ἐπεὶ δὲ πολλαχῶς τὸ μέσον ʽ καὶ γὰρ τὸ κεκραμένον τῶν ἀκράτων μέσον, ὡς λευκοῦ καὶ μέλανος τὸ φαιόν· καὶ τὸ περιέχον καὶ περιεχόμενον τοῦ περιεχομένου καὶ περιέχοντος, ὡς τῶν δώδεκα καὶ τεττάρων τὰ ὀκτώ· καὶ τὸ μηδετέρου τῶν ἄκρων μετέχον, ὡς ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον̓, τούτων μὲν οὐδενὶ τῶν τρόπων ἡ ἀρετὴ προσρητέα μεσότης. οὔτε γὰρ μῖγμα τῶν κακιῶν ἐστιν οὔτʼ ἐμπεριέχουσα τοὔλαττον ἐμπεριέχεται τῷ πλεονάζοντι τοῦ προσήκοντος· οὔτʼ ἀπήλλακται παντάπασι τῶν παθητικῶν ὁρμῶν, ἐν αἷς τὸ μᾶλλον καὶ τὸ ἧττον ἐστι. γίγνεται δὲ μεσότης καὶ λέγεται μάλιστα τῇ περὶ φθόγγους καὶ ἁρμονίας ὁμοίως· ἐκείνη τε γὰρ ἐμμελὴς οὖσα φωνὴ καθάπερ ἡ νήτη καὶ ὑπάτη, τῆς μὲν τὴν ὀξύτητα τῆς δὲ τὴν βαρύτητα τὴν ἄγαν διαπέφευγεν · αὕτη αὕτη R: αὐτὴ τε κίνησις οὖσα καὶ δύναμις περὶ τὸ ἄλογον, τὰς ἐκλύσεις καὶ τὰς ἐπιτάσεις καὶ ὅλως τὸ μᾶλλον καὶ τὸ ἧττον ἐξαιρεῖ τῆς ὁρμῆς, εἰς τὸ μέτριον καὶ ἀναμάρτητον καθιστᾶσα τῶν παθῶν ἕκαστον. αὐτίκα τὴν μὲν ἀνδρείαν μεσότητά φασιν εἶναι δειλίας καὶ θρασύτητος, ὧν ἡ μὲν ἔλλειψις ἡ δʼ ὑπερβολὴ τοῦ θυμοειδοῦς ἐστι· τὴν δʼ ἐλευθεριότητα μικρολογίας καὶ ἀσωτίας, πραότητα δʼ ἀναλγησίας καὶ ὠμότητος· αὐτήν τε σωφροσύνην καὶ δικαιοσύνην, τὴν μὲν περὶ τὰ συμβόλαια μήτε πλέον νέμουσαν αὑτῇ τοῦ προσήκοντος μήτʼ ἔλαττον, τὴν δʼ εἰς τὸ μέσον ἀπαθείας καὶ καὶ prius Iannotius ἀναισθησίας καὶ ἀκολασίας ἀεὶ τὰς ἐπιθυμίας καθιστᾶσαν. ἐν ᾧ δὴ καὶ μάλιστα δοκεῖ τὸ ἄλογον τῆς πρὸς τὸ λογικὸν διαφορᾶς αὑτοῦ αὑτοῦ Duebnerus: αὐτοῦ παρέχειν κατανόησιν, καὶ δεικνύειν τὸ πάθος ὡς ἕτερόν τι κομιδῇ τοῦ λόγου ἐστίν. οὐ γὰρ ἂν διέφερε σωφροσύνης ἐγκράτεια, καὶ ἀκολασίας ἀκρασία περὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας, εἰ ταὐτὸν ἦν τῆς ψυχῆς ᾧ ἐπιθυμεῖν ᾧ τε κρίνειν πέφυκε. νῦν δὲ σωφροσύνη μέν ἐστιν, οὗ τὸ παθητικὸν ὥσπερ εὐήνιον θρέμμα καὶ πρᾶον ὁ λογισμὸς ἡνιοχεῖ καὶ μεταχειρίζεται, περὶ τὰς ἐπιθυμίας χρώμενος χρώμενος κἑ ] vid. Praefat. p. XXXIV ὑπείκοντι καὶ δεχομένῳ τὸ μέτριον καὶ τὸ εὔσχημον ἑκουσίως· ὁ δʼ ἐγκρατὴς ἄγει μὲν ἐρρωμένῳ τῷ λογισμῷ καὶ κρατοῦντι τὴν ἐπιθυμίαν, ἄγει δʼ οὐκ ἀλύπως οὐδὲ πειθομένην ἀλλὰ πλαγίαν καὶ ἀντιτείνουσαν, οἷον ὑπὸ πληγῆς καὶ χαλινοῦ καταβιαζόμενος καὶ ἀνακρούων, ἀγῶνος ὢν ἐν ἑαυτῷ καὶ θορύβου μεστός· οἷον ὁ Πλάτων Πλάτων ] cf. Phaedr . p. 254 sqq. ἐξεικονίζει περὶ τὰ τῆς ψυχῆς; ὑποζύγια, τοῦ χείρονος πρὸς τὸ βέλτιον ζυγομαχοῦντος ἅμα καὶ τὸν ἡνίοχον διαταράττοντος, ἀντέχειν ὀπίσω καὶ κατατείνειν ὑπὸ σπουδῆς ἀναγκαζόμενον ἀεὶ μὴ βάλῃ φοίνικας ἐκ χειρῶν ἱμάντας κατὰ Σιμωνίδην. Σιμωνίδην ] Bergk. 3 p. 394 ὅθεν οὐδʼ ἀρετὴν αὐτοτελῆ ἀξιοῦσι τὴν ἐγκράτειαν ἀλλʼ ἔλαττον ἔλαττόν τι Faehsius coll. p. 159 lin. 12 ἀρετῆς εἶναι· μεσότης γὰρ οὐ γέγονεν ἐκ συμφωνίας τοῦ χείρονος πρὸς τὸ βέλτιον οὐδʼ ἀνῄρηται τοῦ πάθους τὸ ὑπερβάλλον, οὐδὲ πειθόμενον οὐδʼ ὁμολογοῦν τῷ φρονοῦντι τῆς ψυχῆς τὸ ἐπιθυμοῦν ἀλλὰ λυποῦν καὶ λυπούμενον καὶ καθειργόμενον ὑπʼ ἀνάγκης ὥσπερ ἐν στάσει δυσμενὲς καὶ πολέμιον συνοικεῖ· πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει, Soph. O. R. 3 ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων ἡ τοῦ ἐγκρατοῦς ψυχὴ διὰ τὴν ἀνωμαλίαν καὶ τὴν διαφοράν. κατὰ ταὐτὰ δʼ οἴονται καὶ τὴν ἀκρασίαν ἔλαττόν τι κακίας εἶναι παντελῆ δὲ κακίαν τὴν ἀκολασίαν. αὕτη μὲν γὰρ ἔχουσα καὶ πάθος φαῦλον καὶ λόγον, ὑφʼ οὗ μὲν ἐξάγεται τῷ ἐπιθυμεῖν πρὸς τὸ αἰσχρόν, ὑφʼ οὗ δὲ τῷ κακῶς κρίνειν προστιθεμένου ταῖς ἐπιθυμίαις καὶ τὴν αἴσθησιν ἀποβάλλει τῶν ἁμαρτανομένων. ἡ δʼ ἀκρασία τῷ μὲν λόγῳ σῴζει τὴν κρίσιν ὀρθὴν οὖσαν, τῷ δὲ πάθει φέρεται παρὰ τὴν κρίσιν ἰσχύοντι τοῦ λόγου μᾶλλον. ὅθεν διαφέρει τῆς ἀκολασίας· ὅπου μὲν γὰρ ἡττᾶται τοῦ πάθους ὁ λογισμὸς ὅπου δʼ οὐδὲ μάχεται, καὶ ὅπου μὲν ἀντιλέγων ἕπεται ταῖς· ἐπιθυμίαις ὅπου δʼ ὑφηγεῖται συναγορεύων, καὶ ὅπου μὲν ἡδομένῳ κοινωνεῖν ὑπάρχει τῶν ἁμαρτανομένων ὅπου δʼ ἀχθομένῳ, καὶ ὅπου μὲν ἑκὼν φέρεται πρὸς τὸ αἰσχρὸν ὅπου δὲ προδίδωσιν ἄκων τὸ καλόν· ὡς τοῖς πραττομένοις ὑπʼ αὐτῶν, οὐχ ἧττον δὲ καὶ τοῖς λεγομένοις ἔνεστιν ἡ διαφορὰ κατάδηλος· ἀκολάστων μὲν γὰρ αἵδε φωναὶ ʼτίς δὲ χάρις, τί δὲ τερπνὸν ἄτερ ἄτερ Stobaeus 63, 16: ἄνευ χρυσῆς Ἀφροδίτης; τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι. μέλοι idem: μέλει καὶ ἕτερος ʼτὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν, τὰ δʼ ἄλλα προσθήκας ἅπαντʼ ἐγὼ καλῶ φησίν, ὥσπερ ἐξ ὅλης τῆς ψυχῆς συνεπινεύων ταῖς ἡδοναῖς καὶ ὑπερειπόμενος. οὐχ ἧττον δὲ τούτων ὁ εἰπών ἔα μʼ ἀπολέσθαι· τοῦτο γάρ μοι συμφέρει Kock 3 p. 450 τὴν κρίσιν ἔχει τῷ πάθει συννοσοῦσαν. αἱ δὲ τῆς ἀκρασίας ἕτεραι καὶ διαφέρουσαι γνώμην ἔχοντὰ μʼ ἡ φύσις βιάζεται· Nauck. p. 840 καί αἰαῖ, τόδʼ ἤδη τόδʼ ἤδη p. 33 e: τὸ δὴ θεῖον ἀνθρώποις κακόν, Nauck. p. 635 ὅταν τις εἰδῇ τἀγαθὸν χρῆται δὲ μή· καὶ εἴκει εἴκει F.G. Schmidtius: ἕλκει cf. p. 782 d γὰρ ἤδη θυμὸς οὐδʼ ἔτʼ ἀντέχει, Nauck. p. 911 θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ θινῶδες ἄγκιστρον οὐ φαύλως λέγων τὸ μὴ κάτοχον τοῦ λογισμοῦ μηδʼ ἀραρός, ἀλλὰ μανότητι τῆς ψυχῆς καὶ μαλακίᾳ προϊέμενον τὴν κρίσιν. οὐ πόρρω δὲ τῆς εἰκόνος ταύτης κἀκεῖνα εἴρηται ναῦς ὥς τις ἐκ μὲν γῆς ἀνήρτημαι βρόχοις, Nauck p. 782 d πνεῖ δʼ οὖρος, ἡμῖν δʼ οὐ δʼ οὐ Turnebus: δʼ εὖ κρατεῖ τὰ πείσματα πείσματα γὰρ λέγει τὰς ἀντεχούσας κρίσεις πρὸς τὸ αἰσχρόν, εἶθʼ ὥσπερ ὑπὸ πνεύματος πολλοῦ ῥηγνυμένας τοῦ πάθους. τῷ γὰρ ὄντι πλησίστιος μὲν ἐπὶ τὰς ἡδονὰς ὁ ἀκόλαστος ὑπὸ τῶν ἐπιθυμιῶν φέρεται καὶ δίδωσιν ἑαυτὸν καὶ συγκατευθύνει· πλάγιος δʼ ὁ ἀκρατής, οἷον ἐξαναφέρειν γλιχόμενος καὶ διωθεῖσθαι τὸ πάθος, ὑποσύρεται ὑποσύρεται R: ὑποσύρει καὶ περιπίπτει περὶ τὸ αἰσχρὸν ὡς Ἀνάξαρχον ἐσίλλαινε Τίμων ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμανὲς ὅππη ὀρούσαι φαίνετʼ Ἀναξάρχου κύνεον μένος ὃς ὃς X: ὃν ῥα καὶ εἰδώς, ὡς φάσαν, ὥς φασιν Mullach. 1 p. 87 ἄθλιος ἔσκε, φύσις δέ μιν ἔμπαλιν ἦγεν ἡδονοπλήξ, ἣν πλεῖστοι ὑποτρείουσι σοφιστῶν. οὔτε γὰρ ὁ σοφὸς ἐγκρατὴς ἀλλὰ σώφρων, οὔθʼ ὁ ἀμαθὴς ἀκρατὴς ἀλλʼ ἀκόλαστος ὁ μὲν γὰρ ἥδεται τοῖς καλοῖς ὁ δʼ οὐκ ἄχθεται τοῖς αἰσχροῖς. σοφιστικῆς οὖν ψυχῆς ἡ ἀκρασία, λόγον ἐχούσης οἷς ἔγνωκεν ὀρθῶς ἐμμένειν μὴ δυνάμενον. ἡ μὲν οὖν ἀκρασία τοιαύτας ἔχει διαφορὰς πρὸς τὴν ἀκολασίαν, ἡ δʼ ἐγκράτεια πρὸς τὴν σωφροσύνην αὖθις αὖ τὰς ἀντιστρόφους; ἀναλόγως. τὸ γὰρ δάκνον καὶ τὸ λυποῦν καὶ τὸ ἀγανακτοῦν οὔπω τὴν ἐγκράτειαν ἀπολέλοιπε· τῆς δὲ σώφρονος ψυχῆς τὸ πανταχόθεν ὁμαλὲς καὶ ἄσφυκτον καὶ ὑγιαῖνον ᾧ συνήρμοσται καὶ συγκέκραται τὸ ἄλογον πρὸς τὸν λογισμὸν εὐπειθείᾳ καὶ πραότητι θαυμαστῇ κεκοσμημένον, εἴποις ἂν ἐπιβλέψας δὴ τότʼ δή τότʼ ] αὐτίκʼ Homerus ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη Hom. μ 168 ἔπλετο νηνεμίη, κοίμισσε κοίμησε idem δὲ κύματα δαίμων· τὰ σφοδρὰ καὶ περιμανῆ καὶ οἰστρώδη κινήματα τῶν ἐπιθυμιῶν τοῦ λόγου κατασβέσαντος, ὧν δʼ ἡ φύσις ἀναγκαίως δεῖται, ταῦθʼ ὁμοιοπαθῆ καὶ ὑπήκοα καὶ φίλα καὶ συνεργὰ πεποιημένου ταῖς πρακτικαῖς προαιρέσεσιν ὥστε μὴ προεκθεῖν τοῦ λογισμοῦ μηδʼ ὑπενδιδόναι μηδʼ ἀτακτεῖν μηδʼ ἀπειθεῖν, ἀλλὰ πᾶσαν ὁρμὴν εὐάγωγον οὖσαν ἄθηλον ἵππῳ πῶλον ὣς ἅμα τρέχειν Bergk. 2 p. 445 ἐπιβεβαιοῦσαν τὸν Ξενοκράτους λόγον, ὃν ἐκεῖνος εἶπε περὶ τῶν ἀληθῶς φιλοσοφούντων, ὅτι μόνοι ποιοῦσιν ἑκουσίως ἃ ποιοῦσιν ἄκοντες οἱ λοιποὶ διὰ τὸν νόμον, ὥσπερ ὑπὸ πληγῆς κύνες ἢ γαλαῖ κύνες ἢ γαλαῖ *: κυνὸς ἢ γαλῆς ψόφῳ τῶν ἡδονῶν ἀποτρεπόμενοι καὶ πρὸς τὸ δεινὸν ἀποβλέποντες. ὅτι μὲν οὖν γίγνεταί τις ἐν τῇ ψυχῇ τοιαύτης ἑτερότητος ἑτερότητος W: στερρότητος αἴσθησις καὶ διαφορᾶς διαφορᾶς R: διαφορὰ περὶ τὰς ἐπιθυμίας, ὥς τινος μαχομένου καὶ τἀναντία λέγοντος αὐταῖς, οὐκ ἄδηλόν ἐστιν. ἔνιοι δέ φασιν οὐχ ἕτερον εἶναι τοῦ λόγου τὸ πάθος οὐδὲ δυεῖν διαφορὰν καὶ στάσιν, ἀλλʼ ἑνὸς λόγου τροπὴν ἐπʼ ἀμφότερα, λανθάνουσαν ἡμᾶς ὀξύτητι καὶ τάχει μεταβολῆς, οὐ συνορῶντας ὅτι ταὐτόν ἐστι τῆς ψυχῆς ᾧ πέφυκεν ἐπιθυμεῖν καὶ μετανοεῖν, ὀργίζεσθαι καὶ δεδιέναι, φέρεσθαι πρὸς τὸ αἰσχρὸν ὑφʼ ἡδονῆς καὶ φερομένης πάλιν αὑτῆς ἐπιλαμβάνεσθαι· καὶ γὰρ ἐπιθυμίαν καὶ ὀργὴν καὶ φόβον καὶ τὰ τοιαῦτα πάντα δόξας εἶναι καὶ κρίσεις πονηράς, οὐ περὶ ἓν τι γιγνομένας τῆς ψυχῆς μέρος, ἀλλʼ ὅλου τοῦ ἡγεμονικοῦ ῥοπὰς καὶ εἴξεις καὶ συγκαταθέσεις καὶ ὁρμάς, καὶ ὅλως ἐνεργείας τινὰς οὔσας ἐν ὀλίγῳ μεταπτωτάς, ὥσπερ αἱ τῶν παίδων ἐπιδρομαὶ τὸ ῥαγδαῖον καὶ τὸ σφοδρὸν ἐπισφαλὲς ὑπʼ ἀσθενείας καὶ ἀβέβαιον ἔχουσι. ταῦτα δὲ πρῶτον μὲν παρὰ· τὴν ἐνάργειάν ἐστι καὶ τὴν αἴσθησιν· οὐδεὶς γὰρ ἐν ἑαυτῷ τοῦ ἐπιθυμοῦντος αἰσθάνεται μεταβολὴν εἰς τὸ κρῖνον οὐδὲ τοῦ κρίνοντος αὖ πάλιν εἰς τὸ ἐπιθυμοῦν, οὐδὲ παύεται μὲν ἐρῶν ὅτε λογίζεται καθεκτέον εἶναι τὸν ἔρωτα καὶ διαμαχετέον πρὸς αὐτόν, ἐξίσταται δὲ πάλιν τοῦ λογίζεσθαι καὶ κρίνειν, ὅταν ἐνδιδῷ μαλασσόμενος ὑπὸ τῆς ἐπιθυμίας. ἀλλὰ καὶ τῷ λόγῳ πρὸς τὸ πάθος ἀντιβαίνων ἐν τῷ πάθει ἐστὶν ἔτι, καὶ πάλιν κρατούμενος ὑπὸ τοῦ πάθους διορᾷ τῷ λογισμῷ τὸ ἁμαρτανόμενον· καὶ οὔτε τῷ πάθει τὸν λόγον ἀνῄρηκεν οὔτε τῷ λογίζεσθαι τοῦ πάθους ἀπήλλακται, φερόμενος δʼ ἑκατέρωσε μέσος ἀμφοῖν καὶ κοινός ἐστιν. οἱ δὲ νῦν. μὲν ἐπιθυμίαν γίγνεσθαι τὸ ἡγεμονικόν, νῦν δὲ τὸν ἀντιταττόμενον τῇ ἐπιθυμίᾳ λογισμὸν ὑπολαμβάνοντες, οὐδὲν ἀπέχουσι τῶν μὴ δύο τὸν κυνηγὸν εἶναι καὶ τὸ θηρίον ὑπολαμβανόντων, ἀλλὰ ταὐτὸ σῶμα χρώμενον μεταβολῇ νῦν μὲν εἶναι θηρίον νῦν δὲ γίγνεσθαι κυνηγόν. ἐκεῖνοί τε γὰρ ἐμφανές τι παρορῶσιν οὗτοί τε πρὸς τὴν αἴσθησιν ἀντιμαρτυροῦσιν, οὐχ ἑνός τινος μεταβολῆς ἀλλὰ δυεῖν ἅμα μάχης καὶ διαφορᾶς ἐν ἑαυτοῖς αἰσθανόμενοι. τί οὖν; φασίν, οὐχὶ καὶ τὸ βουλευόμενον τοῦ ἀνθρώπου πολλάκις διχοφορεῖ καὶ πρὸς ἐναντίας ἀνθέλκεται δόξας περὶ τοῦ συμφέροντος ἀλλʼ ἕν ἐστι; πάνυ μὲν οὖν φήσομεν, ἀλλὰ τὸ συμβαῖνον οὐχ ὅμοιον· οὐ γὰρ μάχεται πρὸς ἑαυτὸ τῆς ψυχῆς τὸ φρονοῦν, ἀλλὰ μιᾷ χρώμενον δυνάμει διαφόρων ἐφάπτεται λογισμῶν· μᾶλλον δʼ εἷς λογισμὸς ἔστιν ἐν πράγμασι γιγνόμενος ἑτέροις ὥσπερ ὕλαις διαφερούσαις. ὅθεν οὔτε λύπη τοῖς ἄνευ πάθους λογισμοῖς ἔνεστιν, οὔθʼ ὥσπερ ἐκβιαζόμενοι παρὰ γνώμην αἱροῦνται θάτερον, ἂν μὴ νὴ Δία λανθάνῃ πάθος τι προσηρτημένον ὥσπερ ἐπὶ ζυγοῦ. καὶ γὰρ τοῦτο συμβαίνει πολλάκις, οὐ λογισμοῦ τινος πρὸς λογισμὸν ἀλλὰ φιλοτιμίας ἢ φιλονεικίας ἢ χάριτος ἢ ζηλοτυπίας ἢ δέους ἀντιβαίνοντος, οἴεσθαι λόγων λόγων *: διὰ (ex dittographia ortum) λόγων εἶναι δυεῖν διαφορὰν ὥσπερ ἐν τούτοις αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι· Hom. H 93 καὶ τὸ μὲν σφαγῆναι δεινὸν εὔκλειαν δʼ ἔχει, Nauck p. 638 τὸ μὴ θανεῖν δὲ δειλὸν ἡδονὴ δʼ ἔνι,ʼ καὶ περὶ τὰς κρίσεις δὲ τῶν συμβολαίων ὑποτρέχοντα τὰ πάθη τὴν πλείστην ἐμποιεῖ διατριβήν καὶ περὶ τὰ συμβούλια τῶν βασιλέων οἱ πρὸς χάριν λέγοντες οὐ δυεῖν κρίσεων τῇ ἑτέρᾳ συναγορεύουσιν, ἀλλὰ πάθει τινὶ προστίθενται παρὰ τὸν τοῦ συμφέροντος λογισμόν· διὸ τοὺς ῥήτορας ἐν ταῖς ἀριστοκρατίαις οἱ ἄρχοντες οὐκ ἐῶσι παθαίνεσθαι· ῥέπει γὰρ εὐθεῖαν ῥοπὴν ὁ ἀπαθὴς λογισμὸς ἐπὶ τὸ δίκαιον· ἂν δὲ πάθος ἐγγένηται, μάχην ποιεῖ καὶ διαφορὰν τὸ ἡδόμενον καὶ τὸ ἀλγοῦν πρὸς τὸ κρῖνον καὶ τὸ βουλευόμενον. ἐπεὶ διὰ τί τοῖς ἐν φιλοσοφίᾳ σκέμμασιν οὐ πρόσεστι τὸ μετὰ λύπης ὑπὸ τῶν ἑτέρων ἄγεσθαι καὶ μετατίθεσθαι πολλάκις, ἀλλʼ αὐτὸς τʼ Ἀριστοτέλης Δημόκριτός τε καὶ Χρύσιππος ἔνια τῶν πρόσθεν αὐτοῖς ἀρεσκόντων ἀθορύβως καὶ ἀδήκτως καὶ μεθʼ ἡδονῆς ἀφεῖσαν; ὅτι τῷ θεωρητικῷ καὶ μαθηματικῷ τῆς ψυχῆς πάθος οὐδὲν ἀνθέστηκεν ἀλλʼ ἀτρεμεῖ καὶ οὐ πολυπραγμονεῖ τὸ ἄλογον ἐν τούτοις. διὸ πρὸς τἀληθὲς τἀληθές *: τὸ ἀληθὲς ὁ λογισμός, ὅταν φανῇ, προέμενος τὸ ψεῦδος ἀσμένως ἀπέκλινεν ἐν αὐτῷ γὰρ ἔστιν οὐκ ἐν ἑτέρῳ τὸ πειθόμενον καὶ μεταπειθόμενον. αἱ δὲ πραγματικαὶ βουλαὶ καὶ κρίσεις καὶ δίαιται τῶν πολλῶν ἐμπαθεῖς οὖσαι δυσοδίαν τῷ λόγῳ παρέχουσι καὶ δυσκολίαν, ἐνισχομένῳ καὶ ταραττομένῳ περὶ τὸ ἄλογον, ἀνταῖρον αὐτῷ μεθʼ ἡδονῆς τινος ἢ δέους ἢ λύπης ἢ ἐπιθυμίας. καὶ τούτων κριτήριον ἡ αἴσθησίς ἐστιν ἀμφοτέρων ἐφαπτομένη· καὶ γὰρ ἂν περιγένηται θάτερον, οὐκ ἀνῄρηκε θάτερον, ἀλλʼ ἐφέλκεται καταβιαζόμενον καὶ ἀντιτεῖνον. ὁ γὰρ νουθετῶν αὑτὸν ἐρῶντα χρῆται τῷ λογισμῷ πρὸς τὸ πάθος, ὡς ἀμφοτέρων ἐνόντων ἅμα τῇ ψυχῇ, καθάπερ χειρὶ φλεγμαῖνον ἕτερον μέρος πιέζων καὶ δυεῖν ὄντων καὶ διαφερόντων ἐπαισθανόμενος. ἐν μέντοι ταῖς ἀπαθέσι βουλαῖς καὶ σκέψεσιν οἵας ἔχει μάλιστα τὸ θεωρητικόν, ἂν μὲν ἴσαι μένωσιν, οὐ γέγονε κρίσις ἀλλʼ ἀπορία, στάσις οὖσα καὶ μονὴ μονὴ Basileensis: μόνη διανοίας ὑπʼ ἐναντίων λόγων· λόγων Anonymus: παθῶν ἂν δὲ ῥοπὴ γένηται πρὸς θάτερον ἡ κρατήσασα τὴν ἑτέραν λέλυκεν, ὥστε μὴ λυπεῖν μηδʼ ὑπεναντιοῦσθαι πρὸς τὴν δόξαν. ὅλως δὲ λογισμοῦ μὲν ἀντικεῖσθαι λογισμῷ δοκοῦντος, οὐ γίγνεται δυεῖν καὶ ἑτέρων αἴσθησις ἀλλʼ ἑνός τινος ἐν διαφόροις γιγνομένου φαντασίαις· ὅταν δὲ τὸ ἄλογον μάχηται τῷ λογισμῷ, μήτε κρατεῖν ἀλύπως μήτε κρατεῖσθαι πεφυκὸς εὐθὺς εἰς δύο εἰς δύο R: ὡς δύο διίστησι τῇ μάχῃ τὴν ψυχὴν καὶ ποιεῖ τὴν διαφορὰν πρόδηλον. οὐ μόνον τοίνυν ἀπὸ τῆς μάχης ἀλλʼ οὐδὲν ἧττον ἀπὸ τῆς ἀκολουθίας κατίδοι τις ἂν τὴν παθητικὴν ἀρχὴν τῆς λογικῆς οὖσαν ἑτέραν. ἐπεὶ ἐπεὶ κἑ ] cf. Praefat. p. LVI γὰρ ἔστι μὲν ἐρᾶν εὐφυοῦς πρὸς ἀρετὴν καὶ γενναίου παιδὸς ἔστι δὲ φαύλου καὶ ἀκολάστου, συμβαίνει δὲ θυμῷ χρῆσθαι μὲν ἀλόγως πρὸς παῖδας αὑτοῦ καὶ γονεῖς χρῆσθαι δʼ ὑπὲρ γονέων καὶ παίδων δικαίως πρὸς πολεμίους καὶ τυράννους· ὥσπερ ἐκεῖ μάχης καὶ διαφορᾶς τοῦ πάθους πρὸς τὸν λογισμὸν αἴσθησις ἔστιν, οὕτως ἐνταῦθα πειθοῦς καὶ ἀκολουθίας, οἷον ἐπιρρέποντος ἐπιρρέποντος W: ἐπιρρέοντος καὶ συνεπιδιδόντος. ἔτι ἔτι R: ἐπεὶ τοίνυν καὶ γυναῖκα γήμας κατὰ νόμους ἀνὴρ ἐπιεικὴς διανοεῖται περιέπειν καὶ συνεῖναι δικαίως καὶ σωφρόνως, χρόνῳ δὲ τῆς συνηθείας ἐντεκούσης πάθος αἰσθάνεται τῷ λογισμῷ τὸ φιλεῖν καὶ τὸ ἀγαπᾶν ἐπιτεινόμενον ὥσπερ αὖ καὶ νέοι διδασκάλοις ἐπιτυχόντες ἀστείοις ὑπὸ χρείας τὸ πρῶτον ἕπονται καὶ ζηλοῦσιν, ὕστερον δὲ καὶ φιλοῦσιν ἀντὶ γνωρίμων καὶ μαθητῶν ἐρασταὶ καλούμενοι καὶ ὄντες. τὸ δʼ αὐτὸ συμβαίνει καὶ πρὸς ἄρχοντας ἐν πόλεσι χρηστοὺς καὶ γείτονας καὶ κηδεστάς· ἀρξάμενοι γὰρ ὑπὸ χρείας τινὸς καθηκόντως ἀλλήλοις ὁμιλεῖν, ἔπειτα λανθάνουσιν εἰς τὸ φιλεῖν ὑποφερόμενοι, συνεπισπασαμένου τοῦ λογισμοῦ καὶ συναναπείσαντος τὸ παθητικόν. ὁ δʼ εἰπών αἰδώς τε· δισσαὶ δʼ εἰσίν, ἡ μὲν οὐ κακὴ Eurip. Hipp . 384 ἡ δʼ ἄχθος οἴκων· ἆρʼ οὐ δῆλός ἐστι συνῃσθημένος; ἐν ἑαυτῷ τοῦτο τὸ πάθος πολλάκις μὲν ἀκολουθοῦν ἀκολουθοῦν *: ἀκολουθεῖ τῷ λόγῳ καὶ συγκατακοσμούμενον, πολλάκις δὲ παρὰ τὸν λόγον ὄκνοις καὶ μελλήσεσι καιροὺς καὶ πράγματα λυμαινόμενον; οἷς καὶ αὐτοὶ οἷς καὶ αὐτοὶ Turnebus: οἳ καὶ αὐτοὶς τρόπον τινὰ διὰ τὴν ἐνάργειαν ὑπείκοντες, αἰδεῖσθαι τὸ αἰσχύνεσθαι καλοῦσι καὶ τὸ ἣδεσθαι χαίρειν καὶ τοὺς φόβους εὐλαβείας· ταύτην μὲν οὐδενὸς; ἂν αἰτιασαμένου τὴν εὐφημίαν, εἰ ταὐτὰ ταὐτὰ *: τὰ αὐτὰ πάθη προστιθέμενα μὲν τῷ λογισμῷ τούτοις καλοῦσι τοῖς ὀνόμασι, μαχόμενα δὲ καὶ βιαζόμενα τὸν λογισμὸν ἐκείνοις. ὅταν δὲ δακρύοις ἐλεγχόμενοι καὶ τρόμοις καὶ χρόας μεταβολαῖς, ἀντὶ λύπης καὶ φόβου δηγμούς τινας καὶ συνθροήσεις συνθροήσεις scripsi cum Hauptio: συνεόρσεις λέγωσι καὶ προθυμίας τὰς ἐπιθυμίας ὑποκορίζωνται, σοφιστικὰς δοκοῦσιν οὐ φιλοσόφους δικαιώσεις δικαιώσεις X: διακαύσεις καὶ ἀποδράσεις ἐκ τῶν πραγμάτων μηχανᾶσθαι διὰ τῶν ὀνομάτων. καίτοι πάλιν αὐτοὶ τάς τε χαρὰς ἐκείνας καὶ τὰς βουλήσεις καὶ τὰς εὐλαβείας εὐπαθείας καλοῦσιν οὐκ ἀπαθείας, ὀρθῶς ἐνταῦθα χρώμενοι τοῖς ὀνόμασι· · γίγνεται γὰρ εὐπάθεια τοῦ λογισμοῦ τὸ πάθος οὐκ ἀναιροῦντος ἀλλὰ κοσμοῦντος καὶ τάττοντος ἐν τοῖς σωφρονοῦσιν. οἱ δὲ φαῦλοι καὶ ἀκρατεῖς τί πάσχουσιν, ὅταν τὸν πατέρα καὶ τὴν μητέρα κρίναντες φιλεῖν ἀντὶ τοῦ ἐρωμένου καὶ τῆς ἐρωμένης μὴ δύνωνται, τὴν δʼ ἑταίραν καὶ τὸν κόλακα κρίναντες, κρίναντες ] intell. φιλεῖν εὐθὺς καὶ φιλῶσιν; εἰ γὰρ τὸ πάθος ἦν κρίσις, ἔδει τῇ τοῦ φιλεῖν χρῆναι καὶ μισεῖν κρίσει τὸ φιλεῖν ἕπεσθαι καὶ τὸ μισεῖν νυνὶ δὲ συμβαίνει τἀναντία, ταῖς μὲν προστιθεμένου τοῦ πάθους κρίσεσι ταῖς δʼ ἀπειθοῦντος. καί φασιν αὐτοί, τῶν πραγμάτων ἐκβιαζομένων, οὐ πᾶσαν εἶναι κρίσιν πάθος ἀλλὰ τὴν κινητικὴν ὁρμῆς βιαίου καὶ πλεοναζούσης, ὁμολογοῦντες ἕτερον εἶναι τὸ κρῖνον καὶ τὸ πάσχον ἐν ἡμῖν ὥσπερ τὸ κινοῦν καὶ τὸ κινούμενον. αὐτός τε Χρύσιππος ἐν πολλοῖς ὁριζόμενος τὴν καρτερίαν καὶ τὴν ἐγκράτειαν ἕξεις ἀκολουθητικὰς τῷ αἱροῦντι λόγῳ, δῆλός ἐστιν ὑπὸ τῶν πραγμάτων ὁμολογεῖν ἀναγκαζόμενος, ὡς ἕτερόν ἐστι τὸ ἀκολουθοῦν ἐν ἡμῖν τοῦ ᾧ ἀκολουθεῖ πειθόμενον ἢ ἢ ] εἰ ? πάλιν μάχεται μὴ πειθόμενον. ἴσα τοίνυν τὰ ἁμαρτήματα πάντα καὶ πάσας τιθέμενοι τὰς ἁμαρτίας, εἰ μὲν ἄλλῃ πη παρορῶσι τἀληθές, τἀληθές *: τὸ ἀληθές οὐκ ἔστι καιρὸς ἐν τῷ παρόντι διελέγχειν· ἐν δὲ τοῖς πάθεσι πάθεσι R: πλείοσι φαίνονται κομιδῇ παρὰ τὴν ἐνάργειαν ἐνιστάμενοι τῷ λόγῳ. πᾶν μὲν γὰρ πάθος ἁμαρτία κατʼ αὐτούς ἐστι, καὶ πᾶς ὁ λυπούμενος ἢ φοβούμενος ἢ ἐπιθυμῶν ἁμαρτάνει. μεγάλαι δὲ τῶν παθῶν διαφοραὶ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ὁρῶνται· τίς γὰρ ἂν φαίη τὸν Δόλωνος φόβον ἴσον εἶναι τῷ Αἴαντος ἐντροπαλιζομένου ἐντροπαλιζομένου ] cf. Hom. Λ 547 καὶ βάδην ἀπιόντος ἐκ τῶν πολεμίων ὀλίγον γόνυ γουνὸς ἀμείβοντος; ἢ τῇ Πλάτωνος ἐπὶ Σωκράτει τελευτήσαντι λύπῃ τὴν Ἀλεξάνδρου διὰ Κλεῖτον, αὑτὸν ἀνελεῖν ὁρμήσαντος; ἐπιτείνονται γὰρ οὐ μετρίως καὶ τῷ παρὰ λόγον αἱ λῦπαι, καὶ τὸ παρʼ ἐλπίδα σύμπτωμα τοῦ κατὰ λόγον ὀδυνηρότερον εἰ προσδοκῶν εὐημεροῦντα καὶ καὶ ] τὸν παῖδα καὶ ? θαυμαζόμενον ὄψεσθαι πύθοιτο πύθοιο Madvigius κατεστρεβλωμένον, ὡς Φιλώταν Παρμενίων. θυμῷ δὲ τίς ἂν εἴποι πρὸς Ἀνάξαρχον ἴσῳ κεχρῆσθαι Νικοκρέοντα καὶ πρὸς Φιλήμονα Μάγαν, ἀμφοτέρους λοιδορηθέντας ὑπʼ αὐτῶν; ὁ μὲν γὰρ ὑπέροις σιδηροῖς κατέπτισσε καὶ κατέκοπτεν ἐκεῖνον ὁ δὲ τῷ Φιλήμονι τὸν δήμιον ἐκέλευσεν ἐπὶ τὸν τράχηλον ἐπιθεῖναι γυμνὴν τὴν μάχαιραν εἶτʼ ἀφεῖναι. διὸ καὶ νεῦρα τῆς ψυχῆς τὸν θυμὸν ὁ Πλάτων Πλάτων ] Rep . p. 411 b προσεῖπεν ὡς ἐπιτεινόμενόν τε πικρίᾳ καὶ πραότητι χαλώμενον. ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διακρουόμενοι τὰς ἐπιτάσεις τῶν παθῶν καὶ τὰς σφοδρότητας οὔ φασι γίγνεσθαι κατὰ τὴν κρίσιν ἐν ᾗ τὸ ἁμαρτητικόν, ἀλλὰ τὰς δήξεις δήξεις Amyotus: λήξεις καὶ τὰς συστολὰς καὶ τὰς διαχύσεις εἶναι τὰς τὸ μᾶλλον καὶ τὸ ἧττον τῷ ἀλόγῳ ἀλόγῳ M: λόγῳ δεχομένας. καίτοι καὶ περὶ τὰς κρίσεις φαίνονται γιγνόμεναι διαφοραί· τήν τε γὰρ πενίαν οἱ μὲν οὐ κακὸν οἱ δὲ καὶ μέγα κρίνουσι κακόν, οἱ δέ γε καὶ μέγιστον, ὥστε καὶ κατὰ τῶν πετρῶν καὶ κατὰ τῆς θαλάττης malim κατὰ πετρῶν καὶ κατὰ θαλάττης . c. p. 165 a ὠθεῖν ἑαυτούς· τόν τε θάνατον οἱ μὲν ἀγαθῶν στερήσει μόνον οἱ δὲ καὶ τιμωρίαις αἰωνίοις ὑπὸ γῆν καὶ κολασμοῖς φρικώδεσι κακὸν εἶναι νομίζουσιν ἥ τε τοῦ σώματος ὑγίεια ὑγίεια *: ὑγεία τοῖς μὲν ὡς κατὰ φύσιν καὶ χρήσιμον ἀγαπᾶται, τοῖς δὲ τῶν ὄντων δοκεῖ μέγιστον ἀγαθόν· οὔτε γάρ πλούτου πλούτου κἑ ] Bergk. 3 p. 597 χάριν ἢ τεκέων οὔτε τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς, τᾶς - ἀρχᾶς Aldina: τὰς - ἀρχάς τελευτῶντες δὲ καὶ τὴν ἀρετὴν ἀνωφελῆ καὶ ἀνόνητον ἡγοῦνται, τοῦ ὑγιαίνειν μὴ παρόντος ὥστε φαίνεσθαι καὶ περὶ τὰς κρίσεις αὐτὰς τοὺς μὲν μᾶλλον τοὺς δʼ - ἧττον ἁμαρτάνοντας. ἀλλʼ οὐ τοῦτο νῦν διελεγκτέον, ἐκεῖνο δʼ ἐκ τούτου ληπτέον, ὅτι συγχωροῦσι καὶ αὐτοὶ τῆς κρίσεως ἕτερον εἶναι τὸ ἄλογον, καθʼ ὅ φασι γίγνεσθαι τὸ πάθος σφοδρότερον καὶ μεῖζον, ἐρίζοντες πρὸς τοὔνομα καὶ τὸ ῥῆμα, τὰ δὲ πράγματα διδόντες τοῖς διαφέρειν τὸ παθητικὸν καὶ ἄλογον τοῦ λογιζομένου καὶ κρίνοντος ἀποφαινομένοις. ἐν δὲ τοῖς περὶ Ἀνωμαλίας Ἀνωμαλίας R: ἀνομολογίας ὁ Χρύσιππος εἰπών, ὅτι τυφλόν ἐστιν ἡ ὀργὴ καὶ πολλάκις μὲν οὐκ ἐᾷ ὁρᾶν τὰ ἐκφανῆ πολλάκις δὲ τοῖς καταλαμβανομένοις ἐπιπροσθεῖ, μικρὸν προελθών τὰ γὰρ ἐπιγιγνόμενα φησὶ πάθη ἐκκρούει τοὺς λογισμούς, καὶ τὰ ὡς ἑτέρως φαινόμενα βιαίως προωθοῦντα ἐπὶ τὰς ἐναντίας πράξεις· εἶτα χρῆται μάρτυρι τῷ Μενάνδρῳ Μενάνδρῳ ] Kock. 3 p. 173 λέγοντι οἴμοι τάλας ἔγωγε, ποῦ ποτε φρένες ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι τὸν χρόνον, ὅτʼ ὅτʼ X οὐ ταῦτʼ ἀλλʼ ἐκεῖνʼ ᾑρούμεθα ἐκεῖνʼ ᾑρούμεθα X: ἐκεῖνα αἱρούμεθα καὶ πάλιν ὁ Χρύσιππος προελθὼν τοῦ λογικοῦ φησι ζῴου φύσιν ἔχοντος προσχρῆσθαι εἰς ἕκαστα τῷ λόγῳ καὶ ὑπὸ τούτου κυβερνᾶσθαι, πολλάκις ἀποστρέφεσθαι αὐτὸν ἡμᾶς ἄλλῃ βιαιοτέρᾳ φορᾷ χρωμένους· ὁμολογῶν τὸ συμβαῖνον ἐκ τῆς πρὸς τὸν λόγον τοῦ πάθους διαφορᾶς. ἐπεὶ καὶ γελοῖόν ἐστιν, ᾗ φησι Πλάτων, Πλάτων ] Rep . p. 430 e αὐτόν αὑτόν *: αὐτόν τινα λέγειν αὑτοῦ κρείττονα καὶ πάλιν χείρονα, καὶ τὸν τὸν ] τὸν αὐτὸν ? μὲν κρατοῦνθʼ ἑαυτοῦ τὸν τὸν ] τὸν αὐτὸν ? δὲ μὴ κρατοῦντα.