<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg094.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="440d" unit="stephpage" xml:id="stephpage-440d"/> περὶ τῆς ἠθικῆς λεγομένης; ἀρετῆς καὶ δοκούσης, ᾧ δὴ μάλιστα τῆς θεωρητικῆς διαφέρει, τῷ τὸ μὲν πάθος ὕλην ἔχειν τὸν δὲ λόγον εἶδος, εἰπεῖν πρόκειται τίνʼ οὐσίαν ἔχει καὶ πῶς ὑφίστασθαι πέφυκε· <milestone n="5" unit="tlnum"/> καὶ πότερον οἰκείῳ λόγῳ κεκόσμηται τὸ δεδεγμένον μόριον αὐτὴν τῆς ψυχῆς ἢ μετέσχηκεν ἀλλοτρίου· <milestone n="440e" unit="stephpage" xml:id="stephpage-440e"/> καὶ εἰ μετέσχηκε, πότερον ὡς τὰ μεμιγμένα πρὸς τὸ βέλτιον ἢ μᾶλλον ὡς ἐπιστασίᾳ τινὶ χρώμενον καὶ ἀρχῇ μετέχειν λέγεται τῆς τοῦ ἄρχοντος δυνάμεως. <milestone n="10" unit="tlnum"/> ὅτι μὲν γὰρ δυνατὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δυνατὸν</foreign>] <foreign xml:lang="grc">δύναται</foreign> mei codd.</note> καὶ ἀρετὴν γεγονέναι καὶ μένειν παντάπασιν· ἄυλον καὶ ἄκρατον, οἶμαι δῆλον εἶναι. βέλτιον δὲ βραχέως ἐπιδραμεῖν καὶ τὰ τῶν ἑτέρων, οὐχ ἱστορίας ἕνεκα μᾶλλον ἢ τοῦ σαφέστερα γενέσθαι τὰ οἰκεῖα καὶ βεβαιότερα, προεκτεθέντων <milestone n="15" unit="tlnum"/> ἐκείνων. </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">Μενέδημος μὲν ὁ ἐξ Ἐρετρίας ἀνῄρει τῶν ἀρετῶν καὶ τὸ πλῆθος καὶ τὰς διαφοράς, ὡς μιᾶς οὔσης καὶ χρωμένης πολλοῖς ὀνόμασι· τὸ γὰρ αὐτὸ <milestone n="440f" unit="stephpage" xml:id="stephpage-440f"/> σωφροσύνην καὶ ἀνδρείαν καὶ δικαιοσύνην λέγεσθαι, <milestone n="20" unit="tlnum"/> καθάπερ βροτὸν καὶ ἄνθρωπον. ἀρίστων δʼ ὁ Χῖος τῇ μὲν οὐσίᾳ μίαν καὶ αὐτὸς ἀρετὴν ἐποίει καὶ 
<pb xml:id="v.3.p.148"/> ὑγίειαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑγίειαν</foreign> *: <foreign xml:lang="grc">ὑγείαν</foreign> </note> ὠνόμαζε· τῷ δὲ πρὸς τί πως διαφόρους καὶ πλείονας, ὡς εἴ τις ἐθέλοι τὴν ὅρασιν ἡμῶν λευκῶν μὲν ἀντιλαμβανομένην λευκοθέαν καλεῖν, μελάνων δὲ μελανθέαν ἤ τι τοιοῦτον ἕτερον. καὶ γὰρ ἡ ἀρετὴ <milestone n="5" unit="tlnum"/> ποιητέα μὲν ἐπισκοποῦσα καὶ μὴ ποιητέα κέκληται <milestone n="441a" unit="stephpage" xml:id="stephpage-441a"/> φρόνησις, ἐπιθυμίαν δὲ κοσμοῦσα καὶ τὸ μέτριον καὶ τὸ εὔκαιρον ἐν ἡδοναῖς ὁρίζουσα σωφροσύνη, κοινωνήμασι δὲ καὶ συμβολαίοις ὁμιλοῦσα τοῖς πρὸς ἑτέρους δικαιοσύνη· καθάπερ τὸ μαχαίριον ἓν μὲν <milestone n="10" unit="tlnum"/> ἐστιν ἄλλοτε δʼ ἄλλο διαιρεῖ, καὶ τὸ πῦρ ἐνεργεῖ περὶ ὕλας διαφόρους μιᾷ φύσει χρώμενον. ἔοικε δὲ καὶ Ζήνων εἰς τοῦτό πως ὑποφέρεσθαι ὁ Κιτιεύς, ὁριζόμενος τὴν φρόνησιν ἐν μὲν ἀπονεμητέοις δικαιοσύνην ἐν δʼ αἱρετέοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αἱρετέοις</foreign> W: <foreign xml:lang="grc">διαιρετέοις</foreign> </note> σωφροσύνην ἐν δʼ ὑπομενετέοις <milestone n="15" unit="tlnum"/> ἀνδρείαν· ἀπολογούμενοι δʼ ἀξιοῦσιν ἐν <milestone n="441b" unit="stephpage" xml:id="stephpage-441b"/> τούτοις τὴν ἐπιστήμην φρόνησιν ὑπὸ τοῦ Ζήνωνος ὠνομάσθαι. Χρύσιππος δὲ κατὰ τὸ ποιὸν ἀρετὴν ἰδίαν ποιότητι συνίστασθαι νομίζων, ἔλαθεν ἑαυτὸν κατὰ τὸν Πλάτωνα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτωνα</foreign>] Men. p. 72 a</note> <q>σμῆνος ἀρετῶν</q> οὐ σύνηθες οὐδὲ <milestone n="20" unit="tlnum"/> γνώριμον ἐγείρας ὡς γὰρ παρὰ τὸν ἀνδρεῖον ἀνδρείαν καὶ παρὰ τὸν πρᾶον πραότητα καὶ δικαιοσύνην παρὰ τὸν δίκαιον,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δίκαιον</foreign>] intell. <foreign xml:lang="grc">τιθέμεθα</foreign></note> οὕτω παρὰ τὸν χαρίεντα χαριεντότητας καὶ παρὰ τὸν ἐσθλὸν ἐσθλότητας καὶ παρὰ τὸν μέγαν μεγαλότητας καὶ παρὰ τὸν καλὸν <milestone n="25" unit="tlnum"/> καλότητας, ἑτέρας τε τοιαύτας ἐπιδεξιότητας εὐαπαντησίας εὐτραπελίας ἀρετὰς τιθέμενος, πολλῶν καὶ ἀτόπων <milestone n="441c" unit="stephpage" xml:id="stephpage-441c"/> ὀνομάτων οὐδὲν δεομένην ἐμπέπληκε φιλοσοφίαν. 
<pb xml:id="v.3.p.149"/> </p></div></div></body></text></TEI>