸ πάθος. αἱ μὲν γὰρ ἐρωτικαὶ πράξεις, οἷον ἐπικωμάσαι καὶ ᾆσαι καὶ στεφανῶσαι θύραν, ἔχουσιν ἁμωσγέπως κουφισμὸν οὐκ ἄχαριν οὐδʼ ἄμουσον ἐλθὼν δʼ οὐκ ἐβόησα τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα Callim. Epigr. 43 τὴν φλιήν. εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικῶ. αἵ τε τοῖς πενθοῦσιν ἐφέσεις τοῦ ἀποκλαῦσαι καὶ ἀποδύρασθαι πολύ τι τῆς λύπης ἅμα τῷ δακρύῳ συνεξάγουσιν· ὁ δὲ θυμὸς ἐκριπίζεται μᾶλλον οἷς πράττουσι καὶ λέγουσιν οἱ ἐν αὐτῷ καθεστῶτες. ἀτρεμεῖν οὖν κράτιστον ἢ φεύγειν καὶ ἀποκρύπτειν. καὶ καθορμίζειν ἑαυτὸν ἑαυτὸν ] ἑαυτοὺς ? εἰς ἡσυχίαν, ὥσπερ ἐπιληψίας ἀρχομένης συναισθανομένους, ἵνα μὴ πέσωμεν μᾶλλον δʼ ἐπιπέσωμεν· ἐπιπίπτομεν δέ γε τοῖς φίλοις μάλιστά τε καὶ πλειστάκις. οὐ γὰρ πάντων ἐρῶμεν οὐδὲ πᾶσι φθονοῦμεν οὐδὲ πάντας φοβούμεθα, θυμῷ δʼ ἄθικτον οὐδὲν οὐδʼ ἀνεπιχείρητον ἀλλʼ ὀργιζόμεθα καὶ πολεμίοις καὶ φίλοις καὶ τέκνοις καὶ γονεῦσι καὶ θεοῖς νὴ Δία καὶ θηρίοις καὶ ἀψύχοις σκεύεσιν, ὡς ὁ Θάμυρις ῥηγνὺς χρυσόδετον κέρας, Nauck. p. 183 ῥηγνὺς ῥηγνὺς ] ῥηγνὺς δʼ Herwerdenus ἁρμονίαν χορδοτόνου λύρας· καὶ ὁ Πάνδαρος αὑτῷ καταρώμενος, εἰ μὴ τὰ τόξα καταπρήσειε χερσὶ διακλάσσας. cf. Hom. E 216 ὁ δὲ Ξέρξης καὶ τῇ θαλάττῃ στίγματα καὶ πληγὰς ἐνέβαλλε καὶ πρὸς τὸ ὄρος ἐξέπεμπεν ἐπιστολὰς Ἄθω δαιμόνιε οὐρανόμηκες, οὐρανόμηκες Emperius: οὐρανομήκη μὴ ποιεῖν ἐν ἐμοῖς ἔργοις λίθους μεγάλους καὶ δυσκατεργάστους· εἰ δὲ μὴ, τεμὼν ῥίψω σʼ εἰς θάλασσαν πολλὰ γάρ ἐστι τοῦ θυμοῦ φοβερά, πολλὰ δὲ καὶ γελοῖα· διὸ καὶ μισεῖται καὶ καταφρονεῖται μάλιστα τῶν παθῶν. ἀμφότερα δʼ ἐσκέφθαι χρήσιμον.