<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg094.perseus-grc2" type="edition" xml:lang="grc"><div n="3" subtype="section" type="textpart"><p rend="indent">κοινῶς δʼ ἅπαντες οὗτοι τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς διάθεσίν τινα καὶ δύναμιν γεγενημένην ὑπὸ λόγου, μᾶλλον δὲ λόγον οὖσαν αὐτὴν ὁμολογούμενον καὶ βέβαιον καὶ ἀμετάπτωτον ὑποτίθενται· <milestone n="5" unit="tlnum"/> καὶ νομίζουσιν οὐκ εἶναι τὸ παθητικὸν καὶ ἄλογον διαφορᾷ τινι καὶ φύσει ψυχῆς τοῦ λογικοῦ διακεκριμένον, ἀλλὰ ταὐτὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὸ</foreign> *: <foreign xml:lang="grc">τὸ αὐτὸ</foreign> </note> τῆς ψυχῆς μέρος, ὃ δὴ καλοῦσι διάνοιαν καὶ ἡγεμονικόν, διʼ ὅλου τρεπόμενον καὶ μεταβάλλον ἔν τε τοῖς πάθεσι καὶ ταῖς καθʼ <milestone n="10" unit="tlnum"/> ἕξιν ἢ διάθεσιν μεταβολαῖς κακίαν τε γίνεσθαι καὶ <milestone n="441d" unit="stephpage" xml:id="stephpage-441d"/> ἀρετήν, καὶ μηδὲν ἔχειν ἄλογον ἐν ἑαυτῷ· λέγεσθαι δʼ ἄλογον, ὅταν τῷ πλεονάζοντι τῆς ὁρμῆς ἰσχυρῷ γενομένῳ καὶ κρατήσαντι πρός τι τῶν ἀτόπων παρὰ τὸν αἱροῦντα λόγον ἐκφέρηται· καὶ γὰρ τὸ πάθος <milestone n="15" unit="tlnum"/> εἶναι λόγον πονηρὸν καὶ ἀκόλαστον ἐκ φαύλης καὶ διημαρτημένης κρίσεως σφοδρότητα καὶ ῥώμην προσλαβούσης. ἔοικε δὲ λαθεῖν τούτους ἅπαντας, ᾗ διττὸς ἡμῶν ὡς ἀληθῶς ἕκαστός ἐστι καὶ σύνθετος· τὴν γὰρ ἑτέραν διπλόην οὐ κατεῖδον, ἀλλὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλὰ</foreign>] <foreign xml:lang="grc">ἀλλ’ ἢ</foreign>?</note> τὴν <milestone n="20" unit="tlnum"/> ψυχῆς καὶ σώματος μῖξιν ἐμφανεστέραν οὖσαν· ὅτι <milestone n="441e" unit="stephpage" xml:id="stephpage-441e"/> δʼ αὐτῆς ἔστι τῆς ψυχῆς ἐν ἑαυτῇ σύνθετόν τι καὶ διφυὲς καὶ ἀνόμοιον, ὥσπερ ἑτέρου σώματος τοῦ ἀλόγου πρὸς τὸν λόγον ἀνάγκῃ τινὶ καὶ φύσει συμμιγέντος καὶ συναρμοσθέντος, εἰκὸς μέν ἐστι μηδὲ Πυθαγόραν <milestone n="25" unit="tlnum"/> ἀγνοῆσαι, τεκμαιρομένοις τῇ περὶ μουσικὴν σπουδῇ τοῦ ἀνδρός, ἣν ἐπηγάγετο τῇ ψυχῇ κηλὴσεως ἕνεκα καὶ παραμυθίας, ὡς οὐ πᾶν ἐχούσῃ διδασκαλίας καὶ μαθήματος ὑπήκοον οὐδὲ λόγῳ 
<pb xml:id="v.3.p.150"/> μεταβλητὸν <milestone n="441f" unit="stephpage" xml:id="stephpage-441f"/> ἐκ κακίας, ἀλλά τινος ἑτέρας πειθοῦς συνεργοῦ καὶ πλάσεως καὶ τιθασεύσεως δεόμενον, εἰ μὴ παντάπασι μέλλοι φιλοσοφίᾳ δυσμεταχείριστον εἶναι καὶ ἀπειθές. ἐμφανῶς μέντοι καὶ βεβαίως καὶ <milestone n="5" unit="tlnum"/> ἀναμφιδόξως Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] cf. <title>Tim</title>. p. 35 sqq. <title>Rep</title>. p. 441 e</note> συνεῖδεν, ὅτι τούτου γε τοῦ κόσμου τὸ ἔμψυχον οὐχ ἁπλοῦν οὐδʼ ἀσύνθετον οὐδὲ μονοειδές ἐστιν, ἀλλʼ ἐκ τῆς ταὐτοῦ καὶ τῆς τοῦ ἑτέρου μεμιγμένον δυνάμεως πῆ μὲν ἀεὶ κατὰ ταὐτὰ κοσμεῖται καὶ περιπολεῖ μιᾷ τάξει κράτος <milestone n="10" unit="tlnum"/> ἐχούσῃ χρώμενον, πῆ δʼ εἴς τε κινήσεις καὶ κύκλους σχιζόμενον ὑπεναντίους καὶ πλανητοὺς ἀρχὴν διαφορᾶς καὶ μεταβολῆς καὶ ἀνομοιότητος ἐνδίδωσι ταῖς περὶ γῆν φθοραῖς καὶ γενέσεσιν ἥ τʼ ἀνθρώπου ψυχὴ μέρος ἤ τι μίμημα τῆς τοῦ παντὸς οὖσα καὶ συνηρμοσμένη <milestone n="15" unit="tlnum"/> κατὰ λόγους καὶ ἀριθμοὺς ἐοικότας ἐκείνοις <milestone n="442a" unit="stephpage" xml:id="stephpage-442a"/> οὐχ ἁπλῆ τίς ἐστιν οὐδʼ ὁμοιοπαθής, ἀλλʼ ἕτερον μὲν ἔχει τὸ νοερὸν καὶ λογιστικόν, ᾧ κρατεῖν τοῦ ἀνθρώπου κατὰ φύσιν καὶ ἄρχειν προσῆκόν ἐστιν· ἕτερον δὲ τὸ παθητικὸν καὶ ἄλογον καὶ πολυπλανὲς <milestone n="20" unit="tlnum"/> καὶ ἄτακτον ἐξ ἑαυτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξ ἑαυτοῦ</foreign>] <foreign xml:lang="grc">ἐξάρχου</foreign>? <foreign xml:lang="grc">ἐξουσιαστοῦ</foreign>?</note> δεόμενον. οὗ πάλιν διχῆ μεριζομένου, τὸ μὲν ἀεὶ σώματι βουλόμενον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βουλομενον</foreign> *: <foreign xml:lang="grc">βούλεσθαι</foreign> </note> συνεῖναι καὶ σῶμα θεραπεύειν πεφυκὸς ἐπιθυμητικὸν κέκληται, τὸ δʼ ἔστι μὲν τούτῳ προστιθέμενον, ἔστι δʼ ᾗ τῷ λογισμῷ παρέχον ἰσχὺν ἐπὶ τοῦτο καὶ <milestone n="25" unit="tlnum"/> δύναμιν, θυμοειδές. ἀποδείκνυσι δὲ τὴν διαφορὰν μάλιστα τῇ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀντιβάσει <milestone n="442b" unit="stephpage" xml:id="stephpage-442b"/> πρὸς τὸ ἐπιθυμοῦν καὶ θυμούμενον, ὡς τὸ 
<pb xml:id="v.3.p.151"/> ἕτερον εἶναι πολλάκις ἀπειθοῦν τε καὶ δυσμαχοῦν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπειθοῦν τε καὶ δυσμαχοῦν</foreign> *: <foreign xml:lang="grc">ἀπειθοῦντα καὶ δυσμαχοῦνα</foreign> </note> πρὸς τὸ βέλτιστον. ταύταις ἐχρήσατο ταῖς ἀρχαῖς ἐπὶ πλέον Ἀριστοτέλης,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] cf. <title>de Anima</title> I 1. III 9</note> ὡς δῆλόν ἐστιν ἐξ ὧν ἔγραψεν ὕστερον δὲ τὸ μὲν θυμοειδὲς τῷ ἐπιθυμητικῷ προσένειμεν, <milestone n="5" unit="tlnum"/> ὡς ἐπιθυμίαν τινὰ τὸν θυμὸν ὄντα καὶ ὄρεξιν ἀντιλυπήσεως. τῷ μέντοι παθητικῷ καὶ ἀλόγῳ μέχρι παντὸς ὡς διαφέροντι τοῦ λογιστικοῦ χρώμενος διετέλεσεν, οὐχ ὅτι παντελῶς ἄλογόν ἐστιν ὥσπερ τὸ αἰσθητικὸν ἢ τὸ θρεπτικὸν καὶ φυτικὸν τῆς ψυχῆς <milestone n="10" unit="tlnum"/> μέρος· ἀλλὰ ταῦτα μὲν ὅλως ἀνήκοα λόγου καὶ κωφὰ τρόπον τινὰ τῆς σαρκὸς ἐκβεβλάστηκε καὶ <milestone n="442c" unit="stephpage" xml:id="stephpage-442c"/> περὶ τὸ σῶμα παντελῶς καταπέφυκε·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περὶ τὸ σῶμα - καταπέφυκε</foreign>] cf. p. 583 d</note> τὸ δὲ παθητικὸν οἰκείου λόγου στέρεται καὶ ἄμοιρόν ἐστιν, ἄλλως δὲ τοῦ λογιζομένου καὶ φρονοῦντος εἰσακούειν καὶ <milestone n="15" unit="tlnum"/> τρέπεσθαι πρὸς ἐκεῖνο καὶ ὑπείκειν καὶ κατασχηματίζεσθαι πέφυκεν, ἐὰν μὴ τέλεον ᾗ διεφθαρμένον ὑφʼ ἡδονῆς ἀμαθοῦς καὶ ἀκολάστου διαίτης. </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">οἱ δὲ θαυμάζοντες ὅπως ἄλογον μέν ἐστι λόγῳ δʼ ὑπήκοον, οὔ μοι δοκοῦσι τοῦ λόγου περινοεῖν <milestone n="20" unit="tlnum"/> τὴν δύναμιν <quote rend="blockquote"> ὅση πέφυκε κἀφʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κἀφʼ</foreign> Duebnerus: <foreign xml:lang="grc">καὶ ἐφʼ</foreign>. cf. Nauck. p. 648</note> ὅσον διέρχεται </quote> τῷ κρατεῖν καὶ ἄγειν οὐ σκληραῖς οὐδʼ ἀντιτύποις ἀγωγαῖς ἀλλὰ τυπικαῖς καὶ τὸ ἐνδόσιμον καὶ πειθήνιον ἁπάσης ἀνάγκης καὶ βίας ἐχούσαις ἀνυσιμώτερον. <milestone n="25" unit="tlnum"/> <milestone n="442d" unit="stephpage" xml:id="stephpage-442d"/> ἐπεὶ καὶ πνεῦμα δήπου καὶ νεῦρα καὶ 
<pb xml:id="v.3.p.152"/> ὀστᾶ καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος ἄλογʼ ἐστίν, ἀλλʼ ὅταν ὁρμὴ γένηται, σείσαντος ὥσπερ ἡνίας τοῦ λογισμοῦ, πάντα τέταται καὶ συνῆκται καὶ ὑπακούει· καὶ πόδες τε θεῖν διανοηθέντος εὔτονοι καὶ χεῖρες <milestone n="5" unit="tlnum"/> εἰς ἔργον καθίστανται βαλεῖν ἢ λαβεῖν ὁρμήσαντος ἄριστα δʼ ὁ ποιητὴς τὸ συμπαθοῦν καὶ συγκατασχηματιζόμενον τῷ λόγῳ τοῦ ἀλόγου παρίστησι διὰ τούτων <quote rend="blockquote"><l> ὣς τῆς τήκετο καλὰ παρήια δάκρυ χεούσης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δάκρυ χεούσης</foreign> *: <foreign xml:lang="grc">δακρυχεούσης</foreign> </note>,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">τ</foreign> 208</note> <milestone n="10" unit="tlnum"/> <milestone n="442e" unit="stephpage" xml:id="stephpage-442e"/> </l><l> κλαιούσης ἑὸν ἄνδρα παρήμενον· αὐτὰρ Ὀδυσσεὺς </l><l> θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, </l><l> ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος </l><l> ἀτρέμας ἐν βλεφάροισι, δόλῳ δʼ ὅ γε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δ’ ὅ γε</foreign> *: <foreign xml:lang="grc">δέ γε</foreign> </note> δάκρυα ἔκευθεν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δάκρυ’ ἔκευθεν</foreign> *: <foreign xml:lang="grc">δάκρυα κεῦθεν</foreign> </note> <milestone n="15" unit="tlnum"/> </l></quote> οὕτως κατήκοον εἶχε τῆς κρίσεως καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα καὶ τὸ δάκρυον. δηλοῦσι δὲ καὶ παρὰ καλαῖς καὶ καλοῖς, ὧν οὐκ ἐᾷ λόγος οὐδὲ νόμος θιγεῖν, αἰδοίων φυγαὶ καὶ ἀναχωρήσεις ἡσυχίαν ἀγόντων καὶ ἀτρεμούντων. ὃ μάλιστα συμβαίνει τοῖς ἐρῶσιν, <milestone n="20" unit="tlnum"/> εἶτʼ ἀκούσασιν ὡς ἀδελφῆς ἐρῶντες ἢ θυγατρὸς <milestone n="442f" unit="stephpage" xml:id="stephpage-442f"/> ἠγνοήκασιν ἅμα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἅμα</foreign> R: <foreign xml:lang="grc">ἀλλὰ</foreign> </note> γὰρ ἔπτηξε τὸ ἐπιθυμοῦν ἁψαμένου τοῦ λόγου καὶ τὸ σῶμα τὰ μέρη<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰ μέλη</foreign>?</note> συνευσχημονοῦντα τῇ κρίσει παρέσχε. σιτίοις γε μὴν πολλάκις καὶ ὄψοις μάλʼ ἡδέως προσενεχθέντες ἂν αἴσθωνται καὶ <milestone n="25" unit="tlnum"/> μάθωσιν αὑτοὺς τῶν μὴ καθαρῶν τι μηδὲ νομίμων ἐδηδοκότας, οὐ τῇ κρίσει μόνον ἐπιτίθεται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιτίθεται</foreign> R: <foreign xml:lang="grc">ἐπιτίθενται</foreign> </note> τὸ 
<pb xml:id="v.3.p.153"/> λυποῦν καὶ δάκνον, ἀλλὰ καὶ τὸ σῶμα τῇ δόξῃ συνδιατρεπόμενον καὶ ἀναπιμπλάμενον ἔμετοι καὶ ἀνατροπαὶ ναυτιώδεις ἴσχουσι. δέδοικα δὲ μὴ δόξαιμι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δόξαιμι</foreign>] <foreign xml:lang="grc">δόξω μοι</foreign>?</note> παντάπασιν ἐπαγωγὰ καὶ νεαρὰ τῷ λόγῳ περαίνειν, <milestone n="5" unit="tlnum"/> <milestone n="443a" unit="stephpage" xml:id="stephpage-443a"/> ψαλτήρια διεξιὼν καὶ λύρας καὶ πηκτίδας καὶ αὐλοὺς, καὶ ὅσα μουσικῆς προσῳδὰ καὶ προσήγορα μηχανησαμένης ἀνθρωπίνοις πάθεσιν ἄψυχα συνήδεται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνήδεται</foreign> R: <foreign xml:lang="grc">συνῆλθε</foreign> </note> καὶ συνεπιθρηνεῖ καὶ συνᾴδει καὶ συνακολασταίνει, τὰς κρίσεις ἀναφέροντα καὶ τὰ πάθη καὶ <milestone n="10" unit="tlnum"/> τὰ ἔθη τῶν χρωμένων. καίτοι καὶ Ζήνωνά φασιν εἰς θέατρον ἀνιόντα κιθαρῳδοῦντος Ἀμοιβέως πρὸς τοὺς μαθητὰς <q>ἴωμεν</q> εἰπεῖν <q>ὅπως καταμάθωμεν οἵαν ἔντερα καὶ νεῦρα καὶ ξύλα καὶ ὀστᾶ λόγου καὶ ἀριθμοῦ μετασχόντα καὶ τάξεως ἐμμέλειαν καὶ φωνὴν <milestone n="15" unit="tlnum"/> <milestone n="443b" unit="stephpage" xml:id="stephpage-443b"/> ἀφίησιν</q> ἀλλὰ ταῦτʼ ἐάσας, ἡδέως ἂν αὐτῶν πυθοίμην, εἰ κύνας καὶ ἵππους καὶ ὄρνιθας οἰκουροὺς ὁρῶντες ἔθει καὶ τροφῇ καὶ διδασκαλίᾳ φωνὰς τε συνετὰς καὶ πρὸς λόγον ὑπηκόους κινήσεις καὶ σχέσεις ἀποδιδόντας καὶ πράξεις τὸ μέτριον καὶ τὸ <milestone n="20" unit="tlnum"/> χρήσιμον ἡμῖν ἐχούσας, Ὁμήρου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμήρου</foreign>] <foreign xml:lang="grc">Π</foreign> 167</note> τʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τʼ</foreign> R: <foreign xml:lang="grc">δʼ</foreign> </note> ἀκούοντες τὸν Ἀχιλλέα λέγοντος <q>ὀτρύνειν ἵππους τε καὶ ἀνέρας</q> ἐπὶ τὴν μάχην, ἔτι θαυμάζουσι καὶ διαποροῦσιν εἰ τὸ θυμούμενον ἐν ἡμῖν καὶ ἐπιθυμοῦν καὶ λυπούμενον καὶ ἡδόμενον ὑπακούειν τε τῷ φρονοῦντι καὶ <milestone n="25" unit="tlnum"/> πάσχειν ὑπʼ αὐτοῦ καὶ συνδιατίθεσθαι πέφυκεν, οὐκ <milestone n="443c" unit="stephpage" xml:id="stephpage-443c"/> ἀποικοῦν οὐδʼ, ἀπεσχοινισμένον οὐδὲ πλασσόμενον ἔξωθεν οὐδὲ τυπούμενον ἀνάγκαις τισὶν ἢ πληγαῖς, 
<pb xml:id="v.3.p.154"/> ἀλλὰ φύσει μὲν ἐξηρτημένον ἀεὶ δʼ ὁμιλοῦν καὶ συντρεφόμενον καὶ ἀναπιμπλάμενον ὑπὸ συνηθείας διὸ καὶ καλῶς ὠνόμασται τὸ ἦθος· ἔστι μὲν γάρ, ὡς τύπῳ εἰπεῖν; ποιότης τοῦ ἀλόγου τὸ ἦθος· ὠνόμασται <milestone n="5" unit="tlnum"/> δʼ ὅτι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅτι</foreign>] <foreign xml:lang="grc">οὕτως ὅτι</foreign>?</note> τὴν ποιότητα ταύτην καὶ τὴν διαφορὰν ἔθει λαμβάνει τὸ ἄλογον ὑπὸ τοῦ λόγου πλαττόμενον, οὐ βουλομένου τὸ πάθος ἐξαιρεῖν παντάπασιν ʽ οὔτε γὰρ δυνατὸν οὔτʼ ἄμεινον̓, ἀλλʼ ὅρον τινὰ καὶ τάξιν ἐπιτιθέντος αὐτῷ καὶ τὰς ἠθικὰς, <milestone n="10" unit="tlnum"/> ἀρετάς, οὐκ ἀπαθείας οὔσας ἀλλὰ συμμετρίας παθῶν καὶ μεσότητας, ἐμποιοῦντος· ἐμποιεῖ δὲ τῇ φρονήσει <milestone n="443d" unit="stephpage" xml:id="stephpage-443d"/> τὴν τοῦ παθητικοῦ δύναμιν εἰς ἕξιν ἀστείαν καθιστάς. τρία γὰρ δὴ ταῦτά φασι περὶ τὴν ψυχὴν ὑπάρχειν, δύναμιν πάθος ἕξιν. ἡ μὲν οὖν δύναμις <milestone n="15" unit="tlnum"/> ἀρχὴ καὶ ὕλη τοῦ πάθους, οἷον ὀργιλότης αἰσχυντηλία θαρραλεότης· τὸ δὲ πάθος κίνησίς τις ἤδη τῆς δυνάμεως, οἷον ὀργὴ αἰδὼς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αἰδὼς</foreign> *: <foreign xml:lang="grc">θράσος αἰδὼς</foreign> </note> θάρσος ἡ δʼ ἕξις ἰσχὺς καὶ κατασκευὴ τῆς περὶ τὸ ἄλογον δυνάμεως ἐξ ἔθους ἐγγιγνομένη, κακία μὲν ἂν φαύλως <milestone n="20" unit="tlnum"/> δʼ ἂν καλῶς ὑπὸ τοῦ λόγου παιδαγωγηθῇ τὸ πάθος. </p></div></div></body></text></TEI>