περὶ τῆς ἠθικῆς λεγομένης; ἀρετῆς καὶ δοκούσης, ᾧ δὴ μάλιστα τῆς θεωρητικῆς διαφέρει, τῷ τὸ μὲν πάθος ὕλην ἔχειν τὸν δὲ λόγον εἶδος, εἰπεῖν πρόκειται τίνʼ οὐσίαν ἔχει καὶ πῶς ὑφίστασθαι πέφυκε· καὶ πότερον οἰκείῳ λόγῳ κεκόσμηται τὸ δεδεγμένον μόριον αὐτὴν τῆς ψυχῆς ἢ μετέσχηκεν ἀλλοτρίου· καὶ εἰ μετέσχηκε, πότερον ὡς τὰ μεμιγμένα πρὸς τὸ βέλτιον ἢ μᾶλλον ὡς ἐπιστασίᾳ τινὶ χρώμενον καὶ ἀρχῇ μετέχειν λέγεται τῆς τοῦ ἄρχοντος δυνάμεως. ὅτι μὲν γὰρ δυνατὸν δυνατὸν ] δύναται mei codd. καὶ ἀρετὴν γεγονέναι καὶ μένειν παντάπασιν· ἄυλον καὶ ἄκρατον, οἶμαι δῆλον εἶναι. βέλτιον δὲ βραχέως ἐπιδραμεῖν καὶ τὰ τῶν ἑτέρων, οὐχ ἱστορίας ἕνεκα μᾶλλον ἢ τοῦ σαφέστερα γενέσθαι τὰ οἰκεῖα καὶ βεβαιότερα, προεκτεθέντων ἐκείνων. Μενέδημος μὲν ὁ ἐξ Ἐρετρίας ἀνῄρει τῶν ἀρετῶν καὶ τὸ πλῆθος καὶ τὰς διαφοράς, ὡς μιᾶς οὔσης καὶ χρωμένης πολλοῖς ὀνόμασι· τὸ γὰρ αὐτὸ σωφροσύνην καὶ ἀνδρείαν καὶ δικαιοσύνην λέγεσθαι, καθάπερ βροτὸν καὶ ἄνθρωπον. ἀρίστων δʼ ὁ Χῖος τῇ μὲν οὐσίᾳ μίαν καὶ αὐτὸς ἀρετὴν ἐποίει καὶ ὑγίειαν ὑγίειαν *: ὑγείαν ὠνόμαζε· τῷ δὲ πρὸς τί πως διαφόρους καὶ πλείονας, ὡς εἴ τις ἐθέλοι τὴν ὅρασιν ἡμῶν λευκῶν μὲν ἀντιλαμβανομένην λευκοθέαν καλεῖν, μελάνων δὲ μελανθέαν ἤ τι τοιοῦτον ἕτερον. καὶ γὰρ ἡ ἀρετὴ ποιητέα μὲν ἐπισκοποῦσα καὶ μὴ ποιητέα κέκληται φρόνησις, ἐπιθυμίαν δὲ κοσμοῦσα καὶ τὸ μέτριον καὶ τὸ εὔκαιρον ἐν ἡδοναῖς ὁρίζουσα σωφροσύνη, κοινωνήμασι δὲ καὶ συμβολαίοις ὁμιλοῦσα τοῖς πρὸς ἑτέρους δικαιοσύνη· καθάπερ τὸ μαχαίριον ἓν μὲν ἐστιν ἄλλοτε δʼ ἄλλο διαιρεῖ, καὶ τὸ πῦρ ἐνεργεῖ περὶ ὕλας διαφόρους μιᾷ φύσει χρώμενον. ἔοικε δὲ καὶ Ζήνων εἰς τοῦτό πως ὑποφέρεσθαι ὁ Κιτιεύς, ὁριζόμενος τὴν φρόνησιν ἐν μὲν ἀπονεμητέοις δικαιοσύνην ἐν δʼ αἱρετέοις αἱρετέοις W: διαιρετέοις σωφροσύνην ἐν δʼ ὑπομενετέοις ἀνδρείαν· ἀπολογούμενοι δʼ ἀξιοῦσιν ἐν τούτοις τὴν ἐπιστήμην φρόνησιν ὑπὸ τοῦ Ζήνωνος ὠνομάσθαι. Χρύσιππος δὲ κατὰ τὸ ποιὸν ἀρετὴν ἰδίαν ποιότητι συνίστασθαι νομίζων, ἔλαθεν ἑαυτὸν κατὰ τὸν Πλάτωνα Πλάτωνα ] Men. p. 72 a σμῆνος ἀρετῶν οὐ σύνηθες οὐδὲ γνώριμον ἐγείρας ὡς γὰρ παρὰ τὸν ἀνδρεῖον ἀνδρείαν καὶ παρὰ τὸν πρᾶον πραότητα καὶ δικαιοσύνην παρὰ τὸν δίκαιον, δίκαιον ] intell. τιθέμεθα οὕτω παρὰ τὸν χαρίεντα χαριεντότητας καὶ παρὰ τὸν ἐσθλὸν ἐσθλότητας καὶ παρὰ τὸν μέγαν μεγαλότητας καὶ παρὰ τὸν καλὸν καλότητας, ἑτέρας τε τοιαύτας ἐπιδεξιότητας εὐαπαντησίας εὐτραπελίας ἀρετὰς τιθέμενος, πολλῶν καὶ ἀτόπων ὀνομάτων οὐδὲν δεομένην ἐμπέπληκε φιλοσοφίαν. κοινῶς δʼ ἅπαντες οὗτοι τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς διάθεσίν τινα καὶ δύναμιν γεγενημένην ὑπὸ λόγου, μᾶλλον δὲ λόγον οὖσαν αὐτὴν ὁμολογούμενον καὶ βέβαιον καὶ ἀμετάπτωτον ὑποτίθενται· καὶ νομίζουσιν οὐκ εἶναι τὸ παθητικὸν καὶ ἄλογον διαφορᾷ τινι καὶ φύσει ψυχῆς τοῦ λογικοῦ διακεκριμένον, ἀλλὰ ταὐτὸ ταὐτὸ *: τὸ αὐτὸ τῆς ψυχῆς μέρος, ὃ δὴ καλοῦσι διάνοιαν καὶ ἡγεμονικόν, διʼ ὅλου τρεπόμενον καὶ μεταβάλλον ἔν τε τοῖς πάθεσι καὶ ταῖς καθʼ ἕξιν ἢ διάθεσιν μεταβολαῖς κακίαν τε γίνεσθαι καὶ ἀρετήν, καὶ μηδὲν ἔχειν ἄλογον ἐν ἑαυτῷ· λέγεσθαι δʼ ἄλογον, ὅταν τῷ πλεονάζοντι τῆς ὁρμῆς ἰσχυρῷ γενομένῳ καὶ κρατήσαντι πρός τι τῶν ἀτόπων παρὰ τὸν αἱροῦντα λόγον ἐκφέρηται· καὶ γὰρ τὸ πάθος εἶναι λόγον πονηρὸν καὶ ἀκόλαστον ἐκ φαύλης καὶ διημαρτημένης κρίσεως σφοδρότητα καὶ ῥώμην προσλαβούσης. ἔοικε δὲ λαθεῖν τούτους ἅπαντας, ᾗ διττὸς ἡμῶν ὡς ἀληθῶς ἕκαστός ἐστι καὶ σύνθετος· τὴν γὰρ ἑτέραν διπλόην οὐ κατεῖδον, ἀλλὰ ἀλλὰ ] ἀλλʼ ἢ ? τὴν ψυχῆς καὶ σώματος μῖξιν ἐμφανεστέραν οὖσαν· ὅτι δʼ αὐτῆς ἔστι τῆς ψυχῆς ἐν ἑαυτῇ σύνθετόν τι καὶ διφυὲς καὶ ἀνόμοιον, ὥσπερ ἑτέρου σώματος τοῦ ἀλόγου πρὸς τὸν λόγον ἀνάγκῃ τινὶ καὶ φύσει συμμιγέντος καὶ συναρμοσθέντος, εἰκὸς μέν ἐστι μηδὲ Πυθαγόραν ἀγνοῆσαι, τεκμαιρομένοις τῇ περὶ μουσικὴν σπουδῇ τοῦ ἀνδρός, ἣν ἐπηγάγετο τῇ ψυχῇ κηλὴσεως ἕνεκα καὶ παραμυθίας, ὡς οὐ πᾶν ἐχούσῃ διδασκαλίας καὶ μαθήματος ὑπήκοον οὐδὲ λόγῳ μεταβλητὸν ἐκ κακίας, ἀλλά τινος ἑτέρας πειθοῦς συνεργοῦ καὶ πλάσεως καὶ τιθασεύσεως δεόμενον, εἰ μὴ παντάπασι μέλλοι φιλοσοφίᾳ δυσμεταχείριστον εἶναι καὶ ἀπειθές. ἐμφανῶς μέντοι καὶ βεβαίως καὶ ἀναμφιδόξως Πλάτων Πλάτων ] cf. Tim . p. 35 sqq. Rep . p. 441 e συνεῖδεν, ὅτι τούτου γε τοῦ κόσμου τὸ ἔμψυχον οὐχ ἁπλοῦν οὐδʼ ἀσύνθετον οὐδὲ μονοειδές ἐστιν, ἀλλʼ ἐκ τῆς ταὐτοῦ καὶ τῆς τοῦ ἑτέρου μεμιγμένον δυνάμεως πῆ μὲν ἀεὶ κατὰ ταὐτὰ κοσμεῖται καὶ περιπολεῖ μιᾷ τάξει κράτος ἐχούσῃ χρώμενον, πῆ δʼ εἴς τε κινήσεις καὶ κύκλους σχιζόμενον ὑπεναντίους καὶ πλανητοὺς ἀρχὴν διαφορᾶς καὶ μεταβολῆς καὶ ἀνομοιότητος ἐνδίδωσι ταῖς περὶ γῆν φθοραῖς καὶ γενέσεσιν ἥ τʼ ἀνθρώπου ψυχὴ μέρος ἤ τι μίμημα τῆς τοῦ παντὸς οὖσα καὶ συνηρμοσμένη κατὰ λόγους καὶ ἀριθμοὺς ἐοικότας ἐκείνοις οὐχ ἁπλῆ τίς ἐστιν οὐδʼ ὁμοιοπαθής, ἀλλʼ ἕτερον μὲν ἔχει τὸ νοερὸν καὶ λογιστικόν, ᾧ κρατεῖν τοῦ ἀνθρώπου κατὰ φύσιν καὶ ἄρχειν προσῆκόν ἐστιν· ἕτερον δὲ τὸ παθητικὸν καὶ ἄλογον καὶ πολυπλανὲς καὶ ἄτακτον ἐξ ἑαυτοῦ ἐξ ἑαυτοῦ ] ἐξάρχου ? ἐξουσιαστοῦ ? δεόμενον. οὗ πάλιν διχῆ μεριζομένου, τὸ μὲν ἀεὶ σώματι βουλόμενον βουλομενον *: βούλεσθαι συνεῖναι καὶ σῶμα θεραπεύειν πεφυκὸς ἐπιθυμητικὸν κέκληται, τὸ δʼ ἔστι μὲν τούτῳ προστιθέμενον, ἔστι δʼ ᾗ τῷ λογισμῷ παρέχον ἰσχὺν ἐπὶ τοῦτο καὶ δύναμιν, θυμοειδές. ἀποδείκνυσι δὲ τὴν διαφορὰν μάλιστα τῇ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀντιβάσει πρὸς τὸ ἐπιθυμοῦν καὶ θυμούμενον, ὡς τὸ ἕτερον εἶναι πολλάκις ἀπειθοῦν τε καὶ δυσμαχοῦν ἀπειθοῦν τε καὶ δυσμαχοῦν *: ἀπειθοῦντα καὶ δυσμαχοῦνα πρὸς τὸ βέλτιστον. ταύταις ἐχρήσατο ταῖς ἀρχαῖς ἐπὶ πλέον Ἀριστοτέλης, Ἀριστοτέλης ] cf. de Anima I 1. III 9 ὡς δῆλόν ἐστιν ἐξ ὧν ἔγραψεν ὕστερον δὲ τὸ μὲν θυμοειδὲς τῷ ἐπιθυμητικῷ προσένειμεν, ὡς ἐπιθυμίαν τινὰ τὸν θυμὸν ὄντα καὶ ὄρεξιν ἀντιλυπήσεως. τῷ μέντοι παθητικῷ καὶ ἀλόγῳ μέχρι παντὸς ὡς διαφέροντι τοῦ λογιστικοῦ χρώμενος διετέλεσεν, οὐχ ὅτι παντελῶς ἄλογόν ἐστιν ὥσπερ τὸ αἰσθητικὸν ἢ τὸ θρεπτικὸν καὶ φυτικὸν τῆς ψυχῆς μέρος· ἀλλὰ ταῦτα μὲν ὅλως ἀνήκοα λόγου καὶ κωφὰ τρόπον τινὰ τῆς σαρκὸς ἐκβεβλάστηκε καὶ περὶ τὸ σῶμα παντελῶς καταπέφυκε· περὶ τὸ σῶμα - καταπέφυκε ] cf. p. 583 d τὸ δὲ παθητικὸν οἰκείου λόγου στέρεται καὶ ἄμοιρόν ἐστιν, ἄλλως δὲ τοῦ λογιζομένου καὶ φρονοῦντος εἰσακούειν καὶ τρέπεσθαι πρὸς ἐκεῖνο καὶ ὑπείκειν καὶ κατασχηματίζεσθαι πέφυκεν, ἐὰν μὴ τέλεον ᾗ διεφθαρμένον ὑφʼ ἡδονῆς ἀμαθοῦς καὶ ἀκολάστου διαίτης. οἱ δὲ θαυμάζοντες ὅπως ἄλογον μέν ἐστι λόγῳ δʼ ὑπήκοον, οὔ μοι δοκοῦσι τοῦ λόγου περινοεῖν τὴν δύναμιν ὅση πέφυκε κἀφʼ κἀφʼ Duebnerus: καὶ ἐφʼ . cf. Nauck. p. 648 ὅσον διέρχεται τῷ κρατεῖν καὶ ἄγειν οὐ σκληραῖς οὐδʼ ἀντιτύποις ἀγωγαῖς ἀλλὰ τυπικαῖς καὶ τὸ ἐνδόσιμον καὶ πειθήνιον ἁπάσης ἀνάγκης καὶ βίας ἐχούσαις ἀνυσιμώτερον. ἐπεὶ καὶ πνεῦμα δήπου καὶ νεῦρα καὶ ὀστᾶ καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος ἄλογʼ ἐστίν, ἀλλʼ ὅταν ὁρμὴ γένηται, σείσαντος ὥσπερ ἡνίας τοῦ λογισμοῦ, πάντα τέταται καὶ συνῆκται καὶ ὑπακούει· καὶ πόδες τε θεῖν διανοηθέντος εὔτονοι καὶ χεῖρες εἰς ἔργον καθίστανται βαλεῖν ἢ λαβεῖν ὁρμήσαντος ἄριστα δʼ ὁ ποιητὴς τὸ συμπαθοῦν καὶ συγκατασχηματιζόμενον τῷ λόγῳ τοῦ ἀλόγου παρίστησι διὰ τούτων ὣς τῆς τήκετο καλὰ παρήια δάκρυ χεούσης δάκρυ χεούσης *: δακρυχεούσης , Hom. τ 208 κλαιούσης ἑὸν ἄνδρα παρήμενον· αὐτὰρ Ὀδυσσεὺς θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος ἀτρέμας ἐν βλεφάροισι, δόλῳ δʼ ὅ γε δʼ ὅ γε *: δέ γε δάκρυα ἔκευθεν. δάκρυʼ ἔκευθεν *: δάκρυα κεῦθεν οὕτως κατήκοον εἶχε τῆς κρίσεως καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα καὶ τὸ δάκρυον. δηλοῦσι δὲ καὶ παρὰ καλαῖς καὶ καλοῖς, ὧν οὐκ ἐᾷ λόγος οὐδὲ νόμος θιγεῖν, αἰδοίων φυγαὶ καὶ ἀναχωρήσεις ἡσυχίαν ἀγόντων καὶ ἀτρεμούντων. ὃ μάλιστα συμβαίνει τοῖς ἐρῶσιν, εἶτʼ ἀκούσασιν ὡς ἀδελφῆς ἐρῶντες ἢ θυγατρὸς ἠγνοήκασιν ἅμα ἅμα R: ἀλλὰ γὰρ ἔπτηξε τὸ ἐπιθυμοῦν ἁψαμένου τοῦ λόγου καὶ τὸ σῶμα τὰ μέρη τὰ μέλη ? συνευσχημονοῦντα τῇ κρίσει παρέσχε. σιτίοις γε μὴν πολλάκις καὶ ὄψοις μάλʼ ἡδέως προσενεχθέντες ἂν αἴσθωνται καὶ μάθωσιν αὑτοὺς τῶν μὴ καθαρῶν τι μηδὲ νομίμων ἐδηδοκότας, οὐ τῇ κρίσει μόνον ἐπιτίθεται ἐπιτίθεται R: ἐπιτίθενται τὸ λυποῦν καὶ δάκνον, ἀλλὰ καὶ τὸ σῶμα τῇ δόξῃ συνδιατρεπόμενον καὶ ἀναπιμπλάμενον ἔμετοι καὶ ἀνατροπαὶ ναυτιώδεις ἴσχουσι. δέδοικα δὲ μὴ δόξαιμι δόξαιμι ] δόξω μοι ? παντάπασιν ἐπαγωγὰ καὶ νεαρὰ τῷ λόγῳ περαίνειν, ψαλτήρια διεξιὼν καὶ λύρας καὶ πηκτίδας καὶ αὐλοὺς, καὶ ὅσα μουσικῆς προσῳδὰ καὶ προσήγορα μηχανησαμένης ἀνθρωπίνοις πάθεσιν ἄψυχα συνήδεται συνήδεται R: συνῆλθε καὶ συνεπιθρηνεῖ καὶ συνᾴδει καὶ συνακολασταίνει, τὰς κρίσεις ἀναφέροντα καὶ τὰ πάθη καὶ τὰ ἔθη τῶν χρωμένων. καίτοι καὶ Ζήνωνά φασιν εἰς θέατρον ἀνιόντα κιθαρῳδοῦντος Ἀμοιβέως πρὸς τοὺς μαθητὰς ἴωμεν εἰπεῖν ὅπως καταμάθωμεν οἵαν ἔντερα καὶ νεῦρα καὶ ξύλα καὶ ὀστᾶ λόγου καὶ ἀριθμοῦ μετασχόντα καὶ τάξεως ἐμμέλειαν καὶ φωνὴν ἀφίησιν ἀλλὰ ταῦτʼ ἐάσας, ἡδέως ἂν αὐτῶν πυθοίμην, εἰ κύνας καὶ ἵππους καὶ ὄρνιθας οἰκουροὺς ὁρῶντες ἔθει καὶ τροφῇ καὶ διδασκαλίᾳ φωνὰς τε συνετὰς καὶ πρὸς λόγον ὑπηκόους κινήσεις καὶ σχέσεις ἀποδιδόντας καὶ πράξεις τὸ μέτριον καὶ τὸ χρήσιμον ἡμῖν ἐχούσας, Ὁμήρου Ὁμήρου ] Π 167 τʼ τʼ R: δʼ ἀκούοντες τὸν Ἀχιλλέα λέγοντος ὀτρύνειν ἵππους τε καὶ ἀνέρας ἐπὶ τὴν μάχην, ἔτι θαυμάζουσι καὶ διαποροῦσιν εἰ τὸ θυμούμενον ἐν ἡμῖν καὶ ἐπιθυμοῦν καὶ λυπούμενον καὶ ἡδόμενον ὑπακούειν τε τῷ φρονοῦντι καὶ πάσχειν ὑπʼ αὐτοῦ καὶ συνδιατίθεσθαι πέφυκεν, οὐκ ἀποικοῦν οὐδʼ, ἀπεσχοινισμένον οὐδὲ πλασσόμενον ἔξωθεν οὐδὲ τυπούμενον ἀνάγκαις τισὶν ἢ πληγαῖς, ἀλλὰ φύσει μὲν ἐξηρτημένον ἀεὶ δʼ ὁμιλοῦν καὶ συντρεφόμενον καὶ ἀναπιμπλάμενον ὑπὸ συνηθείας διὸ καὶ καλῶς ὠνόμασται τὸ ἦθος· ἔστι μὲν γάρ, ὡς τύπῳ εἰπεῖν; ποιότης τοῦ ἀλόγου τὸ ἦθος· ὠνόμασται δʼ ὅτι ὅτι ] οὕτως ὅτι ? τὴν ποιότητα ταύτην καὶ τὴν διαφορὰν ἔθει λαμβάνει τὸ ἄλογον ὑπὸ τοῦ λόγου πλαττόμενον, οὐ βουλομένου τὸ πάθος ἐξαιρεῖν παντάπασιν ʽ οὔτε γὰρ δυνατὸν οὔτʼ ἄμεινον̓, ἀλλʼ ὅρον τινὰ καὶ τάξιν ἐπιτιθέντος αὐτῷ καὶ τὰς ἠθικὰς, ἀρετάς, οὐκ ἀπαθείας οὔσας ἀλλὰ συμμετρίας παθῶν καὶ μεσότητας, ἐμποιοῦντος· ἐμποιεῖ δὲ τῇ φρονήσει τὴν τοῦ παθητικοῦ δύναμιν εἰς ἕξιν ἀστείαν καθιστάς. τρία γὰρ δὴ ταῦτά φασι περὶ τὴν ψυχὴν ὑπάρχειν, δύναμιν πάθος ἕξιν. ἡ μὲν οὖν δύναμις ἀρχὴ καὶ ὕλη τοῦ πάθους, οἷον ὀργιλότης αἰσχυντηλία θαρραλεότης· τὸ δὲ πάθος κίνησίς τις ἤδη τῆς δυνάμεως, οἷον ὀργὴ αἰδὼς αἰδὼς *: θράσος αἰδὼς θάρσος ἡ δʼ ἕξις ἰσχὺς καὶ κατασκευὴ τῆς περὶ τὸ ἄλογον δυνάμεως ἐξ ἔθους ἐγγιγνομένη, κακία μὲν ἂν φαύλως δʼ ἂν καλῶς ὑπὸ τοῦ λόγου παιδαγωγηθῇ τὸ πάθος. ἐπεὶ δʼ οὐ πᾶσαν ἀρετὴν μεσότητα ποιοῦσιν οὐδʼ ἠθικὴν καλοῦσι, λεκτέον ἂν εἴη περὶ τῆς διαφορᾶς ἀρξαμένοις ἄνωθεν. ἔστι τοίνυν τῶν πραγμάτων τὰ μὲν ἁπλῶς ἁπλῶς Stobaeus: ὅπως ἔχοντα τὰ δὲ πῶς δέ πως *: δέ πῶς ἔχοντα πρὸς ἡμᾶς· ἁπλῶς μὲν οὖν ἔχοντα, γῆ οὐρανὸς ἄστρα θάλασσα· πῶς malim πὼς δʼ ἔχοντα πρὸς ἡμᾶς, ἀγαθὸν κακόν, αἱρετὸν φευκτόν, ἡδὺ ἀλγεινόν· ἀμφοῖν δὲ τοῦ λόγου θεωρητικοῦ ὄντος, ὄντος θεωρητικοῦ τοῦ λόγου ? τὸ μὲν περὶ τὰ ἁπλῶς ἁπλῶς Stobaeus: πῶς ἔχοντα μόνον ἐπιστημονικὸν καὶ θεωρητικόν ἐστι· τὸ δʼ ἐν τοῖς πῶς πως *: πῶς ἔχουσι πρὸς ἡμᾶς βουλευτικὸν καὶ πρακτικόν· ἀρετὴ δὲ τούτου μὲν ἡ φρόνησις ἐκείνου δʼ ἡ σοφία. διαφέρει δὲ σοφίας φρόνησις, ᾗ τοῦ θεωρητικοῦ πρὸς τὸ πρακτικὸν καὶ παθητικὸν ὑποστροφῆς καὶ σχέσεώς τινος γενομένης ὑφίσταται κατὰ· λόγον ἡ φρόνησις. διὸ φρόνησις μὲν τύχης δεῖται, σοφία δʼ οὐ δεῖται πρὸς τὸ οἰκεῖον τέλος οὐδὲ βουλῆς· ἔστι γὰρ περὶ τὰ ἀεὶ κατὰ ταὐτὰ κατὰ ταὐτὰ scripsi cum W: καὶ τὰ αὐτὰ καὶ καὶ W ὡσαύτως ἔχοντα. καὶ καθάπερ ὁ γεωμέτρης οὐ βουλεύεται περὶ τοῦ τριγώνου, εἰ δυεῖν ὀρθαῖς ὀρθαῖν R ἴσας ἔχει τὰς ἐντὸς γωνίας ἀλλʼ οἶδεν ʽ αἱ γὰρ βουλαὶ περὶ τῶν ἄλλοτʼ ἄλλως ἐχόντων οὐ περὶ τῶν βεβαίων καὶ ἀμεταπτώτων’ οὕτως ὁ θεωρητικὸς νοῦς περὶ τὰ πρῶτα καὶ μόνιμα καὶ μίαν ἀεὶ φύσιν ἔχοντα μὴ δεχομένην μεταβολὰς ἐνεργῶν ἀπήλλακται τοῦ βουλεύεσθαι· τὴν δὲ φρόνησιν εἰς πράγματα πλάνης μεστὰ καὶ ταραχῆς καθιεῖσαν ἐπιμίγνυσθαι τοῖς τυχηροῖς πολλάκις ἀναγκαῖόν ἐστι καὶ τῷ βουλευτικῷ χρῆσθαι περὶ τῶν ἀδηλοτέρων, τῷ δὲ πρακτικῷ τὸ βουλευτικὸν ἐκδεχομένην ἐνεργεῖν ἤδη καὶ τοῦ ἀλόγου συμπαρόντος καὶ συνεφελκομένου ταῖς κρίσεσιν. ὁρμῆς γὰρ δέονται· τὴν δʼ ὁρμὴν τῷ πάθει ποιεῖ τὸ ἦθος, λόγου δεομένην ὁρίζοντος, ὅπως μετρία παρῇ καὶ μήθʼ ὑπερβάλλῃ μήτʼ ἐγκαταλείπῃ τὸν καιρόν. τὸ γὰρ δὴ παθητικὸν καὶ ἄλογον κινήσεσι χρῆται ταῖς μὲν ἄγαν σφοδραῖς καὶ ὀξείαις ταῖς δὲ μαλακωτέραις ἢ προσήκει καὶ ἀργοτέραις. ὅθεν ἕκαστον ὧν πράττομεν ἀεὶ μοναχῶς μὲν κατορθοῦται πλεοναχῶς δʼ ἁμαρτάνεται· ἁμαρτάνεται Emperius: ἁμαρτάνει τὸ γὰρ βαλεῖν τὸν σκοπὸν ἕν ἐστι καὶ ἁπλοῦν, ἀστοχοῦσι δʼ ἄλλοτʼ ἄλλως, ὑπερβάλλοντες τὸ μέτριον ἢ προαπολείποντες. τοῦτʼ οὖν τοῦ πρακτικοῦ λόγου κατὰ φύσιν ἔργον ἐστί, τὸ ἐξαιρεῖν τὰς ἀμετρίας τῶν παθῶν καὶ πλημμελείας. ὅπου μὲν γὰρ ὑπʼ ἀρρωστίας καὶ μαλακίας ἢ δέους καὶ ὄκνου προενδίδωσιν προενδίδωσιν Turnebus: προσενδίδωσιν ἡ ὁρμὴ καὶ προαπολείπει τὸ καλόν, ἐνταῦθα πάρεστιν ἐξεγείρων καὶ ἀναρριπίζων, ὅπου δὲ πάλιν ἐκφέρεται ῥυεῖσα πολλὴ καὶ ἄτακτος, ἐκεῖ τὸ σφοδρὸν ἀφαιρεῖ καὶ ἵστησιν. οὕτως δʼ ὁρίζων τὴν παθητικὴν κίνησιν ἐμποιεῖ τὰς ἠθικὰς ἀρετὰς περὶ τὸ ἄλογον, ἐλλείψεως καὶ ὑπερβολῆς μεσότητας οὔσας. οὐ γὰρ ἅπασαν ἀρετὴν μεσότητι γίνεσθαι ῥητέον· ἀλλʼ ἡ μὲν ἀπροσδεὴς τοῦ ἀλόγου καὶ περὶ τὸν εἰλικρινῆ καὶ ἀπαθῆ νοῦν συνισταμένη σοφία καὶ φρόνησις νοῦν - φρόνησις ] συνισταμένη νοῦν ceteris deletis Patzigius αὐτοτελής τίς ἐστιν ἀκρότης τοῦ λόγου καὶ δύναμις, ᾗ τὸ θειότατον ἐγγίνεται τῆς ἐπιστήμης καὶ μακαριώτατον, ἡ δʼ ἀναγκαία διὰ τὸ σῶμα καὶ δεομένη νὴ Δία νὴ Δία R: διὰ τῆς παθητικῆς ὥσπερ ὀργανικῆς ὑπηρεσίας ἐπὶ τὸ πρακτικόν, οὐκ οὖσα φθορὰ τοῦ ἀλόγου τῆς ψυχῆς οὐδʼ ἀναίρεσις ἀλλὰ τάξις καὶ διακόσμησις, ἀκρότης μέν ἐστι τῇ δυνάμει καὶ τῇ ποιότητι, τῷ ποσῷ δὲ μεσότης γίνεται τὸ ὑπερβάλλον ἐξαιροῦσα καὶ τὸ ἐλλεῖπον.