<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg094.perseus-grc2" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><p rend="indent"> πῶς γὰρ οἷόν τε τὸν αὐτὸν αὑτοῦ κρείττονʼ 
<pb xml:id="v.3.p.172"/> εἶναι καὶ χείρονα ἢ κρατεῖν ἅμα καὶ κρατεῖσθαι, <milestone n="450e" unit="stephpage" xml:id="stephpage-450e"/> μὴ τρόπον τινὰ διττοῦ πεφυκότος ἑκάστου καὶ τὸ μὲν χεῖρον ἐν ἑαυτῷ τὸ βέλτιον ἔχοντος; οὕτω γὰρ ὁ μὲν τοῦ βελτίονος ὑπηκόῳ τῷ χείρονι χρώμενος <milestone n="5" unit="tlnum"/> ἐγκρατὴς ἑαυτοῦ καὶ κρείττων ἐστίν, ὁ δὲ τῷ ἀκολάστῳ καὶ ἀλόγῳ τῆς ψυχῆς ἑπόμενον περιορῶν καὶ ὑπηρετοῦν τὸ κρεῖττον ἥττων ἑαυτοῦ καὶ ἀκρατὴς λέγεται καὶ παρὰ φύσιν διακείμενος. φύσει γὰρ προσήκει θεῖον ὄντα τὸν λογισμὸν ἡγεῖσθαι καὶ ἄρχειν <milestone n="10" unit="tlnum"/> τοῦ ἀλόγου, τοῦ τὴν γένεσιν αὐτόθεν ἔχοντος <milestone n="450f" unit="stephpage" xml:id="stephpage-450f"/> ἐκ τοῦ σώματος· ᾧ καὶ συνεξομοιοῦσθαι καὶ κοινωνεῖν παθῶν καὶ ἀναπίμπλασθαι πέφυκεν, ἐνδεδυκὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐνδεδυκός</foreign>] sc. <foreign xml:lang="grc">τὸ ἄλογον</foreign></note> αὐτῷ καὶ καταμεμιγμένον, ὡς δηλοῦσιν αἱ ὁρμαὶ πρὸς τὰ σωματικὰ κινούμεναι καὶ ἱστάμεναι καὶ σφοδρότητας <milestone n="15" unit="tlnum"/> ἐν ταῖς τοῦ σώματος μεταβολαῖς καὶ ἀνέσεις λαμβάνουσαι. διὸ νέοι μὲν καὶ ὀξεῖς καὶ ἰταμοὶ περί τε τὰς ὀρέξεις διάπυροι καὶ οἰστρώδεις αἵματος πλήθει καὶ θερμότητι, τῶν δὲ πρεσβυτῶν ἡ περὶ τὸ ἧπαρ ἀρχὴ τοῦ ἐπιθυμητικοῦ κατασβέννυται καὶ <milestone n="20" unit="tlnum"/> γίγνεται μικρὰ καὶ ἀσθενής· ἰσχύει δὲ μᾶλλον ὁ λόγος τοῦ παθητικοῦ τῷ σώματι συναπομαραινομένου. τοῦτο δʼ ἀμέλει καὶ τὰς τῶν θηρίων ἠθοποιεῖ πρὸς <milestone n="451a" unit="stephpage" xml:id="stephpage-451a"/> τὰ πάθη φύσεις οὐ γὰρ ὀρθότητι δοξῶν οὐδὲ φαυλότητι δήπου τοῖς μὲν ἀλκαὶ καὶ ὁρμαὶ πρὸς τὰ φαινόμενα <milestone n="25" unit="tlnum"/> δεινὰ παρίστανται, τοῖς δʼ ἀμήχανοι πτοῖαι καὶ φόβοι τῆς ψυχῆς· ἀλλʼ αἱ περὶ τὸ αἷμα καὶ τὸ πνεῦμα καὶ τὸ σῶμα δυνάμεις τὰς τῶν παθῶν διαφορὰς ποιοῦσιν, ὥσπερ ἐκ ῥίζης τοῦ παθητικοῦ τῆς 
<pb xml:id="v.3.p.173"/> σαρκὸς ἀναβλαστάνοντος καὶ συναναφέροντος τὴν ποιότητα καὶ τὴν κρᾶσιν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κρᾶσιν</foreign> Camerarius: <foreign xml:lang="grc">κρίσιν</foreign> </note> τοῦ δʼ ἀνθρώπου ταῖς μὲν παθητικαῖς ὁρμαῖς τὸ σῶμα συμπαθοῦν καὶ συγκινούμενον <milestone n="451b" unit="stephpage" xml:id="stephpage-451b"/> ἐλέγχουσιν ὠχρότητες ἐρυθήματα τρόμοι <milestone n="5" unit="tlnum"/> πηδήσεις καρδίας, διαχύσεις αὖ πάλιν ἐν ἐλπίσιν ἡδονῶν καὶ προσδοκίαις ὅταν δὲ μὴ μετὰ πάθους ἀλλʼ αὐτὸ καθʼ αὑτὸ κινῆται τὸ διανοητικόν, ἡσυχίαν ἄγει τὸ σῶμα καὶ καθέστηκεν οὔτε κοινωνοῦν οὔτε μετέχον αὐτὸ τῆς ἐνεργείας τοῦ φρονοῦντος, <milestone n="10" unit="tlnum"/> εἰ τοῦ παθητικοῦ μὴ συνεφάπτοιτο μηδὲ συμπαραλαμβάνοι τὸ ἄλογον ὥστε καὶ τούτῳ δύʼ ὄντα καὶ διαφέροντα δηλοῦσθαι ταῖς δυνάμεσιν ἀλλήλων. </p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent">καθόλου δὲ τῶν ὄντων αὐτοὶ τέ φασι καὶ δῆλόν ἐστιν, ὅτι τὰ μὲν ἕξει διοικεῖται τὰ δὲ φύσει <milestone n="15" unit="tlnum"/> τὰ δʼ ἀλόγῳ ψυχῇ, τὰ δὲ καὶ λόγον ἐχούσῃ καὶ διάνοιαν· ὧν ὁμοῦ τι πάντων ὁ ἄνθρωπος μετέσχηκε καὶ γέγονεν ἐν πάσαις ταῖς εἰρημέναις διαφοραῖς· <milestone n="451c" unit="stephpage" xml:id="stephpage-451c"/> καὶ γὰρ ἕξει συνέχεται καὶ φύσει τρέφεται καὶ λόγῳ χρῆται καὶ διανοίᾳ. μέτεστιν οὖν αὐτῷ καὶ τοῦ <milestone n="20" unit="tlnum"/> ἀλόγου, καὶ σύμφυτον ἔχει τὴν τοῦ πάθους ἀρχήν, οὐκ ἐπεισόδιον ἀλλʼ ἀναγκαίαν οὖσαν, οὐδʼ ἀναιρετέαν παντάπασιν ἀλλὰ θεραπείας καὶ παιδαγωγίας δεομένην. ὅθεν οὐ Θρᾴκιον οὐδὲ Λυκούργειον τοῦ λόγου τὸ ἔργον ἐστί, συνεκκόπτειν καὶ συνδιαφθείρειν <milestone n="25" unit="tlnum"/> τὰ ὠφέλιμα τοῖς βλαβεροῖς τοῦ πάθους, ἀλλʼ ᾗπερ ὁ φυτάλμιος θεὸς καὶ ἡμερίδης, τὸ ἄγριον κολοῦσαι καὶ ἀφελεῖν τὴν ἀμετρίαν, εἶτα τιθασεύειν 
<pb xml:id="v.3.p.174"/> <milestone n="451d" unit="stephpage" xml:id="stephpage-451d"/> καὶ περιίστασθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιίστασθαι</foreign>] sanum videtur</note> τὸ χρήσιμον. οὔτε γὰρ οἶνον οἱ φοβούμενοι τὸ μεθύειν ἐκχέουσιν οὔτε πάθος οἱ δεδιότες τὸ ταρακτικὸν ἀναιροῦσιν ἀλλὰ κεραννύουσι. καὶ γὰρ καὶ βοῶν καὶ ἵππων τὰ πηδήματα καὶ τοὺς <milestone n="5" unit="tlnum"/> ἀφηνιασμοὺς οὐ τὰς κινήσεις οὐδὲ τὰς ἐνεργείας ἀφαιροῦσι· καὶ τοῖς πάθεσι δεδαμασμένοις χρῆται καὶ χειροήθεσιν ὁ λογισμός, οὐκ ἐκνευρίσας οὐδʼ ἐκτεμὼν παντάπασι τῆς ψυχῆς τὸ ὑπηρετικὸν · <quote rend="blockquote"> ὑφʼ ἅρμασι γὰρ ἵππος </quote> <milestone n="10" unit="tlnum"/> ὥς φησι Πίνδαρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 457</note> <quote rend="blockquote"><l> ἐν δʼ ἀρότρῳ βοῦς· <milestone n="451e" unit="stephpage" xml:id="stephpage-451e"/> </l><l> κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν. </l></quote> ὧν πολὺ χρησιμώτερα τὰ τῶν παθῶν θρέμματα τῷ <milestone n="15" unit="tlnum"/> λογισμῷ συμπαρόντα καὶ συνεπιτείνοντα ταῖς ἀρεταῖς· ὁ θυμὸς τῇ ἀνδρείᾳ μέτριος ὤν, ἡ μισοπονηρία τῇ δικαιοσύνῃ, καὶ ἡ νέμεσις ἐπὶ τοὺς παρʼ ἀξίαν εὐτυχοῦντας, ὅταν ἅμʼ ἀνοίᾳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἅμ’ ἀνοίᾳ κἑ</foreign>] cf. Plat. <title>de Legg</title>. pl. 716 a</note> καὶ ὕβρει φλεγόμενοι τὴν ψυχὴν ἐπισχέσεως δέωνται. φιλίας δὲ φιλοστοργίαν <milestone n="20" unit="tlnum"/> ἢ φιλανθρωπίας ἔλεον ἢ τὸ συγχαίρειν καὶ συναλγεῖν εὐνοίας ἀληθινῆς οὐδὲ βουλόμενος ἄν τις <milestone n="451f" unit="stephpage" xml:id="stephpage-451f"/> ἀποσπάσειεν οὐδʼ ἀποτήξειεν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀποτήξειεν</foreign>] <foreign xml:lang="grc">ἀπορρήξειεν</foreign> R non opus</note> εἰ δʼ οἱ τὸν ἔρωτα τῇ ἐρωτομανίᾳ συνεκβάλλοντες ἁμαρτάνουσιν, οὐδʼ οἱ τὴν ἐπιθυμίαν διὰ τὴν φιλαργυρίαν ψέγοντες <milestone n="25" unit="tlnum"/> κατορθοῦσιν ἀλλʼ ὅμοιόν τι πράττουσι τοῖς τὸ τρέχειν διὰ τὸ προσπταίειν καὶ τὸ βάλλειν διὰ τὸ 
<pb xml:id="v.3.p.175"/> ὑπερβάλλειν ἀναιροῦσι, καὶ πρὸς τὸ ᾄδειν τὸ παράπαν διὰ τὸ ἀπᾴδειν ἀπεχθῶς ἔχουσιν. οἷον γὰρ ἐν φθόγγοις μουσικὴ τὸ ἐμμελὲς οὐκ ἀναιρέσει βαρύτητος καὶ ὀξύτητος, ἐν δὲ σώμασιν ἰατρικὴ τὸ ὑγιεινὸν <milestone n="5" unit="tlnum"/> οὐ φθορᾷ θερμότητος καὶ ψυχρότητος, ἀλλὰ συμμετρίαις καὶ ποσότησι κραθεισῶν ἀπεργάζεται, τοιοῦτον ἐν ψυχῇ τὸ νικῶν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸ νικῶν</foreign>] <foreign xml:lang="grc">τὸ οἰκεῖον</foreign> W. sed cf. p. 336 b</note> ἐγγενομένης ὑπὸ λόγου ταῖς παθητικαῖς δυνάμεσι καὶ κινήσεσιν ἐπιεικείας καὶ <milestone n="452a" unit="stephpage" xml:id="stephpage-452a"/> μετριότητος. οἰδοῦντι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἰδοῦντι</foreign> *: <foreign xml:lang="grc">οἰδῶντι</foreign>. vid. Praeat. p. LXXXIII</note> γὰρ ἔοικε καὶ φλεγμαίνοντι <milestone n="10" unit="tlnum"/> σώματι τὸ περιαλγοῦν καὶ περιχαρὲς καὶ περίφοβον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περίοβον</foreign> Turnebus: <foreign xml:lang="grc">περίλοιπον</foreign> </note> τῆς ψυχῆς, οὐ τὸ χαῖρον οὐδὲ τὸ λυπούμενον οὐδὲ τὸ φοβούμενον. καὶ καλῶς Ὅμηρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] N 284</note> εἰπών <quote rend="blockquote"><l> τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὔτε</foreign> Homerus: <foreign xml:lang="grc">οὐδέ</foreign> </note> τι λίην </l><l> ταρβεῖ </l></quote> <milestone n="15" unit="tlnum"/> τὸν φόβον οὐκ ἀφεῖλεν ἀλλὰ τὸν ἄγαν φόβον, ὅπως ἀνδρεία μὴ ἀπόνοια καὶ θαρραλεότης μὴ θρασύτης γένηται. διὸ καὶ περὶ τὰς ἡδονὰς τὴν ἄγαν ἀφαιρετέον ἐπιθυμίαν καὶ περὶ τὰς ἀμύνας τὴν ἄγαν μισοπονηρίαν οὕτω γὰρ ὁ μὲν οὐκ ἀνάλγητος ἀλλὰ <milestone n="20" unit="tlnum"/> <milestone n="452b" unit="stephpage" xml:id="stephpage-452b"/> σώφρων, ὁ δὲ δίκαιος οὐκ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐκ</foreign>] <foreign xml:lang="grc">ἀλλ’ οὐκ</foreign> R</note> ὠμὸς οὐδὲ πικρὸς ἔσται. τῶν δὲ παθῶν παντάπασιν ἀναιρεθέντων, εἰ καὶ δυνατόν ἐστιν, ἐν πολλοῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἴ γε δυνατόν, ἔσται ἐν πολλοῖς</foreign> W. sed verba hiant</note> ἀργότερος; ὁ λόγος καὶ ἀμβλύτερος, ὥσπερ κυβερνήτης, πνεύματος ἐπιλιπόντος. ταῦτα δʼ ἀμέλει καὶ οἱ νομοθέται 
<pb xml:id="v.3.p.176"/> συνιδόντες ἐμβάλλουσιν εἰς τὰς πολιτείας καὶ φιλοτιμίαν καὶ ζῆλον πρὸς ἀλλήλους· πρὸς δὲ τοὺς πολεμίους καὶ σάλπιγξι καὶ αὐλοῖς ἐπεγείρουσι καὶ αὔξουσι τὸ θυμοειδὲς καὶ μάχιμον. οὐ γὰρ μόνον ἐν ποιήμασιν, <milestone n="5" unit="tlnum"/> φησιν ὁ Πλάτων,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>Io</title>. p. 533 a sqq.</note> τὸν τεχνίτην καὶ διηκριβωμένον ὁ μουσόληπτος καὶ κατάσχετος ἀποδείκνυσι <milestone n="452c" unit="stephpage" xml:id="stephpage-452c"/> γελοῖον, ἀλλὰ καὶ περὶ τὰς μάχας τὸ παθητικὸν καὶ τὸ ἐνθουσιῶδες ἀνυπόστατόν ἐστι καὶ ἀήττητον· ὃ καὶ τοὺς θεοὺς Ὅμηρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] O 262</note> ἐμποιεῖν φησι τοῖς ἀνθρώποις, <milestone n="10" unit="tlnum"/> <quote rend="blockquote"> ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν· </quote> καὶ <quote rend="blockquote"> οὐχ ὃ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. E 185</note> </quote> καθάπερ ὅρμημα τῷ λογισμῷ καὶ ὄχημα τὸ πάθος προστιθέντας. αὐτούς γε μὴν τούτους ὁρᾶν ἔστι <milestone n="15" unit="tlnum"/> πολλάκις μὲν ἐπαίνοις τοὺς νέους παρορμῶντας πολλάκις δὲ νουθεσίαις κολάζοντας· ὧν τῷ μὲν ἕπεται τὸ ἥδεσθαι τῷ δὲ τὸ λυπεῖσθαι· καὶ γὰρ ἡ νουθεσία καὶ ὁ ψόγος ἐμποιεῖ μετάνοιαν καὶ αἰσχύνην, ὧν τὸ μὲν λύπη τῷ γένει τὸ δὲ φόβος ἐστί· καὶ <milestone n="20" unit="tlnum"/> <milestone n="452d" unit="stephpage" xml:id="stephpage-452d"/> τούτοις μάλιστα χρῶνται πρὸς τὰς ἐπανορθώσεις. ᾗ καὶ Διογένης, ἐπαινουμένου Πλάτωνος, <q>τί δʼ ἐκεῖνος</q> εἶπεν <q>ἔχει σεμνόν, ὃς τοσοῦτον χρόνον φιλοσοφῶν οὐδένα λελύπηκεν</q> οὐ γὰρ οὕτω τὰ μαθήματα φαίη τις ἄν, ὡς ἔλεγε Ξενοκράτης, λαβὰς εἶναι φιλοσοφίας, <milestone n="25" unit="tlnum"/> ὡς τὰ πάθη τῶν νέων, αἰσχύνην ἐπιθυμίαν μετάνοιαν ἡδονὴν λύπην φιλοτιμίαν ὧν ἐμμελῆ καὶ 
<pb xml:id="v.3.p.177"/> σωτήριον ἁφὴν ἁπτόμενος ὁ λόγος καὶ ὁ νόμος εἰς τὴν προσήκουσαν ὁδὸν ἀνυσίμως καθίστησι τὸν νέον. ὥστε μὴ κακῶς εἰπεῖν τὸν Λάκωνα παιδαγωγόν, ὅτι ποιήσει τὸν παῖδα τοῖς καλοῖς ἣδεσθαι καὶ ἄχθεσθαι <milestone n="5" unit="tlnum"/> τοῖς αἰσχροῖς, οὗ μεῖζον οὐδέν ἐστιν οὐδὲ κάλλιον <milestone n="452e" unit="stephpage" xml:id="stephpage-452e"/> ἀποφῆναι τέλος ἐλευθέρῳ προσηκούσης; παιδείας. </p></div></div></body></text></TEI>